1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

62

εἶναι, καὶ ἀπροσδεὴς ὢν ὠφέλειαν ἰδίαν νομίζει τὸ τοὺς ἀνθρώπους ἐξηπλωμένως καὶ δαψιλῶς μετιέναι τὸ ἀγαθόν. διὰ τοῦτο καὶ σοῦ πολλὴν ποιούμενος πρόνοιαν ἤλεγξέ σε καὶ ὥσπερ εἰς κρίσιν ἀντικαθιστάμενός σοι δικαίως σε κρίνει. ἀπόδειξιν δὲ τῶν ἁμαρτημάτων τὰς τιμωρίας ποιούμενος ἐπάγει τὰ ἑξῆς· 22, 5 πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; ἐκ τοῦ πλήθους τῶν συμφορῶν τῶν ἁμαρτημάτων εἰκάζει τὸ πλῆθος. 22, 6 ἠνεχυρίαζες τοὺς ἀδελφούς σου διὰ κενῆς. ἀντὶ τοῦ· μηδὲν ἐποφειλόμενος. 22, 6 ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. 193 καὶ ταῦτα, φησίν, πενήτων ὄντων τὴν ἐσθῆτα ἠνεχυρίαζες διὰ κενῆς. 22, 7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας. οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον. καὶ σημειοῦ, μέχρι πόσου τὰς εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅτι καὶ ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας, ὡσπεροῦν καὶ ποτηρίου ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν κατὰ τὴν τοῦ σωτῆρος ἀψευδῆ φωνήν. 22, 78 ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν, ἐθαύμασας δέ τινων πρόσωπα. ψωμὸν λέγει τὸν ἄρτον, ὥσπερ καὶ ἐν Ῥοὺθ κεῖται· βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. λέγει οὖν ὅτι· καὶ τῶν ἀναγκαίων τροφῶν ἐστέρησας ἢ ἐνεχυριάζων ἢ τῶν καμνόντων τὸν μισθὸν οὐ διδούς. ἀλλὰ καὶ προσωπολήπτης, φησίν, γέγονας τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. 22, 8 ᾤκισας δὲ πτωχοὺς ἐπὶ γῆς. ἄλλα ἀντίγραφα· _ἐ_κ_ο_ί_μ_ι_σ_α_ς_ _π_τ_ω_χ_ο_ὺ_ς_ _ἐ_π_ὶ_ _γ_ῆ_ς περιέχουσιν. κατὰ μὲν οὖν τὸ πρῶτον· τοὺς πτωχούς, φησίν, καὶ χαμαιπετεῖς ἐπὶ πλεῖον ἐπὶ γῆς παρεσκεύασας κεῖσθαι, ἵνα εἴπῃ ὅτι· ἐπέτριψας τὴν πενίαν τοῖς πένησιν. κατὰ δὲ τὸ δεύτερον· καὶ αὐτήν, φησίν, τὴν στρωμνὴν τῶν πτω 194 χῶν ἀφείλου ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς κοιμᾶσθαι μηδὲν ἔχοντας ὑπεστορεσμένον. 22, 9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. πάλιν τὸ μὴ μεταδοῦναι ταῖς χήραις εἰς ἁμαρτίαν λογίζεται, τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν ἐσχάτης κακίας γνώρισμα. 22, 10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. διὰ ταῦτα τοιγαροῦν αἱ συλλήψεις τῶν κακῶν περιεκύκλωσάν σε καὶ ἐθορύβησέ σε ὁ μέγας οὗτος καὶ φοβερὸς τῶν τιμωριῶν πόλεμος. 22, 11 τὸ φῶς εἰς σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. διὰ τοῦτο, φησίν, ἐκ φωτὸς εἰς σκότος μετέστη τὰ κατὰ σὲ καὶ κοιμηθένταἀντὶ τοῦ· ἀμεριμνοῦνταὕδωρ σε ἐκάλυψεν, τουτέστιν· οἱ τῶν θλίψεων ἐπέκλυσαν πειρασμοί. 22, 12 μὴ {οὐχὶ} ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ. ἀλλὰ νομίζεις ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν θεός; 22, 12 τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. οἷα τοίνυν πάντα ἐφορῶν τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως κατασυρομένους καὶ εἰς ὑπερηφανίαν ἑλκομένους ταπεινοῖ. 22, 1314 καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφους κρινεῖ; νεφέλη ἀποκρυβὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ δια 195 πορεύσεται. μεγάλην ἀσέβειαν καὶ ἄνοιαν τοῦ Ἰὼβ ὁ Ἐλιφὰζ καταψηφίζεται. οὕτω γάρ, φησίν, ἔπραττες τὰ ἄδικα, ὡς μὴ γινώσκοντος τὰ ἐπὶ τῆς γῆς τοῦ θεοῦ, ἀλλ' ὡς ἐν γνόφῳ κρίνοντος, τουτέστιν ἐν τῷ κρίνειν οὐχ ὁρῶντος τὰ ἐπὶ γῆς. ἔλεγες γάρ, φησίν, ὅτι ἀόρατος ὢν καὶ τοῖς νέφεσιν ἀποτειχίζων ἑαυτοῦ τὰ καθ' ἡμᾶς καὶ μόνον τὸν κύκλον τοῦ οὐρανοῦ περιπολῶν οὐκ ἀξιοῖ τινα πρόνοιαν ποιεῖσθαι τῶν ἐπὶ γῆς. τοῦτό τινες τῶν ἔξωθεν φιλοσόφων ἔδοξαν φήσαντες τῆς ὑπὸ σελήνης μὴ προνοεῖν τὸν θεόν. 22, 1518 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν. οἱ λέγοντες· κύριος τί ποιήσει ἡμῖν ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. μὴ τὰς αἰωνίους τοῦ θεοῦ πορείας δύνῃ ἐπιστῆσαι, καθ' ἃς οἱ θεῖοι ἄνδρες ὥδευσαν; λέγει δὲ τὰς κατ' εὐσέβειαν ὁδούς. εἶτα καὶ ἄκων εἰς τοὺς τοῦ Ἰὼβ ἐκφέρεται λόγους καί· ὅμως γάρ, φησίν, δίκαιοι γεγονότες ἐν ἀωρίᾳ τὸν βίον κατέλυσαν, τινὲς δὲ αὐτῶν καὶ ἐκ θεμελίων κατεσείσθησαν, ὥσπερ ὑπὸ χειμάρρου κατασυρόμενοι. οὗτοι δὲ ὡς δίκαιοι λέγοντες· ἀναμένωμεν τὴν τοῦ θεοῦ βοήθειαν, ἕως ἴδωμεν, τί ποιήσει ἡμῖν ἢ