καὶ τάχα καὶ ἡ παρὰ τῷ Αἰλιανῷ κειμένη απορος λέξις, τὸ ἐρυμβόνα, ἐκ τοιούτου τινὸς εσχε τὴν ἀρχὴν, ἐν οις λέγει οτι ἐσπάθα τὰ χρήσιμα καὶ εἰς ἀσωτίαν ἐρυμβόνα τὰ τιμιώτατα. 1138 Οτι οἱ ∆αρδανεῖς ̓Ινδικὸν εθνος· οἱ μέντοι ∆άρδανοι Τρωϊκόν. 1139 Οτι ὁ ̔Υδάσπης (ποταμὸς δὲ καὶ ουτος ̓Ινδικός) πλωτός ἐστι ναυσὶν, εἰς ον ̓Ακεσίνης ἐμβάλλει, λοξὸς ἀπὸ σκοπέλων φερόμενος· περὶ ου ὁ Γεωγράφος φησὶν, οτι ̓Ακεσίνης ἐν τροπαῖς θεριναῖς ἀναβαίνει πήχεις μʹ, ων οἱ μὲν κʹ πληροῦσι μέχρι χείλους τὸ ῥεῖθρον, οἱ δὲ κʹ ὑπερχέονται εἰς τὸ πεδίον, διὸ καὶ νησίζουσιν οιον αἱ πόλεις, ὡς καὶ ἐν Αἰγύπτῳ, ιδρυνται γὰρ ἐπὶ χωμάτων. ̓Αρριανὸς δὲ ουτω φησίν· ὁ ̔Υδάσπης εἰς τὸν ̓Ακεσίνην ἐμβαλὼν τὸ πᾶν υδωρ ̓Ακεσίνην παρέχεται καλούμενον. Λέγει δὲ καὶ οτι αἱ τριακόντοροι τοῦ ̓Αλεξάνδρου τριχῆ τμηθεῖσαι καὶ ἐπὶ ζευγῶν διακομισθεῖσαι συνεπήχθησαν ἐν τῷ ̔Υδάσπῃ καὶ ωφθησαν ναυτικαί. 1140 Οτι καὶ ὁ Κώφης ̓Ινδικός ἐστι ποταμὸς, ον ̔Ηρωδιανὸς μὲν καὶ αὐτὸν ἐν τῇ καθόλου βαρυτόνως ἐκφέρει καὶ μετὰ τοῦ σ, ὡς τὸ Χρύσης, ̓Αριστοτέλης δὲ ως φασιν ἐν πέμπτῳ περὶ ̓Αλεξάνδρου τὸν Κωφῆνά φησιν, ὡς τὸν σωλῆνα. ̔Ο Γεωγράφος δὲ ὁμοίως τῷ ∆ιονυσίῳ ἐκφέρει, λέγων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ ̓Ινδὸς, ειτα ὁ ̔Υδάσπης, ειτα ὁ ̓Ακεσίνης, καὶ υστατος ὁ Υπανις.» Τὸν δὲ ̔Υδάσπην πλωτὸν νήεσσιν ὁ ∆ιονύσιος λέγει. Οἱ δὲ παλαιοὶ μεταξὺ τοῦ τε ̔Υπάνιος καὶ τοῦ ̔Υδάσπου εθνη μὲν κεῖσθαι λέγουσιν ἐννέα, πόλεις δὲ ᾠκῆσθαι εἰς πεντακισχιλίας. 1141 Οτι εἰ καὶ πολλὰ τῶν ἀντιγράφων Τοξίλους γράφουσι τὸ ̓Ινδικὸν εθνος, ἀλλ' ὁ Γεωγράφος Ταξίλους γράφει διὰ τοῦ α, καὶ Τάξιλα τὴν κατ' αὐτοὺς πόλιν, μεγάλην αὐτὴν λέγων καὶ εὐδαίμονα καὶ εὐνομωτάτην, καί τινα ανδρα Ταξίλην ἱστορῶν αὐτῆς καὶ βασιλέα, καὶ λέγων οτι φιλανθρώπως αὐτὸς καὶ οἱ ἐκεῖ δεξάμενοι τὸν ̓Αλέξανδρον ετυχον πλειόνων η εδωκαν. ∆ιὸ καὶ φθονοῦντες οἱ Μακεδόνες ελεγον ὡς οὐκ ειχεν ̓Αλέξανδρος ους εὐεργετήσει, πρὶν διαβῆναι τὸν ̓Ινδόν. 1143 Οτι εθνος ̓Ινδικὸν οἱ Πευκαλεῖς, αγρια φῦλα. Τινὲς δὲ διὰ τοῦ ν γράφουσι Πευκανεῖς. ̓Ινδοὶ δὲ καὶ οἱ Γαργαρίδαι, ους ∆ιονύσου καλεῖ θεράποντας, οπου, φησὶ, χρυσὸν καταφέρουσιν ὁ Υπανίς τε ποταμὸς ὁ καὶ ἀνωτέρω ῥηθεὶς, καὶ ὁ Μάγαρσος, λαβρότατοι ποταμῶν, ἀπὸ τοῦ ̓Ημωδοῦ ορους προρρέοντες ἐπὶ τὴν Γαγγήτιδα χώραν, πρὸς νότον εἰς τὴν προγραφεῖσαν Κωλιάδα νῆσον τετρασυλλάβως, η Κωλίδα τρισυλλάβως κατὰ συγκοπὴν, ην καὶ προνενευκέναι εἰς τὸν ὠκεανόν φησιν, ὡς ὑπ' αὐτοῦ νησιζομένην, καὶ δυσέμβατον οἰωνοῖς ειναι λέγει, διὸ καὶ καλεῖσθαι Αορνιν. Τοῦτο δὲ η διὰ τὸ υψος· ἠλίβατος γάρ ἐστιν· η διότι αυτη πρώτη ἐστὶν ἡλίῳ βατή. ∆ιὸ καὶ οὐ φέρουσι τὰ πτηνὰ τὴν τοῦ ἡλίου θέρμην ἐκεῖ πρῶτον ἀνατέλλοντος. ̓Ιστέον δὲ οτι Αορνις ὁ τόπος ουτος λέγεται διὰ τοῦ ι· ην δὲ δυνατὸν καὶ διὰ τοῦ ο λέγεσθαι αὐτὴν, ειγε ὁ Λυκόφρων αορνόν τινα λέγει λίμνην. Καὶ περὶ τὴν ̓Αδιαβηνὴν δὲ χώραν τὴν ῥηθεῖσαν πρὸ τούτων στόμιον ἱστορεῖταί τι ὀνομαζόμενον Αορνον, ὡς ὀρνέοις αβατον, ἐξ ου πνεῦμα φθοροποιὸν ἀναδιδόμενον, μικρόν τι κουφισθὲν, κατακλᾶται κάτω, ὑφ' ου φθείρεται, ει τι παρατυχὸν ὀσφρήσεται· καν ἐσκεδάννυτο, φασὶ, τὸ τοιοῦτον πνεῦμα εξω, οὐκ αν ᾠκίσθη ὁ τόπος. Ομοιον δέ τι καὶ ἐν ̔Ιεραπόλει τῆς ̓Ασίας πνεῦμα ἱστορεῖται, ο πάντα τὰ ὀσφραινόμενα φθείρει, πλὴν τῶν εὐνούχων. Λέγεται δὲ καὶ πέτρα τις Αορνος περὶ τὴν ̓Ινδίαν,ῃπερ ὁ ̔Ηρακλῆς μὲν προσβαλὼν εἰς τρὶς ἀπεκρούσθη, ̓Αλέξανδρος δὲ κατὰ μίαν ειλε προσβολήν. Ταύτης δὲ τῆς ̓Αόρνου τὰς ῥίζας ὁ ̓Ινδὸς ποταμὸς ὑποῥέειν λέγεται. Τοὺς δὲ ῥηθέντας δύο χρυσοφόρους ποταμοὺς, τὸν Υπανιν καὶ τὸν Μάγαρσον, φασὶν ἐξιόντας τῶν ̓Ημωδῶν ὀρέων, απερ ἀνωτέρω ̓Ημωδὸν εφη ορος ὁ ∆ιονύσιος, ἀφανίζεσθαι, καὶ κρυβέντας ἐφ' ἱκανὸν ἀναβλύζειν ἐκδιδομένους. Πολὺς δὲ ἐν ταῖς ἱστορίαις ὁ ̓Ινδικὸς Υπανις. ̓Αρίστη τε γὰρ, φασὶν, ἡ πέραν αὐτοῦ καὶ οἱ χρυσωρύχοι μύρμηκες αὐτοῦ που λέγονται ειναι, καὶ αλλα δὲ πολλὰ τῷ τόπῳ προστερατεύονται. Φασὶ δὲ καὶ τὸν ̓Αλέξανδρον μέχρις αὐτοῦ ἐλθόντα περαιτέρω