γεννῶνται πατέρων, καὶ τούτου γινομένου εἰσαεὶ, περιέστη τὸ πάθος εἰς ἐθνικὴν ἰδιότητα· οὐ γὰρ δήπου, φασὶν, αλλως ἡ φύσις ουτω τερατῶδες γένος εθνους ἐξήνεγκε. Καὶ αὐτὸ δὲ τοῦτο ̓Αριμασποί, καθὰ καὶ ̔Ηροδότῳ δοκεῖ, ἐκ τοῦ τοιούτου πάθους καλοῦνται, ὡς οιον εἰπεῖν μονόφθαλμοι· ἀρί μὲν γὰρ τὸ εν Σκυθιστὶ, μασπὸς δὲ ὁ ὀφθαλμός. ̔Ιστορεῖ δὲ ̔Ηρόδοτος καὶ τοὺς χρυσοφύλακας γρύπας ἀνωτέρω αὐτῶν ἐπὶ θάλασσαν, λέγων καὶ οτι ωσπερ εἰσί τινες ̔Υπερβόρεοι, ουτω καὶ ὑπερνότιοι· καὶ οτι ὁ Αβαρις ὁ ὑμνούμενος ̔Υπερβόρειος ην, ος οὐδέν τε σιτεῖσθαι λέγεται καὶ τὸν ὀϊστὸν περιφέρειν κατὰ πᾶσαν τὴν γῆν. 32 Οτι ὁ πρὸς ̓Αριμασποῖς ὠκεανὸς πεπηγώς τε καλεῖται καὶ Κρόνιος καὶ νεκρός. Καὶ ἡ τούτου αἰτιολογία ενεκα φησὶν ἀφαυροῦ ἡλίου, μὴ δυναμένου λεπτῦναι καὶ λῦσαι καὶ ἐξαερῶσαι τὸ ἀναγόμενον ὑγρόν. Βράδιον γὰρ, φησὶν, ὑπὲρ αλα τήνδε φαείνει, ἀεὶ δὲ σκιεραῖς παχύνεται νεφέλαις ὁ ηλιος, διὰ τὴν τῶν νεφῶν πύκνωσιν. Ψυχρὸς ουν ὡς ἀληθῶς ὁ τόπος, καὶ διὰ τοῦτο κλήσει αὐχεῖ συγγενεῖ τῇ αγαν ψυχρότητι. Κρόνιος δὲ καλεῖται διὰ τὸ λέγεσθαι τῶν ἐκεῖ τόπων αρχειν τὸν ἀστέρα Κρόνον, ος εἰς ψύξιν τίθεται ψυχρὸς ὑπὸ τῶν ἀποτελεσματικῶν ἐκλαμβανόμενος, διὸ καὶ τὸ ψυχρὸν αὐτῷ ἀνάκειται. ̔Ο δὲ μῦθος καὶ, τὰ τοῦ Κρόνου ἐκτεμὼν αἰδοῖα ἐκεῖ ῥίπτει. Παρὰ δέ γε ̓Απολλωνίῳ τῷ ποιητῇ ευρηται Κρονία λεγομένη θάλασσα καὶ ὁ μυχὸς τοῦ ̓Ιονίου κόλπου, ἀπὸ νήσου τινὸς Κρονίας καλουμένης τὴν τοιαύτην κλῆσιν λαχὼν, ὡς καὶ ἀπὸ ̓Ικάρου τινὸς νήσου κατά τινας τὸ ̓Ικάριον πέλαγος. Οτι δὲ οἱ τοιοῦτοι παρωκεάνιοι τόποι πολὺ τὸ ψύχος εχουσι, δηλοῖ καὶ τὰ ανω τῶν ̓Αριμασπῶν ̔Ριπαῖα ορη, ἐξ ων ὁ ψυχρὸς βορρᾶς πνεῖ, ενθα χιὼν οὐδέποτε ἐπιλείπει. 36 Οτι τὴν ἀνατολὴν ουτω περιφράζει, οπου πρώτιστα φαείνεται ἀνθρώποις ηλιος, ητοι οπου ἐστὶν ἡ ἀνατολὴ, ενθα καὶ τὸν ἠῷον καὶ ̓Ινδικὸν ειναί φησιν ὠκεανόν· ἠῷον μὲν λεγόμενον, διὰ τὸ ἐκεῖθεν ἀνατέλλοντος ἡλίου τὴν ἡμέραν γίνεσθαι, η καὶ, ὡς εν ἀνθ' ἑνὸς εἰπεῖν, ἠῷον ἀντὶ τοῦ ἀνατολικὸν, ἠὼς γὰρ πολλάκις καὶ ἡ ἀνατολή· ̓Ινδικὸν δὲ διὰ τοὺς παροικοῦντας ̓Ινδούς. Ἰστέον γὰρ οτι πολλοὶ κόλποι φανήσονται ἀπὸ ἐθνῶν η πόλεων καὶ ολως ἐκ τῶν παροικούντων ἐπονομαζόμενοι, ὡς ὁ ̔Υρκάνιος, ὡς ὁ ̓Ισσικὸς, ὡς ὁ Αἰθιοπικὸς, καὶ αλλοι πολλοί. 38 Οτι ὁ ̓Ερυθραῖος πόντος ὁ καὶ Αἰθιόπιος ετερός ἐστι τοῦ ̓Αραβίου κόλπου, ος τῆς νοτίας θαλάσσης ἐστὶν ἀποχέτευμα, καθὰ καὶ ὁ Περσικὸς, ὡς μετ' ὀλίγα ῥηθήσεται. ̓Αλλὰ τοῦτο μὲν κατὰ τὸν ∆ιονύσιον. Ετεροι δὲ τὸν ̓Αράβιον κόλπον καὶ τὸν ̓Ερυθραῖονταυτίζοντες ἱστοροῦσιν, οτι ὁ ̓Ερυθραῖος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ πολλοὺς πάνυ σταδίους, μέχρι τοῦ στόματος στενοῦ καὶ αὐτοῦ παντάπασιν οντος. Καλεῖται δὲ ̓Ερυθραῖος η ἀπὸ τῆς ὑποκειμένης τῷ υδατι μιλτώδους [καὶ] ἐρυθρᾶς γῆς, η ἐκ τῶν ὑπερκειμένων τοιουτοχρόων ὀρέων, οις εωθεν προσβάλλων ὁ ηλιος ἐρυθρὰν φαντάζει τῇ θαλάσσῃ τὴν ἐπιφάνειαν, ἀνακλωμένης τῆς οψεως. Φησὶν ουν ὁ παρὰ τῷ γράψαντι τὰ ̓Εθνικὰ Οὐράνιος ουτως ὀνομαζόμενος, οτι τὰ παρακείμενα ορη δεινῶς ἐρυθρά εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὰν βάλλῃ εἰς αὐτὰ ὁ ηλιος, κα ταπέμπει εἰς τὴν θάλασσαν ἡ αὐγὴ σκιὰν ἐρυθράν· καὶ ομβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων εἰς θάλασσαν συρρέοντι τοιαύτη, φησὶ, γίνεται ἡ θάλασσα τὴν χροιάν.» Τινὲς δὲ ἐρυθρὰν ειπον διὰ τὸ πυροῦσθαι μάλιστα τῷ ἡλίῳ τὸ ἐκεῖ κλίμα· διὸ, φασὶ, καὶ Αἰθίοπες οἱ κατοικοῦντες λέγονται, ὡς κεκαυμένοι τὴν οψιν. ̔Ο δὲ Γεωγράφος τὰ τῶν πολλῶν ἐπιτέμνων ταῦτα γράφει περὶ τῆς ̓Ερυθρᾶς· « ̓Ερυθρὰ θάλασσα λέγεται ἀπὸ χροιᾶς ἐμφαινομένης κατ' ἀνάκλασιν, ειτε ἀπὸ ἡλίου κατὰ κορυφὴν οντος, ειτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ὑπὸ τῆς καύσεως. Οἱ δὲ ἀπὸ πηγῆς τινος υδωρ εἰς τὴν θάλασσαν εἰσαγούσης ἐρευθὲς καὶ μιλτῶδες, οἱ δὲ ἀπὸ ̓Ερύθρα τινὸς, πρώτου περαιωθέντος ἐπὶ σχεδίας εις τινα ἐκεῖ νῆσον, διὰ ἱπποφόρβιον οἰστρηθὲν ὑπὸ λεαίνης, καὶ οἰκήσαντος ἐκεῖ καὶ ἡγησαμένου τῶν τόπων. Τινὲς δὲ καὶ Περσέως ειπον υἱὸν ειναι τοῦτον τὸν ̓Ερύθραν.» ∆ιονύσιος