τὸν ἁλιέα. 76 Οτι μετὰ τοὺς Μασσαλιώτας οἱ Λίγυες, ους Λιγυστίνους ὁ Λυκόφρων καλεῖ. ̓Ονομάζονται δὲ ουτως ἀπὸ Λίγυος ἀνδρὸς, ος τὸν ̔Ηρακλέα ἐκώλυεν εἰς τὰς Γηρυόνου βοῦς ἀπιόντα· οτε καί φασιν οἱ μῦθοι ὡς ἐπέλιπε μὲν τὸν ̔Ηρακλέα πᾶν ἀμυντήριον βέλος, ὁ δὲ ηυξατο τῷ ∆ιὶ ἐπαμῦναι· κἀκεῖνος ἀναγαγὼν νεφέλην λίθους ανωθεν υσεν, ἐξ ων καὶ τὸ λίθινον πέδον μεταξὺ Μασσαλίας καὶ ̔Ρηγίνης, μεστὸν χειροπληθῶν λίθων, ους ὑπὸ κεραυνῶν συνεχῶν η τυφωνικῶν ἀναθυμιάσεων διαρραγῆναί φασιν οἱ σοφοὶ, καὶ ἐκ πλακώδους συνεχείας κατακερματισθῆναι εἰς μικρὰ, τὸν μῦθον ἀφέντες ληρεῖν α θέλει. Ζῶσι δὲ ἀπὸ θρεμμά των οἱ Λίγυες τὸ πλέον καὶ γάλακτος καὶ κριθίνων πομάτων. Ουτω δὲ σφενδονῶσιν, ὡς ἡ ἱστορία λέγει, ωστε ὀρνέων ἐπιφανέντων διορίζονται εἰς ποῖον εκαστος βαλεῖ, ὡς πάντες τευξόμενοι. Οἱ μέντοι παρὰ Τυρσηνοῖς Λίγυρες ἀπὸ Λίγυρος ποταμοῦ ὀνομάζονται. ̓Ιστέον δ' οτι ἐοίκασι καὶ Κολχικοί τινες Λίγυες ειναι αποικοι τῶν Εὐρωπαίων, καὶ δηλοῖ ὁ Λυκόφρων, ἱστορῶν ἐν τοῖς Κόλχοις Κύταιαν Λιγυστικὴν πόλιν. ̓Αριστοτέλης δὲ ἱστορεῖ τῶν τινας Λιγύων ἑπταπλεύρους πρός τινων λέγεσθαι, οὐ πιστεύων αὐτὸς τῷ τοιούτῳ λόγῳ, διὰ τὸ τοῖς ἀνθρώποις ἀνὰ ὀκτὼ ἑκατέρωθεν ειναι πλευράς. 78 Οτι τοὺς ̓Ιταλοὺς, ὡς τότε μοναρχοῦντας, μέγα κοιρανέειν λέγει, καὶ Αὐσονῆας, ητοι Αυσονας, ὀνομάζει. Καὶ σημείωσαι οτι τοὺς αὐτοὺς ειναι λέγει Αυσονας καὶ ̓Ιταλούς. Λέγονται δὲ Αυσονες ἀπὸ Αυσονος, ος πρῶτος τῶν κατὰ ̔Ρώμην βασιλεῦσαι πρός τινων ἱστορεῖται, ̓Οδυσσεῖ γεγονὼς ἐκ τῆς Κίρκης, η, κατὰ τὸν τὰ ̓Εθνικὰ γράψαντα, ἐκ Καλυψοῦς γεννηθεὶς τῷ Ατλαντι, ἀφ' ου καὶ τὸ Σικελικὸν πέλαγος Αὐσόνιον ἐκλήθη ποτέ. Λέγει δὲ αὐτοὺς παρὰ τὸν Λιγυστικὸν ειναι κόλπον, ἀρξαμένους ἀπὸ βορέου, καὶ διήκοντας εως τῆς Λευκῆς Πέτρας, ης καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται. Ακρα δὲ αυτη ἐστί, περὶ ης ουτως ἱστορεῖται· ακρα Λευκὴ Πέτρα καλουμένη ἀπὸ χρόας, εἰς ην τελευτᾷ τὸ ̓Απέννιον ορος. ̓Απὸ ̓Ιταλοῦ δέ τινος ὀνομάζονται ̓Ιταλοί, ὡς καὶ ἀπὸ Αυσονος Αυσονες. ̓Ιστέον δὲ οτι ἀπὸ τοῦ Αυσονος παράγωγον Αὐσονεύς, ὡς Αἰθιοπεύς, ἡγεμονεύς, καὶ πλεονασμῷ τοῦ ι, διὰ δακτύλου συγκρότησιν, Αὐσονιεύς· ἐξ ου τὸ Αὐσονιῆες. 80 Οτι τὸν Σικελικὸν πορθμὸν καθ' ὑποκορισμὸν η παρωνυμίαν πορθμίδα καλεῖ, λέγων οτι ἡ Λευκὴ Πέτρα Σικελικῆς ἐπὶ πορθμίδος ἐρρίζωται. Αλλως δέ γε πορθμίδα φασὶν οἱ παλαιοὶ τὴν ἁλιάδα, ο εστι τὸ ἁλιευτικὸν πλοιάριον, η καὶ τὸ ἁπλῶς μικρὸν πλοῖον, ὡς δηλοῖ Εὐριπίδης, ενθα Κρησίαν πορθμίδα φησὶν, ηγουν πλοῖον Κρητικόν. Καὶ τὴν ̓Ασίαν δὲ ̓Ασιάδα παρωνύμως καλέσει ἐν τοῖς ἑξῆς ὁ ∆ιονύσιος, εὐτελέστερον μὲν ουτω ποιῶν διὰ τὸ ὑποκοριστικὸν σχῆμα, τὴν δὲ τοῦ μέτρου ἀνάγκην ουτως ἀποπληρῶν. 82 Οτι οὐ μόνον Σαρδώ ἡ νῆσος, ὡς τὸ Σαπφώ, ἀλλὰ καὶ Σαρδών Σαρδόνος, ὡς τρυγόνος, ἐξ ης ὁ Σαρδόνιος κόλπος, ὁ μετὰ τὴν Κύρνον. Περὶ δὲ Σαρδόνος καὶ Κύρνου ἐν ἰδίῳ τόπῳ ῥηθήσεται. Φαίνεται δὲ μετὰ τὸ Λιγυστικὸν ειναι καὶ Κύρνιον πέλαγος, τὸ περὶ τὴν Κύρνον νῆσον· ἐνδοτέρω δὲ τούτου τὸ Σαρδόνιον. 83 Οτι μετὰ τὸν Σαρδόνιον κόλπον θάλασσα πρὸς νότον ἡ Τυρρηνὶς, καλουμένη ουτως, διότι παράκεινται αὐτῇ πρὸς βορρᾶν οἱ Τυρρηνοὶ, καθάπερ οἱ Γαλάται τῇ Γαλατικῇ, καὶ οἱ Λίγυες τῇ Λιγυστικῇ, καὶ διὰ τὸ τοὺς Τυρρηνοὺς πειράτας ποτὲ γενομένους αὐτόθι συνιστᾶν τὰ λῃστήρια· ἐκεῖθεν δὲ πρὸς ἡλίου, φησὶν, αὐγὰς κυρτὸς ἐπιστρέφεται ὁ Σικελικὸς ῥόος, μέχρι τοῦ τε Παχύνου, ἀνατολικοῦ ἀκρωτηρίου Σικελικοῦ, καὶ τοῦ κατὰ Κρήτην Κριοῦ μετώπου. ̓Εξήπλωται δὲ, φησὶ, καὶ μέχρι τοῦ ̓Ιονίου κόλπου ἐπιστρεφόμενος καὶ κυρτούμενος εως καὶ ἐκεῖ· διὸ καὶ κυρτὸν αὐτὸν ὠνόμασεν, ὡς μὴ κατ' εὐθυωρίαν προϊόντα μέχρι τῆς Κρήτης, ἀλλὰ καὶ εἰς τὸν ̓Ιόνιον παρεκνεύοντα. Σημείωσαι δὲ οτι νῦν μὲν εως τοῦ Κρητικοῦ μετώπου τοῦ Κριοῦ περαίνει τὸ Σικελικὸν πέλαγος, προϊὼν δὲ αχρι καὶ Σαλμωνίδος αὐτὸ τῆς Κρητικῆς ἑῴας ακρας προάγει. Ενθα τις ἐπιστατικώτερον τῷ λόγῳ διδοὺς ἑαυτὸν ευροι αν διώνυμον τὸ Σικελικὸν πέλαγος, αὐτό τε τοῦτο