ὠκεανοῖο. Καὶ ουτω μὲν διαφωνοῦσιν αὐτοί. Οἱ δὲ παλαιοὶ συμφωνίαν τῇ τοιαύτῃ τῶν περιηγητῶν διαφωνίᾳ τεχνώμενοί φασιν οτι τάχα διὰ τόπων ἀδήλων ὁ Κρόνιος ὠκεανὸς ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι τὸν ̔Υρκάνιον κόλπον. Καὶ ουτω σωθήσεται καὶ ὁ λόγος ὁ λέγων τὴν Κασπίαν κύκλῳ πεζεύεσθαι, καὶ ὁ εἰπὼν ἐκ τῆς Κρονίας θαλάσσης γεννᾶσθαι αὐτήν. 58 Οτι ἡ ἑσπερία θάλασσα ουτως ἐστὶ μεγάλη, καὶ, ὡς αὐτός που ἐρεῖ, ἀπείριτος, ωστε ἐπὶ τὰς τρεῖς ἠπείρους τῆς οἰκουμένης λοξοῖς ἐπιστρέφεται πελάγεσιν, αλλοτε μὲν νήσοις περίδρομος, αλλοτε δὲ η ὀρέων πέζαν ὑποξύουσα η πόλεων. Καὶ ορα τὸ ὑποξύουσα, ὡς ἐὰν ειπῃ τις ὑποτρίβουσα ἐν τῷ παραρρεῖν· καὶ εστιν ἀστεία ἡ τῆς λέξεως τροπὴ, ὡς ἐπὶ ξυομένων ποδῶν. 62 Οτι τὰς μὲν ἀρχὰς εἰς τὸν τῆς περιηγήσεως σκοπὸν ἐπειγόμενος ὁ ∆ιονύσιος, ὡς προείρηται, καὶ αμα ινα καὶ φιλοσοφώτερος δόξῃ, καὶ τὸ κοινὸν ποιητικὸν ἐκκλίνῃ εθος, καινοπρεπέστερον παρῆκε τὰς Μούσας, ὡς ποιητῇ πρέπον, ἐπικαλέσασθαι· καὶ ουτω τὰς μὲν ἀρχὰς τῆς περιηγήσεως, πρὸς μέντοι αὐτῷ τῷ εργῳ γενόμενος, καὶ οτι ποιητής ἐστιν αἰσθόμενος, καὶ ὡς οὐκ ανευ Μουσῶν, ητοι γνώσεως μυθωδικῆς, περιοδευτέα τὰ τῆς γῆς αὑτῷ ἐννοησάμενος, προφανῶς αὐτὰς τῆς περιηγήσεως ἡγεμόνας καλεῖ, ὡς αν ἀρξάμεναι, φησὶ, στοιχηδὸν ἐνέποιεν τὰς σκολιὰς κελεύθους. Καὶ σημείωσαι οτι εἰ καὶ ἐν αλλοις τὸ ἐννέπειν διπλασιάζει τὸ ν, ἀλλ' ἐνταῦθα κατὰ φύσιν δι' ἑνὸς ἐκφέρεται ν, καθὰ καὶ ἐν τοῖς ἑξῆς. 64 Οτι περὶ τὰ Γάδειρα ̔Ηρακλέος ἑστᾶσι στῆλαι πρὸς τοῖς τέρμασι τῆς γῆς, μέγα θαῦμα. Φασὶ δὲ αὐτὰς η ἀνδριάντας ειναι ̔Ηρακλέος, η πόλεις ἐπωνύμους ἐκείνῳ, η καὶ λόφους ἐπονομαζομένους αὐτῷ. Εστι δὲ αὐτῶν ἡ μὲν Εὐρωπαία, Κάλπη καλουμένη βαρβαρικῶς, ̓Αλύβη δὲ καθ' Ελληνας· ἡ δὲ Λιβυκὴ, κατὰ βαρβάρους μὲν Αβεννα καλουμένη, ̔Ελληνικῶς δὲ Κυνηγετική. Μέγα δὲ θαῦμα ὁ ∆ιονύσιός φησιν αὐτὰς η διὰ τὸ ὑψηλόν· ορη γάρ εἰσιν, ων τὸ υψος οὐ μεῖον ἑκατὸν, ως φασιν, ὀργυιῶν· η διὰ τὸ θαυμαστὸν τῆς αχρις ἐκεῖ τοῦ ̔Ηρακλέος ἐλεύσεως. ̓Εκαλοῦντο δέ ποτε καὶ Κρόνου στῆλαι, ειτα καὶ στῆλαι Βριάρεω, διὰ τὸ μέχρι τῶν τῆδε ορων διήκειν τὰ κατ' ἐκείνους. Τὰ Γάδειρα δὲ νῆσος πλησίον τοῦ ὠκεανοῦ περιμήκης κατὰ τοὺς παλαιοὺς, ὡς οια ταινία, τουτέστι καθάπερ ὑφάσματος τμῆμα στενὸν καὶ μεμηκυσμένον, οπερ ἡμεῖς φασκίαν φαμέν. Λέγεται δὲ καὶ ἡ Γάδειρα θηλυκῶς. Καλεῖται δὲ ουτως οἱονεὶ γῆς δειρὰ, ο εστι τράχηλος, διὰ τὸ τῆς ἠπείρου στενὸν, τῆς ἑκατέρωθεν σφιγγούσης τὸν ἐκεῖ ὀλιγοστάδιον πορθμόν. Εστι δὲ καὶ πόλις ἐκεῖ Γάδειρα. ̔Ο δὲ Γεωγράφος φησὶν οτι τὰς ̓Ιταλικὰς παρ' ̔Ομήρῳ Πλαγκτὰς πέτρας καὶ τὰς Ποντικὰς Συμπληγάδας τινὲς τῇ μυθικῇ αὐτονομίᾳ μετήγαγον εἰς τὸν ἐν Γαδείροις πορθμὸν, καὶ ταύτας ειναι στήλας ἐνόμισαν, ας ὁ Πίνδαρος καλεῖ πύλας Γαδειρίδας διὰ τὴν τοῦ πορθμοῦ στενότητα, εἰς ταύτας ὑστάτας ἐλθεῖν φάσκων τὸν ̔Ηρακλέα. Αλλοι δὲ, ὡς ὁ αὐτὸς Γεωγράφος λέγει, στήλας ̔Ηρακλέος φασὶ λέγεσθαι τὰς ἐν τῷ κατὰ Γάδειραν ̔Ηρακλείῳ, τουτέστι τὰς ἐν τῷ τοῦ ̔Ηρακλέος τεμένει ὀκταπήχεις στήλας, ἐν αις ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἐκεῖ ἱεροῦ· ἐφ' ας ἐλθόντες οἱ πλέοντες ἐποίησαν διαβοηθῆναι ἐνταῦθα ειναι τὸ τῆς γῆς καὶ τῆς θαλάσσης πέρας. Ετεροι δὲ στήλας, φησὶν, ὑπέλαβον τὴν Εὐρωπαίαν Κάλπην καὶ τὸ ἀντικείμενον αὐτῇ ορος ἐκ τῆς Λιβύης, τὴν ̓Αβίλην η ̓Αβίλυκα. Αλλοι δὲ στήλας ἐνόμισαν τὰς πλησίον ἐκεῖ ἑκατέρωθεν νησίδας, ων τὴν ἑτέραν Ηρας ὀνομάζουσι νῆσον· καὶ οὐ φαύλως, φησὶ, τὰ τοιαῦτα νησίδια διὰ τὸ εὐπερίγραπτον καὶ σημειῶδες καὶ εὐόριστον στήλαις εἰκάζονται. ̓Εξοχὴν γάρ τινα ἐμφαίνουσι καὶ αὐτὰ οιαν καὶ αἱ στῆλαι καὶ αἱ στυλίδες· καὶ διὰ τοῦτο καὶ τὰ τοιαῦτα στῆλαι αν λέγοιντο. 66 Οτι ὁ Ατλας ὁ κατὰ βαρβάρους ∆ύρις μέγιστον ορος περὶ τὰ τῆς Λιβύης πρὸς δύσιν εσχατα, ἀφ' ου καὶ πέλαγος ὠκεάνιον ̓Ατλαντικόν. ∆ιὰ δὲ τὸ πολὺ τοῦ ορους μέγεθος Ατλαντας αὐτὸ πολυσπερέας ὁ ∆ιονύσιος καλεῖ, ποιητικῷ τρόπῳ· ὡς καὶ ὁ Ποιητὴς Μάλειαν καὶ Μαλείας φησὶ, καὶ Κρήτην καὶ Κρήτας, καὶ ̓Αθήνην καὶ ̓Αθήνας, καὶ τὸ πρόσωπον δέ