ενδον τῆς τῶν Πατάρων μεγάλης ακρας, αἱ Χελιδονίαι τρεῖς νῆσοι κεῖνται, πάρισοι τὸ μέγεθος, διέχουσαι ἀλλήλων οσον πέντε σταδίους, τῆς δὲ γῆς ἀφεστηκυῖαι ὡς ἑξαστάδιον. ̓Αφ' ων οιονταί τινες αρχεσθαι τὸ ᾀδόμενον ορος τὸν Ταῦρον, ἀρχόμενον τῇ ἀληθείᾳ ἀπὸ τῆς τῶν ̔Ροδίων περαίας. ̓Ιστέον δὲ οτι ̔Ηρωδιανὸςἐν τῇ καθόλου προσῳδίᾳ Χελιδονιαί ἀναγινώσκει ὀξυτόνως, ὡς πυρκαϊαί. Πάταρα δὲ κτίσμα Πατάρου, πόλις μεγάλη, περὶ ης προεγράφη πλατύτερον. ̔Η δὲ ̔Ρόδος αλλα τε εσχε θαυμαστὰ καὶ τὸν τοῦ ̔Ηλίου δὲ κολοσσὸν, Χάρητος εργον, ἀνδρὸς Λινδίου, πήχεων ἑβδομήκοντα· καὶ ην καὶ αὐτὸς εν τῶν ἑπτὰ θεαμάτων, ος επεσε σεισμῷ κλασθεὶς ἀπὸ τῶν γονάτων. Πολλὰ δὲ καὶ αλλα ειχεν ἡ ̔Ρόδος ἀγάλματα, ων τὸ τεχνικὸν καὶ μικροῦ δεῖν εμψυχον αἰνιττόμενοι οἱ τεχνῖται ἁλύσεσιν ἐδέσμουν αὐτὰ, μὴ καὶ λάθοιεν τάχα κινηθέντα μεταστῆναί που ἀλλαχοῦ. Εἰ δὲ χρὴ τὴν νῆσον ταύτην οὐ μόνον τῷ μεγίστῳ κολοσσῷ σεμνῦναι, ἀλλὰ καὶ σμικροτάτῳ τινὶ ἐπᾶραι ἀναθήματι· ἐκεῖ γὰρ καὶ ὁ καλὸς πέρδιξ ην, τὸ τοῦ Πρωτογένους ὑμνούμενον πάρεργον. ∆ιὰ δὲ τὸν ἀνωτέρω ῥηθέντα μέγαν κολοσσὸν καὶ Κολοσσαεῖς ὡς ἐκ μεγάλου παρασήμου ἐκαλοῦντο οἱ ̔Ρόδιοι. Λέγεται δὲ καὶ ναύσταθμα εχειν ἡ ̔Ρόδος κρυπτὰ καὶ ἀπόρρητα τοῖς πολλοῖς, καὶ τῷ κατοπτεύσαντι αὐτὰ θάνατον ειναι τὴν ζημίαν. ̓Εκλήθη δέ ποτε, φασὶν, ̓Οφίουσα· ειτα Τελχινὶς, διὰ τοὺς ἐκ Κρήτης Τελχῖνας οἰκήσαντας ἐκεῖ, ανδρας γόητας καὶ βασκάνους. Καίτοι τινὲς μάτην δυσφημηθῆναι τούτους φασί· βασκανθῆναι γὰρ μᾶλλον ὑπὸ τῶν ἀντιτέχνων αὐτοὺς, ἀρίστους ὑπάρξαντας ἐργάτας χαλκοῦ καὶ σιδήρου, οι καὶ τὴν αρπην τῷ Κρόνῳ ἐδημιούργησαν. ̔Ο δὲ Γεωγράφος φησὶ καὶ οτι πλεύσαντες οἱ ̔Ρόδιοι μέχρις ̓Ιβηρίας εκτισαν ἐκεῖ πόλιν ̔Ρόδον.508,509 Οτι ἡ Κύπρος οὐδεμιᾶς νήσου λειπομένη τῇ ἀρετῇ τῷ Παμφυλίῳ καὶ τῷ ̓Ισσικῷ κλύζεται κόλπῳ, ης οὐδεμία ετι ἀνατολικωτέρα νῆσός ἐστι. Λέγει δὲ αὐτὴν ̓Αφροδίτης αστυ ἐπήρατον, ὡς καὶ τὴν Σαμοθρᾴκην Κορυβάντιον αστυ, μικροπρεπῶς μὲν, οὐ γὰρ μεγαλόφωνον τὸ τὴν τοσαύτην νῆσον εἰπεῖν αστυ, ἀκολούθως δ' ουν τῷ μύθῳ, διὰ τὴν ἐκεῖ τῆς ̓Αφροδίτης μάλιστα διατριβήν. Αθυρμα γὰρ ην ἡ νῆσος τῇ δαίμονι, ἀφ' ης καὶ Κύπρις παρωνόμασται· τοῦτο δὲ διὰ τὴν τῶν ἐκεῖ μαχλοσύνην καὶ τὸ ἐπαφρόδιτον. Τινὲς δέ φασι Κύπρον κληθῆναι αὐτὴν ἀπὸ Κύπρου υἱοῦ Κινύρου, η ἀπὸ ανθους ἐκεῖ πολλοῦ φυομένου, κύπρου καλουμένου. Οἱ δὲ Κρύπτον ποτὲ κληθῆναι αὐτὴν λέγουσι, διὰ τὸ κεκρύφθαι ὑπὸ θαλάσσης· οπερ καὶ περὶ ∆ήλου μυθεύεται, καὶ περὶ ̔Ρόδου δὲ κατὰ Πίνδαρον. Οτι δὲ καὶ Σφήκεια ἐκλήθη ποτὲ καὶ Κεραστία, ὁ Λυκόφρων δηλοῖ. ̓Ολβιώτατοι δὲ νησιωτῶν οἱ Κύπριοι. Λέγονται δέ ποτε θαλαττοκρατῆσαι καιρόν τινα καὶ αὐτοί. Κύκλος δὲ ταύτης τῆς νήσου στάδια γυκʹ τοῖς κατακολπίζουσι. Πολλαχοῦ δὲ καὶ ἰσθμοὺς ποιεῖ, διὰ τὸ τοῦ σχήματος ἑτερόμηκες. 506,507 Οτι πρόσθεν Σουνιάδος κορυφῆς, ἐφύπερθεν η ὑπένερθεν τῶν ̓Αβάντων, φαίνονται Σαλαμίς τε καὶ Αιγινα. ∆εῖ δὲ εἰδέναι οτι ταὐτὸν ἐνταῦθα δηλοῖ καὶ τὸ ἐφύπερθεν ̓Αβάντων καὶ τὸ ὑπένερθεν, ινα λέγῃ δι' ἀμφοῖν τὸ νοτιώτερον· οπερ εἰ καὶ ὑπένερθέν ἐστιν, διὰ τὸ καθ' ἡμᾶς βόρειον υψος, ἀλλὰ κατὰ τὴν τοῦ Περιηγητοῦ συνήθειαν υπερθέν ἐστιν, ὡς τιθέντος ἐπὶ τῶν νοτίων τὴν ὑπέρ πρόθεσιν. ̓Ακρωτήριον δὲ ᾀδόμενον ̓Αττικῆς καὶ Εὐβοίας τὸ Σούνιον. Περὶ ην Ευβοιάν εἰσιν οἱ Αβαντες, περὶ ων ἐροῦμεν μετ' ὀλίγα. ̔Η δὲ Σαλαμὶς πρώτη ἐν τῷ Σαρωνικῷ πελάγει, πρὸς ἀνατολὰς Κορίνθου. Καὶ μετ' αὐτὴν ἡ Αιγινα, ην ἐν πολλοῖς καὶ ὁ Πίνδαρος ἐξυμνεῖ. Περὶ ης καὶ τοιαῦτα γράφεται· «Νῆσος πρὸ τῆς ̓Επιδαυρίας ἡ Αιγινα ἐνδοξοτάτη, κύκλον σταδίων ρπʹ, κλυζομένη τῷ τε Κρητικῷ πελάγει καὶ τῷ Μυρτῴῳ, τῷ μεταξὺ Κρήτης καὶ ̓Αργείας καὶ ̓Αττικῆς, ἐν βάθει μὲν γεώδης, ἐπιπολῆς δὲ πετρώδης, διὸ καὶ ψιλή ἐστι, κριθοφόρος δὲ ἱκανῶς, Οἰνώνη ποτὲ ὀνομαζομένη. ̓Εξ αὐτῆς ὁ Αἰακός. Οἱ δὲ ἐν αὐτῇ πρῶτοι Μυρμιδόνες ἐκλήθησαν, οὐχ οτι κατὰ τὸν μῦθον λοιμοῦ τῇ νήσῳ συμπεσόντος καὶ τῶν ἐκεῖ ἐκτριβέντων τῇ νόσῳ, οἱ μύρμηκες ανθρωποι ἐγένοντο,