κομῶσιν αἱ αρουραι, τὰ δὲ ορη χρυσῷ, οἱ δὲ ποταμοὶ θυηλαῖς, οἱ δὲ ἐνοικοῦντες μάλα πίονα δῆμον εχουσι, χρυσέοις πέπλοις ἀγαλλόμενοι μαλακοῖς. Λέγει δὲ καὶ οπως νεβρῖδά τε ἐτανύσατο κατωμαδίην η ἐπωμαδίην ὁ ∆ιόνυσος, καὶ κισσῷ ἐστέψατο, ἀκροχάλιξ δὲ οινῳ μειδιόων, οια φιλομειδὴς, καὶ αὐτὸς πλεκτοὺς ἀνεσείσατο θύρσους, ο εστι κλάδους τινὰς, οι καὶ αὐτοὶ ∆ιονύσου φόρημα ησαν. Σημείωσαι δὲ οτι εἰπὼν ὁ Περιηγητὴς ἀπὸ ἀοικήτων νήσων αγεσθαι ὑπὸ ὀρνίθων τὸ κινάμωμον ἐμφαίνει καὶ αὐτὸς μὴ γινώσκεσθαι τὴν γῆν τὴν φέρουσαν τὸ κινάμωμον, ωσπερ φησὶ καὶ ̔Ηρόδοτος. ̓Εκεῖνος δὲ ἀφηγεῖται καὶ οπως οἱ μὲν ορνιθες τὰ κάρφη τοῦ κιναμώμου φέρουσιν εἰς τὰς οἰκείας νεοσσιὰς, καὶ πηλῷ προσπλάττουσιν ἐν ἀβάτοις κρημνοῖς· οἱ δὲ Αραβες κρέα μεγάλα προρρίπτουσι, καὶ οἱ ορνεις ἀνάγουσιν αὐτὰ, καὶ αἱ νεοσσιαὶ βαρύνονται, καὶ κάτω φέρονται, καὶ τὸ κινάμωμον συλλέγεται. Παρὰ δὲ ̓Αριστοτέλει φαίνεται ὁμωνύμως τοῖς φερομένοις κάρφεσι λέγεσθαι κινάμωμα καὶ τὰ ορνεα τὰ φέροντα τὰ τοιαῦτα κάρφη, ἐξ ων καὶ τὰς νεοττιὰς αὐτὰ ποιοῦνται ἐν τόποις ἀβάτοις, ας οἱ ἐγχώριοι καταβάλλουσι μόλυβδον ὀϊστοῖς προσαρτῶντες καὶ τοξεύοντες, καὶ ουτω συνάγουσιν ἐκ τοῦ φορυτοῦ, φησί, τὸ κινάμωμον. Τὸ δὲ ἐτάνυσε νεβρῖδα οὐκ ἀντὶ τοῦ ἐνεδύσατο νοητέον, ἀλλ' ἀντὶ τοῦ ἐφόρησεν, ἐξεκρέμασεν, ητοι ἐνήψατο. ̓Ενάπτεσθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμβανόμενα, μηδὲ τὸ σῶμα ολον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ αφετα ἐξαρτώμενα, οιον πήραν λεοντῆν η παρδαλέην· ̓Αρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι λέγει. Ουτω γοῦν καὶ νεβρῖδα, ο εστι δέρμα νεβροῦ, ητοι νεογνοῦ ἐλάφου πολύστικτον, ὁ ∆ιονύσιος ἐνάπτεται τοῖς ωμοις. Ποιεῖ δὲ τοῦτο η διὰ τὸ τῶν μεθυόντων πολύτροπον, ὡς φθάσαντες ειπομεν, ου σύμβολον τὸ πολύστικτον, η διὰ τὸ τῶν σταφυλῶν πολύχροον, η καὶ διὰ τὴν ἐκ τῆς μέθης ἀσθένειαν. Καὶ γὰρ καὶ ὁ νεβρὸς ἀπόλεμον καὶ εἰς φυγὴν ἑτοιμότατον. Τὸ δὲ ἀπὸ κισσοῦ στεφάνωμα τὸ τοῦ οινου συμβολικῶς κισσητὸν ητοι ἐπιθυμητὸν αἰνίττεται, ειγε τὸ κισσᾶν ἐπὶ τοῦ ἐπιθυμεῖν τίθεται. Οἱ δὲ θύρσοι τὸ τῶν μεθυόντων ετοιμον εἰς πληγὰς ὑπεμφαίνουσι, πλεκτοὶ λεγόμενοι παρωνύμως τῇ τῶν διαμαχομένων συμπλοκῇ. ̓Ακροχάλιξ δὲ οινῳ ὁ ακρως κεχαλασμένος, η ὁ τῷ ἀκράτῳ χαλασθεὶς τοῦ φρονεῖν, ὁποῖόν τι καὶ ὁ χαλίφρων παρὰ τῷ Ποιητῇ, η ὁ ὀρθοῦσθαι μὴ εχων, ἀλλὰ κάτω χαλώμενος, ὁποῖοι οἱ εξοινοι. Τοῦ δὲ κιναμώμου τὴν βλάστην (φρύγανον δὲ, ως φησιν ὁ Πορφύριος, ἐστὶν ̓Αραβικόν) ὁμοίαν φασὶν ειναι ἀμπέλῳ, ουπερ ὁ ὀσφραινόμενος κλαυθμυρίζεται ὑφ' ἡδονῆς· φιλοῦσι δὲ αὐτὸ αἱ κατὰ χώραν αιγες. ∆ιὸ καὶ ἡ παροιμία ἐπὶ τῶν λίαν φιλίως πρός τι διακειμένων, «ἡ αιξ τὸ κινάμωμον.» ̓Ιστέον δὲ οτι ἀπὸ τοῦ τῶν ̓Αράβων εθνους, μὴ πάνυ ὡς εοικεν εὐδοκιμούντων τὰ εἰς ᾠδὴν, πεπαροιμίασται τὸ « ̓Αράβιος αὐλητής», ος κατὰ τὴν παροιμίαν δραχμῆς μὲν ηυλει, τεττάρων δ' ἐπαύετο. Λέγεται δὲ τοῦτο ἐπὶ τῶν ἀπαύστως διαλεγομένων καὶ ἀδολεσχούντων, καὶ μόλις παυομένων τοῦ πολυλογεῖν, η ἐπὶ τῶν ἀμούσων καὶ βαρβάρων ἐν τῷ αὐλεῖν. 954 Οτι ̓Αράβων πρῶτοι ὑπὲρ κλιτὺν Λιβάνου, τουτέστι πρὸς νότον τοῦ Λιβάνου, ἀφνειοὶ Ναβαταῖοι, ἀπό τινος Ναβάτου καλούμενοι. Ναβάτης δὲ, φασὶν, ̓Αραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. Μετὰ δὲ Ναβαταίους Χαβλάσιοι καὶ ̓Αγρέες, ους ὁ τὰ ̓Εθνικὰ γράψας ̓Αγραίους λέγει. Μεθ' ους ἡ Χάτραμις γῆ, κατὰ δὲ αλλους Χατραμῖτις, κατέναντι Περσίδος γῆς. Καμηλοκόμοι δὲ καὶ ουτοι, καὶ οἱ περὶ τὸ πλευρὸν τῆς ̓Ερυθρᾶς θαλάσσης κείμενοι Σάβαι, οπου καὶ οἱ Μινναῖοι, εθνος καὶ αὐτὸ παράλιον. Τοὺς δὲ Σάβας καὶ Σαβαίους αλλοι φασὶ λέγοντες οτι Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα ̓Αραβίαν νέμονται, καὶ οτι εὐδαιμονεστάτη ἐστὶν ἡ τῶν Σαβαίων γῆ εθνους μεγίστου, παρ' οις καὶ σμύρνα καὶ λίβανος καὶ κινάμωμον καὶ βάλσαμον. Καὶ οτι τεσσάρων ἐθνῶν μεγίστων κατοικούντων τὴν ̓Αραβίαν εν ἐκεῖσέ ἐστι καὶ τὸ τῶν Μινναίων πρὸς ̓Ερυθρὰν, ων πόλις μεγίστη Κάρνα· ἐχόμενοι δὲ Σαβαῖοι. ̔Η δὲ