αἱ Αλπεις. Φασὶ δὲ τὴν ταύτην λέξιν κατὰ τὴν εἰς τὸ ̔Ελληνικὸν μετάληψιν ταὐτὸν δύνασθαι τῇ κλεισούρᾳ. Ουτω δὲ ὑψηλὸν ἱστορεῖται τὸ ορος, ωστε οὐδ' αν πεμπταῖός τις ἀναβαίη αὐτό. Αρχεται δὲ ἀπὸ τῶν αὐτῶν χωρίων, ἀφ' ων καὶ τὰ ῥηθησόμενα ἐν τοῖς ἑξῆς ̓Απέννια ορη τὰ κατὰ τὴν Γένουαν, ητις ἐστὶ Λιγύων ἐμπόριον. ̓Εκαλεῖτο δὲ καὶ κατὰ γένος οὐδέτερον τὰ Αλπια, καὶ Αλβια δὲ μετὰ τοῦ β. 298 Οτι τῷ ̔Ρήνῳ ἑξῆς ὁ Ιστρος ἐπιτέλλεται,ηγουν ἀνατέλλει κάτωθέν ποθεν· ον καὶ ἱερόν φησιν, καὶ σεμνύνει διὰ συνήθους ἐπαναλήψεως, λέγων καὶ οτι εἰς τὸν Ευξεινον πᾶσαν ἐρεύγεται υδατος αχνην, πενταπόροις προχοαῖς, ο εστι πέντε στόμασιν, ἑλισσόμενος περὶ Πεύκην. Νῆσος δὲ ἡ Πεύκη τρίγωνος, μεταξὺ κειμένη τῶν τοῦ Ιστρου στομάτων. ̔Ο μέντοι Πτολεμαῖος ἑπτάστομον καὶ τὸν Ιστρον λέγει, καθὰ καὶ τὸν Νεῖλον. ̔Ωσαύτως καὶ ὁ Γεωγράφος, ος λέγει καὶ οτι μέγιστός ἐστι τῶν Εὐρωπαίων ποταμῶν, διέχων τοῦ ̓Αδριατικοῦ μυχοῦ χιλίους σταδίους, καὶ οτι ἀρχόμενος ἀπὸ Γερμανῶν ῥέει πρὸς νότον, ειτα ἐπιστρέφει πρὸς ἀνατολὰς εως εἰς τὸν Πόντον. Εχει δὲ μέγιστον στόμα τὸ λεγόμενον ἱερὸν, οπερ εζευξέ ποτε ∆αρεῖος, ὡς ὁ Ξέρξης τὰ τοῦ ̔Ελλησπόντου στενά. Περιέχει δὲ καὶ αλλα νησίδια ὁ Ιστρος τοῖς στόμασι δίχα τῆς Πεύκης. ̔Ηρόδοτος δὲ Κελτικὸν ποταμὸν οιδε τὸν Ιστρον, ἐν οις λέγει πληθύνεσθαι μὲν αὐτὸν ὑπὸ πολλῶν ποταμῶν, αρχεσθαι δὲ ἐκ Κελτῶν, ῥέειν δὲ διὰ πάσης Εὐρώπης. Καὶ αὐτὸς δὲ πεντάστομον τοῦτον ἱστορεῖ, καὶ ισον ἀεὶ σχεδὸν αὐτὸν ἑαυτῷ ῥέειν φησὶ, προστιθεὶς καὶ αἰτίαν τὴν δοκοῦσαν αὑτῷ. ̔Ο δὲ Γεωγράφος φησὶ καὶ αλλον Ιστρον ἐκ τούτου τὰς ἀρχὰς εχοντα ἐμβάλλειν εἰς τὸν ̓Αδρίαν κόλπον κατά τινας· δι' ου καὶ δοκεῖ τοῖς πολλοῖς ἡ ̓Αργὼ ἐκ τοῦ Εὐξείνου πόντου διεκπεσεῖν εἰς τὸ ̓Αδριατικὸν πέλαγος, οτε τὸ χρυσοῦν κῶας οἱ ̓Αργοναῦται κλέψαντες ἐκ Κολχίδος εφευγον. Τοῦτο δὲ καὶ ̓Αριστοτέλης οιδεν, ἐν οις λέγει οτι οἱ τριχίαι μόνοι ἀναπλέουσιν ἐκ τοῦ Πόντου εἰς τὸν Ιστρον, ειτα οπου σχίζεται, καταπλέουσιν εἰς τὸν ̓Αδρίαν. Καὶ αὐτὸς γὰρ ἐν τούτοις ὑπεμφαίνει τὸν παρὰ τῷ Γεωγράφῳ ετερον Ιστρον. Φησὶ δὲ ὁ αὐτὸς Γεωγράφος καὶ οτι ὁ Ιστρος ποτὲ Ματόας ἐλέγετο, ο εστι κατὰ Ελλη νας ασιος· καὶ οτι πολλάκις μὲν οἱ Σκύθαι δι' αὐτοῦ περαιούμενοι οὐδὲν επασχον, συμφορᾶς δέ ποτε αὐτοῖς ἐπεισπεσούσης ἡρημηνεύθη ∆άνουβις η ∆άνουσις, ωσπερ τοῦ ἁμαρτεῖν ἐκείνους αἰτίαν εχων, τουτέστιν αἰτιώμενος διὰ τοῦ τοιούτου ὀνόματος ὑπ' ἐκείνων κατὰ τὴν αὐτῶν γλῶσσαν, ὡς αιτιος αὐτοῖς δυστυχίας γενόμενος. Λέγει δὲ ἐκεῖνος καὶ οτι τῷ Ιστρῳ παράλληλά εἰσιν ορη ἀπὸ ̓Αδρίου μέχρι Εὐξείνου πόντου, πρῶτον τὰ ̓Ιλλυρικὰ, ειτα τὰ Παιονικὰ, μεθ' α τὰ Θρᾴκια, ων καὶ ὁ Αιμός ἐστι, πρὸς τῷ Πόντῳ τῷ Εὐξείνῳ δηλαδὴ κείμενος. Μέση ουν τούτων ἡ Παιονία, ὑψηλὴ πᾶσα, ης πρὸς Θρᾴκην καὶ ἡ ̔Ροδόπη κεῖται, οπου ἡ νῦν ὀνομαζομένη Κλοκοτινίτζα. Τινὲς δὲ ουτω συντομώτατα περὶ τοῦ Ιστρου φασίν· Ιστρος ὁ τοὺς Παίονας παραμείβων ἐκ τῶν ̔Ερκυνίων ὀρῶν ναυσίπορος ἐκ πηγῆς αιρεται, καὶ σχιζόμενος τῇ μὲν εἰς τὸν Πόντον ῥέει, τῇ δὲ εἰς τὸν ̓Αδρίαν. 302 Οτι πρὸς βορέαν τῷ Ιστρῳ εθνη κεῖται ταῦτα, Γερμανοὶ, Σαμάται, ητοι Σαρμάται, κατὰ ελλειψιν τοῦ ρ ἀμεταβόλου, ὡς προγέγραπται, καὶ Γέται καὶ Βαστάρναι, ∆ακῶν τε ασπετος γῆ, καὶ ̓Αλανοὶ καὶ Ταῦροι οἱ καὶ ̔Ρῶσοι, οἱ περὶ τὸν ̓Αχιλλέως δρόμον, καὶ Μελάγχλαινοι καὶ ̔Ιππημολγοὶ, περὶ ων ἐν τοῖς εἰς τὴν ̓Ιλιάδα γέγραπται, καὶ Νευροὶ καὶ ̔Ιππόποδες οἱ κατά τινας Χάζαροι, καὶ Γελωνοὶ καὶ ̓Αγάθυρσοι· καὶ ουτοι μὲν βόρειοι. Πρὸς νότον δὲ τῷ Ιστρῳ Γέρραι, καὶ ̓Ωρίκια ἐρυμνὰ αστεα, καὶ Παννόνιοι οἱ κατά τινας Βούλγαροι, καὶ Μυσοὶ Θρᾳκῶν βορειότεροι, καὶ Θρᾷκες αὐτοὶ ἀπείρονα γαῖαν εχοντες. Τούτων δὲ τῶν ἐθνῶν περὶ μὲν Γερμανῶν ἐρρέθη τὸ ἀρκοῦν, περὶ δὲ τῶν ἐφεξῆς εἰρήσεται, ει τι λόγου αξιον τῷ ἐπιτέμνοντι. 304 Οτι τὰ διὰ τοῦ ανος ἐθνικὰ ὀνόματα ἐκτείνει παρὰ τῷ ∆ιονυσίῳ τὴν παραλήγουσαν, οιον Βρεττανός, Γερμανός, ̓Αλανός, Καρμανός, Λευκανός. Τὸ [δὲ] ̓Ηριδανὸς οὐκ εθνους ονομα, ποταμὸς γάρ· διὸ συστέλλει τὴν παραλήγουσαν,