ἀνθρώπους ειναι, οι τὴν ἑξάμηνον νύκτα καθεύδουσιν. Φασὶ δὲ αλλοι ἐπὶ τὰς αρκτους ἐλθόντα τὸν ηλιον ποιεῖν παρατείνειν τὴν ἡμέραν ἐκεῖ καὶ εἰς κʹ θερινὰς ωρας καὶ εἰς πλεῖόν τι, ὀλιγίστων ὡρῶν ποιοῦντα τὴν νύκτα, χειμῶνος δὲ τὸ ἀνάπαλιν. Αἰτίαν δὲ λέγει ὁ ∆ιονύσιος τοῦ ἐκεῖ ἀειφανοῦς φωτὸς τὸ λοξοτέρᾳ τηνικαῦτα τὸν ηλιον ἐπιστρέφεσθαι στροφάλιγγι, τουτέστι τὸ λοξότερον ἀναφέρεσθαι τὸν ηλιον, καὶ δι' αὐτὸ ἐμβραδύνειν τοῖς ανω. Τὸ δὲ ἑξῆς ἐπαγόμενον τὸ ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομένων, ἀντὶ τοῦ κατευθὺ τῆς νήσου φερομένου τοῦ ἡλίου, καὶ εἰς αὐτὴν οιον ἀφορῶντος. Καὶ εστι τὸ σχῆμα ῥητορικὸν ἀντίθετον, ἀντιτεθέντος τοῦ λοξοῦ τῇ εὐθύτητι, ὡς ἐὰν ειπῃ οτι λοξοτέρου μὲν αλλως φύσει τοῦ ἡλίου στρεφομένου, κατ' εὐθὺ δὲ ομως τηνικαῦτα οντος τῇ νήσῳ. Ποιεῖ δὲ, φησὶ, τοῦτο ὁ ηλιος, εως ἐπὶ κυανέους ανδρας νοτίαν ὁδὸν αυθις ἐλάσῃ, τουτέστιν ἐπιμήκης ἡ ἡμέρα γίνεται τοῖς περὶ τὸν βόρειον πόλον, εως εἰς τὸ ἀντικείμενον νότιον ἡμικύκλιον η ἡμισφαίριον τραπῇ ὁ ηλιος. Τούτους γὰρ λέγεσθαί φασι κυανέους, δηλονότι τοὺς πρὸς τῷ νοτίῳ μέρει Αἰθίοπας, εἰς ους καὶ ὁ Ζεὺς ηλιος ἀποδημεῖν ποτε παρὰ τῷ Ποιητῇ πλάττεται. Τὸ δὲ ἐξ πόλον αρκτων ἀντὶ τοῦ περὶ τὸν ἀρκτῷον πόλον, ηγουν κύκλον τοῦ οὐρανοῦ, περὶ ον αἱ δύο αρκτοι εἰλοῦνται. 589 Οτι πρὸς τοῖς ἑῴοις τοῦ ὠκεανοῦ ἐστιν ἡ Χρυσῆ νῆσος, λεγομένη ουτως η διὰ τὸ χρυσὸν φέρειν κατά τινας, η κατὰ τὸν ∆ιονύσιον διότι αὐτόθι ἀνατολαὶ καθαροῦ φαείνονται ἠελίοιο, καὶ ουτω διὰ τὸ καθαρὸν τῆς φαύσεως χρυσοῦς ειναί πως δοκεῖ ὁ ηλιος, οὐ μὴν σκυθρωπὸς, καθὰ παρὰ Σκύθαις διὰ τὴν τοῦ Κρονίου πόντου συννέφειαν. Καὶ διὰ τοῦτο Χρυσῆ λέγεται καὶ ἡ ὑπ' αὐτῷ λαμπομένη αυτη νῆσος. 591 Οτι ἡ Ταπροβάνη ποτὲ Σαλικὴ ὀνομασθεῖσα νῆσός ἐστι πελαγία, οὐκ ἐλάττων τῆς Βρεττανικῆς, κατὰ τὴν ἱστορίαν, τετράπλευρος, θηρονόμος, πεπληθυῖα εὐρίνων ἐλεφάντων, ως φησιν ̓Αλέξανδρος ὁ καὶ Λύχνος ἐπιλεγόμενος· ταύτην τὴν νῆσον ὁ ∆ιονύσιος μητέρα φησὶν ἐλεφάντων ̓Ασιηγενέων. Λέγει δὲ αὐτὴν καὶ Κωλιάδος νῆσον μεγάλην, ο εστιν ̓Αφροδίτης, ὁποία καὶ ἡ Κύπρος, διὰ τὸ καὶ τοὺς ἐν τῇ Ταπροβάνῃ ἀνθρώπους γυναικείῳ κόσμῳ φαιδρύνεσθαι, αλλως τε τὰ εἰς ̓Αφροδίτην θρυπτομένους, ετι δὲ καὶ ἐμπλεκομένους τὰς τρίχας. ̔Ιστορεῖ δὲ καὶ τὸν καρκίνον τὸ θερινὸν ζώδιον ὑπὲρ αὐτῆς δινεῖσθαι τῆς νήσου, οὐρανίαις ἀειρόμενον στροφάδεσσιν, ὡς τοῦ ἐκεῖ κλίματος ὑπὸ τὸν καρκίνον κειμένου. Πτολεμαῖος μέντοι τὸν κριὸν τὸ ζώδιον ὑπὲρ αὐτῆς εἰλεῖσθαί φησι. Σημείωσαι δὲ οτι κατὰ λόγον δριμύτητος, ητοι γλυκύτητος, στροφάδας ουτος νῦν ειπε τὰς τοῦ ἀστέρος τοῦ καρκίνου κατ' οὐρανὸν στροφάλιγγας καὶ κινήσεις. ̔Η δὲ κοινὴ χρῆσις ονομα νήσων εχει τὰς Στροφάδας περὶ τὸ Σικελικὸν κειμένων πέλαγος. Κωλιὰς δὲ ἡ ̓Αφροδίτη η ἀπὸ τόπου ̓Αττικοῦ, οπου τὰ Περσικὰ συνέπεσον ναυάγια, περὶ ων χρησμὸς τοιοῦτος ἐξέπεσε· «Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖς φρίξουσιν.» ̔Ο δὲ τοιοῦτος ̓Αττικὸς τόπος ομοιός ἐστι, φασὶν, ἀνθρώπου κώλῳ. δηλαδὴ τῷ κατὰ τοὺς πόδας, ἐκκείμενος εἰς θάλασσαν, εχων ̓Αφροδίτης ἱερὸν, Κωλιάδος καλουμένης ἐκ τῆς τοῦ τόπου ὁμοιότητος. Ετεροι δὲ Κωλιάδα φασὶ κλη θῆναι ἀπὸ τόπου εἰς ον ζώου κωλῆν ἀπέθετο ορνις εκ τινος θυσίας ἁρπάσας. Μέρος δὲ ποδὸς ἐμπροσθίου ἡ κωλῆ, καὶ περισπᾶται ἀπὸ συναιρέσεως, ωσπερ γαλέα γαλῆ, ουτω καὶ κωλέα κωλῆ. Οἱ δέ φασιν οτι ̓Αθηναίους ἐληΐσαντό ποτε οἱ Τυρρηνοὶ, μεγάλα συνιστῶντες πειρατήρια. Γυνὴ δὲ Τυρρηνὶς διατεθεῖσα φιλίως περί τινα τῶν ̓Αττικῶν αἰχμαλώτων ἀφῆκε λύσασα. ̔Ο δὲ ιδρυσε φυγὼν Κωλιάδος ̓Αφροδίτης ἱερὸν, ὡς δι' αὐτὴν τὰ κῶλα λυθείς. Αιθωνα δὲ τὸν καρκίνον προσεῖπεν ἀντὶ τοῦ καυσοποιὸν, διὰ τὴν θερμότητα ην ὁ ἀὴρ πάσχει, οντος τοῦ ἡλίου ἐν τῷ τοιούτῳ θερινῷ ζωδίῳ. 592 Οτι κεῖται καὶ ἐνταῦθα παρήχησις καινότροπος, ὁποῖαι πολλαὶ ἐν τοῖς εἰς τὴν ̓Οδύσσειαν ειρηνται. Εστι δὲ τοιαύτη, στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αιψά κε Κωλιάδα ἐπὶ νῆσον ικοιο. Παρηχοῦνται γάρ πως ἡ κολώνη καὶ ἡ Κωλιάς. Τάχα δὲ οὐδὲ τοῦτο