ὡς καὶ τὴν ἀκρόπολιν διαλελυμένως ἡ ποίησις ακρην πόλιν φησὶ, καὶ τὴν Λευκόπετραν Λευκὴν πέτραν, καὶ τὴν Νεάπολιν Νέαν πόλιν. ∆ιΐστανται δὲ ἀλλήλων οἱ ποταμοὶ ουτοι οσον αν, φησὶν, εἰς εβδομον ημαρ ιφθιμος καὶ κραιπνὸς, ο εστι ταχὺς, ἀνὴρ ὁδίτης ἀνύσειεν. ̔Επτὰ γὰρ, φησὶν, ἡμερῶν ἡ μέση τῶν ποταμῶν ὁδός ἐστιν εὐζώνῳ ἀνδρὶ, τουτέστιν ἀπερίττῳ καὶ ἐλαφρῷ εἰς ὁδόν. Φασὶ δὲ οἱ παλαιοὶ τὴν συναγωγὴν τῆς Μεσοποταμίας ἐπὶ συχνὸν προπίπτουσαν μῆκος πλοίῳ πως ἐοικέναι. Τὰς δὲ τῶν δύο τούτων ποταμῶν πηγὰς διέχειν ἀλλήλων φασὶ περὶ αφʹ στάδια. Ωκιστος δὲ, φησὶ, ποταμῶν ὁ Τίγρις, καὶ οὐκ αν ἐκείνου ἐν πᾶσι ποταμοῖς θοώτερον, ο εστιν ὀξύτερον, ιδοις. ∆ιὸ, φασὶ, καὶ Τίγρις καλεῖται, ηγουν ταχὺς ὡς βέλος· Μῆδοι γὰρ τίγριν καλοῦσι τὸ τόξευμα. Ουτω δὲ καὶ Ακις ποταμὸς Σικελικὸς παρὰ Θεοκρίτῳ, διότι, φασὶν, ἀκίδι τὸ τάχος τοῦ ῥεύματος ἐκείνου εοικε. Κατὰ δέ τινας παρὰ τὸν τίγριν τὸ ζῶον ἡ κλῆσίς ἐστι τούτῳ τῷ ποταμῷ, ου ἡ γενικὴ τίγριος παρὰ τῷ ̓Αριστοτέλει. Μυθεύεται γὰρ οτι Σύλαξ ποτὲ καλούμενος ὁ ποταμὸς ουτος, ο εστι κατωφερὴς, υστερον ἐκλήθη Τίγρις δι' αἰτίαν τοιαύτην· μαίνεται ∆ιόνυσος Ηρας προνοίᾳ, καὶ φοιτῶν οπη τύχοι γίνεται καὶ πρὸς τῷδε τῷ ποταμῷ, καὶ θέλων εἰς τὸ πέραν διαβῆναι ἀπόρως εχει. Οἰκτίζεται δὲ αὐτὸν ὁ πατὴρ Ζεὺς, καὶ πέμπει ζῶον τίγριν, ος τοῦ πόρου τῷ ∆ιονύσῳ καθηγησάμενος αὐτῷ μὲν ποιεῖ τὸ θυμῆρες, τῷ δὲ ποταμῷ ἀφ' ἑαυτοῦ καλεῖσθαι ἀφίησι. Καὶ αλλως δὲ δίχα τῆς μυθικῆς ταύτης ἐπιβολῆς τὴν πρὸς τὸ ζῶον ὁμωνυμίαν ὁ ποταμὸς εχει διὰ τὸ τοῦ ῥεύματος ὀξύ. Θηρίον γὰρ ὁ τίγρις οὐ μόνον ἐλέφαντος πολὺ ἀλκιμώτερος, ἀλλὰ καὶ τὴν ὠκύτητα οὐ ῥᾴων εἰκασθῆναι. ∆ιὸ καὶ ὁ τῷ ̓Ιουλιανῷ δοθεὶς ἀπατηλὸς χρησμὸς παρὰ θηρὶ ποταμῷ ὑπέσχετο ποιήσειν τὰ θρυλούμενα, ηγουν παρὰ τῷ θηριωνύμῳ Τίγρει. Οτι δὲ διὰ τοῦ ι εχει τὴν γραφὴν ἡ λήγουσα, ἡ κλίσις δηλοῖ· Τίγριος γάρ ἐστι καὶ παρὰ τῷ ∆ιονυσίῳ ἡ γενικὴ, ὡς τοῦ οφιος, ὡς δοκεῖν ἐντεῦθεν ειναι τὴν ̓Αττικὴν γενικὴν Τίγρεως, ὡς Θύμβρεως. ̔Ο μέντοι ̓Αρριανὸς διὰ τοῦ δ κλίνει Τίγριδος, καθὰ καὶ ὁ γράψας τὸ δρᾶμα τῆς Σωσάννης, οιμαι ὁ ∆αμασκηνός, ὡς ἐκ τῆς ἐπιγραφῆς φαίνεται. Ουτω δὲ καὶ τὸ Απις τὸ κύριον ἐν τοῖς περὶ ̓Αρκάδων λόγοις οἱ μὲν διὰ τοῦ δ εκλιναν Απιδος, ὡς Πάριδος, οἱ δὲ κατὰ τὴν τοῦ οφεως κλίσιν αὐτὸ μετεχειρίσαντο, κλίνοντες Απεως. Τινὲς δὲ διὰ τοῦ η κλίνουσι, Τίγρης Τίγρητος, τῷ λόγῳ τῶν εἰς ης ἰαμβικῶν. Αλλοι δὲ καὶ τὴν αρχουσαν μετὰ τοῦ π προφέρουσι, καὶ ευρηται τοιαύτη γραφὴ παρά τε τῷ ̓Ιουλιανῷ καὶ παρὰ τῷ ̓Αρριανῷ δὲ ἐν τοῖς περὶ ̓Αλεξάνδρου. Πολλὰ γὰρ τῶν παλαιῶν ἀντιγράφων εχουσιν ουτω· «Τῶν ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Πίγρητος, οι τὴν μέσην σφῶν ̓Ασσυρίαν ἀπείργουσιν, οθεν καὶ Μεσοποταμία πρὸς τῶν ἐπιχωρίων κληΐζεται, ὁ Πίγρης πολύ τι ταπεινότερός ἐστιν Εὐφράτου.» Εστι δὲ Τίγρις καὶ Παφλαγονικὸς ποταμὸς, περὶ ου φησι Ξενοφῶν, «πρῶτον μὲν Θερμώδοντα, ευρος τριῶν πλέθρων, δεύτερον δὲ Τίγριν τρίπλεθρον ὡσαύτως, τρίτον δὲ Αλυν.» Κλίνει δὲ καὶ αὐτὸς τοῦτον διὰ καθαροῦ τοῦ ο. Καὶ ̔Ηρόδοτος δέ φησιν οτι οὐχ εις μόνος Τίγρις, ἀλλὰ καὶ δεύτερος καὶ τρίτος, οὐχ ὁ αὐτὸς μὲν, οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων, ὁ αὐτὸς δὲ ὀνομαζόμενος. 988 Οτι ἡ Θωνῖτις λίμνη ἐστὶ νιτρώδης κατὰ μέσον τοῦ Τίγριος, εἰς ην αὐτὸς μετὰ πολλοῦ φερόμενος τοῦ ψόφου, καὶ κατὰ μυχὸν τῆς λίμνης, ὡς οἱ παλαιοί φασιν, εἰς βέρεθρον ἐμπεσὼν, καὶ ἐπὶ πολὺ ἐνεχθεὶς ὑπόγεως, καὶ αυθις ἀνίσχων, καὶ διασώσας τὸ ῥεῖθρον ἀμιγὲς διὰ τὴν αγαν ὀξύτητα, παραρρέει τὸ σῆμα τῆς Σεμιράμιδος, καὶ ἐν δεξιᾷ εχων τὴν Μεσοποταμίαν ἐξίησιν εἰς τὸν Περσικὸν κόλπον. ̔Ο δὲ Γεωγράφος φησὶ καὶ ̓Αρσηνὴν καλεῖσθαι τὴν νιτρῖτιν ταύτην Θωνῖτιν, καὶ πολλοὺς εχειν ἰχθύας, ῥήττειν δὲ τὰς ἐσθῆτας καὶ διαξέειν, καὶ αποτον εχειν τὸ υδωρ. Λέγει δὲ καὶ ουτω σφοδρῶς διαβάλλειν αὐτόθι τὸν Τίγριν, ωστε τὴν λίμνην, ἁλμυρὰν ουσαν καὶ ανιχθυν, γλυκεῖαν ἐν τούτῳ τῷ μέρει γίνεσθαι καὶ ἰχθύων πλήρη. Οτι δευτερεύουσι μετὰ τοὺς ̓Ινδικοὺς ποταμοὺς Εὐφράτης καὶ Τίγρις, καὶ οτι