Σκυθῶν, ου υἱὸς ̓Ερίδιος, ἀφ' ου ὁ Ποντικὸς ποταμὸς κληθεὶς ̓Ερίδιος υστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ιρις.» ̔Ο δὲ Γεωγράφος φησὶν οτι ὁ Θερμώδων ἐκ πολλῶν πληροῦται ποταμῶν, ῳ πάρισος ἐκ Φαναροίας ῥέει Ιρις. ̔Ρέει δὲ, φησὶ, καὶ δι' ̓Αμασείας ὁ Ιρις, παραλαβὼντόν τε Σκύλακα καὶ αλλους ποταμοὺς καὶ τὸν ἐξ ̓Αρμενίας ῥέοντα Λύκον. 784 Οτι τῷ Ιριδι ἐπιμορμύρουσι ῥοαὶ Αλυος ποταμοῦ, ἑλκόμεναι πρὸς βορρᾶν, ἀπὸ τῶν ̓Αρμενίων ὀρῶν, ἐγγὺς τῆς Καραμβίδος, ακρας Παφλαγονικῆς, περὶ ης ειπε καὶ ἀλλαχοῦ. Νομίζεται δὲ κληθῆναι Αλυς ἀπὸ τόπου τοῦ κατὰ τὴν Ξιμηνὴν, ενθα ὀρυκτοὶ αλες εὑρίσκονται· καὶ εἰ τοῦτο ἀληθὲς, σκοπητέον μή ποτε δασύνεσθαι ὁ Αλυς ὀφείλει, ὡς ἀπὸ τῶν τοιούτων ἁλῶν. Οἱ μέντοι ψιλοῦντες τὴν λέξιν παρὰ τὴν αλην, ο εστι τὴν πλάνην, ἐτυμολογοῦσιν αὐτὸν, ὡς περὶ πολλὴν γῆν ἀλώμενον. ̔Ο δὲ Γεωγράφος φησὶ ῥέειν αὐτὸν μεταξὺ Παφλαγόνων καὶ Σύρων, ητοι Καππαδόκων. ̔Ηρόδοτος δέ φησιν οτι ὁ Αλυς ωριζε μέν ποτε τὴν Μηδικὴν ἀρχὴν καὶ τὴν Λυδικὴν, ῥέει δὲ ἐξ ̓Αρμενίου ορους διὰ τῆς γῆς τῶν Κιλίκων· παραμειβόμενος δὲ Ματιανοὺς μὲν ἐν δεξιᾷ, ἑτέρωθεν δὲ Φρύγας, ῥέει πρὸς βορρᾶν, ενθεν μὲν Συρίους Καππαδόκας ἀφεὶς, ἐξ εὐωνύμων δὲ Παφλαγόνας. Λέγει δὲ καὶ οτι Θαλῆς ὁ Μιλήσιος εσχισέ ποτε τὸν Αλυν τῷ Κροίσῳ διὰ βαθείας διώρυχος εἰς εὐδιάβατον. 787 Οτι ἐπὶ τοῖς ῥηθεῖσι ποταμοῖς οἱ Παφλαγόνες τε παράλιοι νέμονται, ἀπὸ Παφλαγόνος ουτω κληθέντες υἱοῦ Φινέως· καὶ οἱ Μαριανδυνοὶ, οπου καὶ ἡ κατὰ τὸν Πόντον ̔Ηράκλεια, ἐπώνυμος μὲν ̔Ηρακλέος, Μιλησίων δὲ κτίσμα κατὰ τὸν Γεωγράφον. Ξενοφῶν μέντοι φησὶν οτι ἡ ἐν τῷ Πόντῳ ̔Ηράκλεια Μεγαρέων αποικος. ̓Ενταῦθα διὰ τοῦ πεδίου ῥέει ποταμὸς, Λύκος ονομα, ευρος ὡς δύο πλέθρων. Οἱ δὲ Μαριανδυνοὶ ουτω καλοῦνται ἀπό τινος Αἰολέως Μαριανδύνου ουτω καλουμένου. Καὶ τὸ ἐθνικὸν δὲ Μαριάνδυνος μὲν λέγεται προπαροξυτόνως κατὰ τοὺς Αἰολεῖς, ως φησιν ὁ γράψας τὰ ̓Εθνικὰ, ἡ δὲ κοινὴ χρῆσις ὀξύνει αὐτὸ, κατὰ τὸν τύπον τῶν εἰς νος ἐθνικῶν. Οὐ παραλήγεται δὲ τῷ η, ὡς τὰ ομοια ἐθνικὰ, διὰ τὸ ἀκολουθῆσαι τῇ γραφῇ τοῦ ὁμωνύμου κυρίου ὀνόματος. Περὶ δὲ τὴν τῶν Μαριανδυνῶν γῆν βοτάνη φύεται δηλητηριώδης τὸ ἀκόνιτον, περὶ ου μῦθός φησιν, οτι ὁ Κέρβερος ὁ χαλκεόφωνος ̓Αΐδου κύων ἀνελκόμενος ἐξ ᾳδου ὑπὸ μεγαλόφρονος ̔Ηρακλέος, καὶ λυττήσας δεινὸν ἐκεῖ ἀπὸ στόματος εβαλε σιαλώδη χυμὸν η χυλὸν, ον δεξαμένη ἡ γῆ αὐτόθι πῆμα ἐφύτευσε τὸ ἀκόνιτον. Ονομα δὲ φαρμάκου τοῦτό ἐστι, πρὸς ο οὐκ εστι κονίσασθαι καὶ οιον παλαῖσαι καὶ ἀντιπαλαμήσασθαι· διὰ τοῦτο γὰρ καὶ ἀκόνιτον λέγεται, οἱονεὶ ἀκαταπάλαιστον. 791 Σημείωσαι δὲ διὰ τοῦ σιαλώδεος, οτι οὐ μόνον σίελος λέγεται διὰ τοῦ ε, ἀλλὰ καὶ σίαλος διὰ τοῦ α, ὡς καὶ υελος καὶ υαλος. ∆ιόδωρος δὲ ουτω περὶ τούτου φησίν, « ̔Ηράκλεια Μεγαρέων αποικος, περὶ ην ̓Αχερουσία χερρόνησος, οπου φασὶν ̔Ηρακλέα τὸν ἐξ ᾳδου Κέρβερον ἀναγαγεῖν.» ̓Αρριανὸς δὲ ουτω γράφει περὶ τῶν τοιούτων· «ἐπέκεινα Σαγγαρίου ομοροι Παφλαγόνων Μαριανδυνοὶ, ενθα πόλις ̔Ηράκλεια πεπόλισται, οπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον ἐδυστύχησαν· ην γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν.» Τὸ δ' ἀκόνιτον πάλαι μὲν, φασὶν, ἀσινὲς ην, υστερον δὲ κακόν τι γέγονε φάρμακον διὰ τὸν ἰὸν, ος τῶν ἐχιδνῶν ἀποστάξας, αι τῆς τοῦ Κερβέρου κεφαλῆς ἐκπεφύκασιν, εβλαψε τὴν πόαν. Καὶ τάχα τις ἀστεϊζόμενος πρὸς τὸν μῦθον καὶ τὸν ̔Ηράκλειον τοῦτον αθλον κάτω βάλλων ἐρεῖ μηδὲν ἀγαθὸν τὸν ̔Ηρακλῆ ἐνταῦθα καταπράξασθαι. Οὐ γὰρ τοσοῦτον ἀνθρώποις ειναι πῆμα τὸν Κέρβερον κάτω μένοντα, οσον ανω γενόμενον. Τότε μὲν γὰρ νεκροῖς ἐνεκάθητο, ους οὐκ εστι δὶς θανεῖν, ανω δὲ φανεὶς καὶ τὸ ἀκόνιτον ἐκφήνας κακὸν μέγα τοῖς ζῶσιν ἐγένετο. ̔Υποκάθηται δὲ τῷ λόγῳ τούτῳ καὶ σκῶμμα κατὰ τῶν Ποντικῶν ̔Ηρακλεωτῶν. Εἰ γὰρ ἐπαινετέα ἡ σιλφιοφόρος Κυρήνη διὰ τὴν ευχρηστον βοτάνην τὸ σίλφιον, μωμητέοι ἐκ τοῦ ἀνάπαλιν ανθρωποι, παρ' οις τὸ θανάσιμον φύεται, ειγε καὶ ὁ θύμος μηδὲν βλάπτων ομως ψεκτέαν τὴν θυμοφόρον