τοὺς ἐν ̓Αραβίᾳ Αραβας καὶ ̓Αραβίους, ουτω καὶ τοὺςτῆς Συρίας Σύρους τε καὶ Συρίους λέγομεν. Τοῦ δὲ Σύρος ἐστὶ καὶ θηλυκὸν εἰς ρα· λέγεται γὰρ καὶ ἡ Σύρα γλῶσσα. 907 Οτι Φοίνικες πρῶτοι νηυσὶν ἐπειρήσαντο θαλάσσης, καθὰ δηλοῖ καὶ Ομηρος ναυτικωτάτους αὐτοὺς ἱστορῶν, πρῶτοι δὲ τῆς κατὰ θάλασσαν ἐμπορίας ἐμνήσαντο, καὶ βαθὺν οὐρανίων ἀστέρων πόρον ἐφράσαντο· οὐχ οτι αὐτοὶ τὸν οὐρανὸν πόλοις, ο εστι κύκλοις ετεμον, τοῦτο γὰρ Αἰγυπτίων ευρεμα, ὡς προείρηται, δι' ἀστρονομίαν, ἀλλ' οτι τοῖς ἠστροθετημένοις ηδη καὶ παρ' Αἰγυπτίων ἠστρολογημένοις προσέσχον δι' ἐμπορίαν οἱ Φοίνικες. Ναυτικώτατοι δὲ Φοινίκων Σιδώνιοι. ̔Ο δὲ Γεωγράφος ουτω περὶ τούτων φησίν. « Ωσπερ Αἰγυπτίων ευρεμα ἡ γεωμετρία ἐκ τῆς χωρομετρίας, ην ὁ Νεῖλος ἐργάζεται συγχέων τοὺς τῆς γῆς ορους ἐν ταῖς ἀναβάσεσιν, ουτως ἐκ Φοινίκων εἰς Ελληνας ἡ ἀστρονομία ηκειν πεπίστευται καὶ ἡ ἀριθμητική· φιλόσοφοι γὰρ περὶ ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναύκληροι, ἀπὸ λογιστικῆς καὶ νυκτιπλοίας ἀρξάμενοι», τουτέστιν ὡς λογαριάζοντες μὲν τοὺς φόρτους, αστροις δὲ σημαινόμενοι τὸν ἐν νυκτ' πλοῦν ἀρχὴν ἐντεῦθεν εσχον εἰς ἀστρονομίαν καὶ ἀριθμητικήν. ̓Αρριανὸς δὲ ἐν τοῖς περὶ ̓Αλεξάνδρου φησὶν οτι Φοίνικες μὲν πρὸς τὴν ὀλίγην αρκτον μελετῶσι τὰς πορείας, οἱ δὲ αλλοι ανθρωποι πρὸς τὴν μείζω. Λέγει δὲ ἐκεῖνος ὀλίγην μὲν τὴν Κυνόσουραν, μεγάλην δὲ τὴν ̔Ελίκην, ἀφ' ης καὶ οἱ ̓Αχαιοὶ ἑλίκωπες, ως τινες οιονται. ̔Ηρόδοτος δὲ στοχάζεται καὶ τὰ γράμματα μὴ οντα πρὸς τοῖς Ελλησιν ἐκεῖθεν παραδοθῆναι ὑπὸ τῶν μετὰ Κάδμου εἰς τὴν ̔Ελλάδα ἐλθόντων Φοινίκων, οθεν καὶ Φοινίκια καλεῖσθαι. 910 Οτι πόλις Φοινίκης ̓Ιόπη, κληθεῖσα ουτως η ἀπὸ τῆς ̓Ιοῦς η ἀπὸ ̓Ιόπης, θυγατρὸς μὲν Αἰόλου, γυναικὸς δὲ Κηφέως, ἀφ' ου καὶ Κηφῆνες οἱ Αἰθίοπες. Οτι Γάζα πάλαι μὲν Φοινίκης, νῦν δὲ Παλαιστίνης. ̓Εκλήθη δέ ποτε καὶ Αζα, η ἀπὸ Αζωνος υἱοῦ ̔Ηρακλέος, η οτι Ζεὺς κτίσας αὐτὴν ἀπέλιπεν αὐτόθι τὴν ἑαυτοῦ γάζαν· καλοῦσι δὲ ουτως οἱ Πέρσαι τὰ χρήματα. Οτι ̓Ελαῒς πόλις Φοινίκης ουτω λέγεται διὰ τὸ ἐλαιοφόρος ειναι. 911 Οτι νῆσός ποτε ην ἡ Τύρος, ὡς καὶ ̓Αρριανὸς λέγει· «Τύρος ἡ τότε ετι νῆσος.» ̓Ωνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, η ἀπὸ γυναικὸς Τυροῦς, ης καὶ ̓Αγήνορος ἡ Εὐρώπη, ης ἡ χώρα ἐπώνυμος. Συνῆπται δὲ ἡ Τύρος χώματι πρὸς τὴν ηπειρον, ο κατεσκεύασε πολιορκῶν ̓Αλέξανδρος, οτε κατὰ ἐνύπνιον Σάτυρος ὁραθεὶς ἐχρηστηρίασε τῷ βασιλεῖ κατὰ ὀνείρου λοξότητα, οτι σὰ Τύρος, τουτέστι σὴ ∆ωρικῶς, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εσται ἡ Τύρος. Τιμῶσι δὲ τὸν ̔Ηρακλέα ὑπερβαλλόντως οἱ Τύριοι, καί εἰσι πολύτεχνοι καὶ κατὰ τοὺς Σιδωνίους καλλίτεχνοι. Εστι δὲ, φασὶ, καὶ πορφύρα καλλίστη ἡ Τυρία. ̔Ο δὲ Γεωγράφος φησὶ καὶ οτι μεγίστη ἐστὶ μετὰ Σιδῶνα ἡ Τύρος, καὶ οτι ἀρχαιοτάτη, καὶ δύο λιμένας εχει, τὸν μὲν κλειστὸν, τὸν δὲ ἀνειμένον, καὶ οτι πολυστέγους οἰκίας εχει, καὶ οτι σεισμοί ποτε γενόμενοι μικρὸν ἀπέλιπον τοῦ αρδην αὐτὴν ἀφανίσαι, καὶ οτι ἀτυχήσασα ἐν τῇ ὑπὸ τοῦ ̓Αλεξάνδρου πολιορκίᾳ ομως υστερον ἑαυτὴν ἀνέλαβε διὰ τῆς ναυτιλίας, καθ' ην ὑπερτεροῦσι πάντων οἱ Φοίνικες. Εστι δὲ καὶ περὶ τὸν Περσικὸν κόλπον νῆσος, ωσπερ καὶ Αραδος. Λέγεται δὲ καὶ οτι ἱερὸν ̔Ηρακλέος ἐν τῇ Τύρῳ ην πλουσίως ἐσκευασμένον, καὶ στῆλαι δύο κατὰ τὸν ̔Ηρόδοτον, ἡ μὲν χρυσοῦ ἀπέφθου, ἡ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας. 912 Οτι τὰς περὶ Φοινίκην πόλεις μετ' ἐπιθέτων ἐκφράζει, οια εὐπόρως εχων τοῦ ὀνομάζειν· λέγει γὰρ Τύρον ὠγυγίην, Βηρυτὸν ἐρατεινὴν, Βύβλον ἀγχίαλον, Σιδῶνα ἀνθεμόεσσαν, Τρίπολιν λιπαράν. Περὶ μὲν ουν τῆς Τύρου ειρηται τὸ ἀρκοῦν. ̔Η δὲ Σιδὼν, περὶ ην χαρίεντα λέγει ποταμὸν ῥέειν τὸν Βοστρηνὸν, πολυτέχνους εχει πολίτας καὶ καλλιτέχνους. Οτι δὲ τοιοῦτοί εἰσιν οἱ Σιδώνιοι, δηλοῦσι καὶ οἱ παρὰ τῷ Ποιητῇ παμποίκιλοι πέπλοι, Σιδωνίων εργα γυναικῶν, καὶ ὁ τοῦ Ευνεω κρατὴρ, ος κάλλει ἐνίκα πᾶσαν ἐπ' αιαν. Τούτους δὲ τοὺς Σιδωνίους ἀποίκους ειναί τινές φασι Σιδωνίων τῶν ἐν τῷ Περσικῷ κόλπῳ, οἱ δὲ παλαιοὶ