συνάγουσι τὸν μεταξὺ πόρον, καὶ ποιοῦσι δύο πελάγη μεγάλα.» 152 Οτι ωσπερ ̔Υψιπύλη ̔Υψιπύλεια, ̓Απάμ ̓Απάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια· ουτω καὶ Εὐρώπη Εὐρώπεια. Καὶ τὴν Εἰδοθέαν δὲ Εἰδοθέειαν αὐτὸς μετ' ὀλίγα ἐρεῖ. ̔Ο δὲ σχηματισμὸς ̓Ιώνων ιδιος. 157 Οτι τὸν Ευξεινον, ου λοξὰς εφθασεν εἰπὼν τὰς κελεύθους, τόξῳ ἀπεικάζει τεταμένῳ Σκυθικῷ. Σκυθικὰ δὲ τόξα τὰ ἐκ κεράτων συγκείμενα. Καὶ νευρᾶς μὲν ειναι σημεῖα τίθησι τὰ τοῖς εἰσπλέουσι δεξιὰ τοῦ Πόντου, ητοι τὰ νότια, εὐθὺ διαγραφέντα, τουτέστι ταθέντα κατ' εὐθεῖαν γραμμὴν, καὶ ὑπερβάντα τὴν Κάραμβιν, ἐκτὸς πεσοῦσαν τῆς γραμμῆς, πλὴν οὐ πρὸς νότον, ἀλλ' εἰς βορέαν ὁρῶσαν· ινα μὴ σκολιὰ γένηται ἡ τοῦ τόξου νευρὰ, προσλογιζομένης καὶ τῆς καμπῆς τῆς Καράμβεως. Τὰ δὲ τοῦ Πόντου βόρεια τὰ τοῖς ἐκ τῆς Προποντίδος εἰσπλέουσι σκαιὰ, ηγουν ἀριστερὰ, σχῆμα εχειν φησὶ τῶν τοῦ τόξου δύο κεράτων, διὰ τὸ καὶ αὐτὰ ὁμοίως τοῖς τοῦ τόξου κέρασιν ἐπὶ δισσὴν κυρτοῦσθαι στροφάλιγγα ἑκατέρωθεν τοῦ Μετώπου τοῦ κριοῦ. ̓Ιστέον δὲ οτι ωσπερ ὁ Ευξεινος πρὸς τόξον εικασται, ουτω καὶ αλλοι τόποι πολλοὶ διαφόρως εἰκάζονται πρός τινας ὁμοιότητας. Ουτω γὰρ τὴν Αιγυπτον δελτωτὸν τρίγωνον ἡ ἱστορία φησίν. [ ̓Εντεῦθεν τὰ δύο κριοῦ ἐτυπώθησαν μέτωπα, τό τε Κρητικὸν καὶ τὸ Ποντικόν.] Ουτω τὴν ̓Αλεξάνδρειαν εἰκάζουσι χλαμύδι στρατιωτικῇ, τὴν ̓Ιταλίαν κισσῷ, τὴν ̓Ιβηρίαν βύρσῃ βοὸς, τὴν Νάξον ἀμπέλου φύλλῳ, τὴν τοῦ Πέλοπος πλατάνου πετάλῳ, τὴν Σαρδὼ ιχνει ἀνθρώπου, τὴν Κύπρον δορᾷ προβάτου, τὴν Λιβύην τραπεζίῳ σχήματι, καὶ αλλα δὲ αλλως εἰκάζουσιν οἱ παλαιοί. Σημείωσαι δὲ οτι τὸ ἐοικέναι τόξῳ τὸν Ευξεινον περιφράζων ουτω φησί «τόρνῳ εἰδόμενον περιηγέος αμματι τόξου». Λέγει δὲ τόρνον μὲν τὸ τορνοειδές· ωσπερ ὁ Λυκόφρων στρόβιλον τὸ στροβιλοειδές· αμμα δὲ τόξου τὸν σύνδεσμον τοῦ Σκυθικοῦ τόξου· περιηγές δὲ τὸ περιηγμένον ητοι καμπύλον, τοιοῦτο δὲ τὸ ἐντεταμένον τόξον, ινα λέγῃ ἐοικέναι τὸ τοῦ Εὐξείνου πέλαγος τόξῳ οὐ σκολιῷ, ἀλλὰ στρογγύλῳ γενομένῳ διὰ τὴν τάσιν τῆς νευρᾶς. Περιάγει γὰρ ἡ τάσις τὰ κέρατα εἰς καμπὴν, καὶ ουτως ἀπὸ σκολιοῦ γίνεται περιφερὲς κατὰ τὰς ἁψῖδας τὸ τόξον. Οτε δὲ καὶ εἰς βολὴν ἐπιταθῇ, τότε κυκλοτερὲς τὸ τόξον γίνεται κατὰ τὸν Ποιητήν. Τὸ δὲ περιηγές καὶ ἐπὶ ἀγκίστρου λέγεται. 163 Οτι πρὸς βορρᾶν Εὐξείνου ἡ Μαιῶτις λίμνη, καὶ οτι Σκύθαι αὐτὴν ἀμφινέμονται καὶ εἰς αὐτὴν τερματοῦνται. Φησὶν ουν ὁ ̔Ηρόδοτος «Τάναϊν διαβάντι οὐκέτι Σκυθίη.» Εθνος δὲ καὶ οἱ Μαιῶται Σκυθικὸν, πολυανθρωπότατόν τε καὶ αλκιμον, ανδρες γεωργοὶ καὶ πολεμισταί. Τὴν δὲ τοιαύτην Μαιῶτιν μητέρα τοῦ Πόντου καλοῦσιν· οθεν καὶ τούτου τινές φασι λαχεῖν αὐτὴν τοῦ ὀνόματος· μαῖα γὰρ ἡ τροφός. ∆ιὸ καὶ ὁ Περιηγητής φησιν «ἐξ αὐτῆς Πόντου τὸ μυρίον ελκεται υδωρ, ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, παρ' ῳ πολλοὶ Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.» Φασὶ δέ τινες καὶ μὴ πολὺ ἐλάττονα ειναι τοῦ Πόντου τὴν αὐτοῦ μητέρα ταύτην τὴν Μαιώτιδα. ̓Ιστέον δὲ οτι καὶ Μαιῶτις λέγεται διὰ τοῦ ω παρὰ τοῖς παλαιοῖς, ὡς ἀπὸ τοῦ μαιῶ, μαιώσω, καὶ Μαιῆτις διὰ τοῦ η, ὡς ἀπὸ τοῦ μαῖα. Ταῦρον δὲ λέγει ορος αλλο παρὰ τὸν μετὰ ταῦτα ῥηθησόμενον ἑῷον Ταῦρον, η βόρειόν τι τμῆμα ἐκείνου τοῦ Ταύρου, ὑφ' ῳ κεῖνται οἱ Κιμμέριοι, τὸ Σκυθικὸν εθνος. Ενθα καὶ ἡ Ταυρικὴ χερρόνησος, μεγάλη ουσα, καὶ ως φασί τινες τῇ Πελοποννήσῳ ἐοικυῖα καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος, παρακειμένη δυσμικὴ τῷ στόματι τῆς Μαιώτιδος. Οἱ δὲ ἐνταῦθα Σκύθαι Ταυροσκύθαι λέγονται ἀπὸ τοῦ ἐκεῖ Ταύρου ορους, οπερ οιδε καὶ ̔Ηρόδοτος, ἱστορῶν καὶ αὐτὸς ορη Ταυρικὰ, Σκυθικά. Περὶ δὲ Κιμμερίων ζήτει ἐν τοῖς εἰς τὴν ̓Οδύσσειαν. Τὸ δὲ ὑπὸ ψυχρῷ ποδὶ Ταύρου εχει τι ἀστεῖον καὶ αἰνιγματῶδες κατὰ τὴν ὁμωνυμίαν τῶν λέξεων. 170 Οτι τὸ τῆς περιηγήσεως ἐνταῦθα χρήσιμον ἐκτιθέμενος λέγει· « ̓Ερῶ σοι τὸ τῆς γῆς ἁπάσης ειδος, οφρα καὶ οὐκ ἐσιδὼν εχοις ευφραστον ὁπωπὴν (ηγουν θεωρίαν), ἐκ δὲ τοῦδε γεραρός τε καὶ αἰδοιέστερος ειης,