εἰς τὴν Αιγυπτον. Αμπωτις δέ ἐστι ξηρασία καὶ ἀνάποσις υδατος περιοδικὴ, ἀνάπωτις ουσά τις, καὶ ἐν συγκοπῇ αμπωτις. Πάθος δέ ἐστι γινόμενον πολλαχοῦ, οια τοῦ ἐπιπολάζοντος υδατος ἀπονοστοῦντος, καὶ ἐν τῷ οιον ἀναπίνεσθαι ὑπὸ γῆν δυομένου κατὰ χρονικὰς περιόδους τινάς. Αιτιον δέ φασι τοῦ πάθους τού του πνεῦμα ὑπόγεων, ποτὲ μὲν ἐπιὸν, ποτὲ δὲ ἀπιὸν καὶ ὑπονοστοῦν, οτε τὸ υδωρ ἀνωθούμενον, ειτα συγκαταδῦνον ποιεῖ τὴν αμπωτιν, ητις, ὡς ἐρρέθη, ἐκ τῆς ἀναπόσεως κέκληται, ωσπερ αυ πάλιν ἐκ τοῦ ἐναντίου ἡ πλημμύρα ὠνόμασται, ὡς ἀπὸ τοῦ πλῷ πλήσω τὸ ἀναπληρῶ, ἐξ ου καὶ ἡ πλήμη παρὰ τῷ Γεωγράφῳ, ἀφ' ης ἡ πλημμύρα παρῆχθαι δοκεῖ κατὰ παρωνυμίαν τινά. Τάχα δὲ ἀπὸ τῆς τοιαύτης πλήμης καὶ τὸ πλημμελεῖν ἐπί τε πλαδῶντος στομάχου λέγεται καὶ ἑτέρων σημασιῶν μεταφορικῶς. 205 Οτι μέση τῶν Σύρτεων ἡ Νέα πόλις, ἡ καὶ μικρὰ Λέπτις, ης ὑπὲρ αιαν Λωτοφάγοι ναίουσι, φιλόξενοι οντες, περὶ ων ἐν ̓Οδυσσείᾳ γέγραπται· ενθα ποτὲ καὶ ̓Οδυσσεὺς ηλθε πλανώμενος. Εστι δὲ καὶ περὶ Καμπανίαν Νέα πόλις διάσημος, ὡς ῥηθήσεται. 209 Οτι οἱ Νασαμῶνες, τὸ Λιβυκὸν εθνος, εκ τινος βασιλεύσαντος τὴν ὁμωνυμίαν εσχον, ος Νασάμων βαρυτόνως ἐλέγετο, εἰ καὶ τὸ ἐθνικὸν τὸ ἀπ' αὐτοῦ ὀξύνεται, πρὸς ἀντιδιαστολὴν ισως τοῦ κυρίου ὀνόματος. Τούτους, φησὶ, ∆ιὸς οὐκ ἀλέγοντας ἀπώλεσεν Αὐσονὶς αἰχμὴ, ἀδίκων χειρῶν κατάραντες. ̓Ανεῖλον γὰρ δόλῳ Λέντουλον στρατηγόν τινα ̔Ρωμαίων, ἐκεῖ ἀφιγμένον. ∆ιὸ καὶ ἠνδραποδίσθησαν ὑπὸ ̔Ρωμαίων. Οἱ δέ φασιν αὐτοὺς καταπολεμηθῆναι, οτε ὁ λεγόμενος ἐμφύλιος ἀνῆπτο πόλεμος, συναγωνιζομένους τῷ Κάτωνι κατὰ τοῦ Καίσαρος. Τὸν δὲ Νασάμωνα, ου τὸ εθνος ἐπώνυμον, Γαράμαντός τινος γενεαλογοῦσι, τοῦ καὶ ̓Αμφιθέμιδος λεγομένου, ἀφ' ου καὶ τὸ Λιβυκὸν εθνος οἱ Γαράμαντες ἐκλήθησαν. Οἱ δὲ Νασαμῶνες οτε ἀποδημοῦσι, πτερὰ ἐπὶ ταῖς κεφαλαῖς ὀρθὰ εχουσιν, ὡς ὁ ∆ίων φησίν. Αλλοι δὲ καὶ πολυγύναικας τούτους ἱστοροῦσι, καὶ τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους ἐπίκοινον. Μαντεύονται δὲ, φασὶν, ἀπὸ ἐνυπνίων, α βλέπουσι φοιτῶντες εἰς τὰ τῶν προγόνων μνήματα. Τιμῶσι δὲ τοὺς ἐν αὐτοῖς δικαιοτάτους εἰς τοσοῦτον, ωστε καὶ τεθνεῶτας ὀμνύουσιν αὐτοὺς τῶν τύμβων ἁπτόμενοι. Καθημένους δὲ, φασὶ, θάπτουσι τοὺς νεκρούς. Ἐσθίουσι δὲ ἀττελάβους, πρὸς ηλιον ξηράναντες· ειδος δὲ ἀκρίδος ὁ ἀττέλαβος. 211 Οτι μεσήπειροι κατὰ Λιβύην οἱ ̓Ασβύσται τὸ εθνος, ενθα καὶ τὸ ὑμνούμενον Αμμωνος τοῦ Λιβυκοῦ θεοῦ τέμενος ψαμάθῳ ὑπὸ πολλῇ. Καὶ τούτου τοῦ τόπου τὸ ἐθνικὸν ̓Αμμώνιοι, παρ' οις λέγεται ἡ τοῦ ἡλίου ειναι κρήνη, ητις ἐν ἑκάστῳ νυχθημέρῳ πολλὰς δέχεται τροπὰς, ὡς ̔Ηρόδοτος ἱστορεῖ, κατὰ τὸ ψύχεσθαι καὶ θερμαίνεσθαι περιοδικῶς. ̔Ιστορεῖται δὲ τὰς μαντείας διὰ συμβόλων ἐν Αμμωνος γίνεσθαι, ητοι διὰ σχημάτων τινῶν καὶ κατανεύσεων καὶ ἀνανεύσεων. Τὸ δὲ ψαμάθῳ ὑπὸ πολλῇ ἐτυμολογίας ἐστὶν ἀφορμὴ, ὡς παρὰ τὴν αμμον ἐτυμολογουμένου τοῦ Αμμωνος, ην πάνυ πολλὴν ὁ νότος τοῖς ἐκεῖ ἐπιφορεῖ. Οἱ δέ φασι τὸν ἐκεῖ ∆ία Αμμωνα κληθῆναι ἀπό τινος ὁμωνύμου ποιμένος, προκατάρξαντος τῆς τοῦ ἱεροῦ ἱδρύσεως. Ειρηται δέ τι περὶ Αμμωνος καὶ ἐν τοῖς τοῦ Πινδάρου. ̔Ηρόδοτος δὲ, ταὐτὸν οἰόμενος εἰπεῖν Αμμωνα καὶ ∆ία, λέγει οτι κριοπρόσωπον τὸ τοῦ ∆ιὸς ην αὐτόθι αγαλμα, ἐξ ου καὶ τὸ εθνος ̓Αμμώνιοι. ̓Αμοῦν γὰρ Αἰγύπτιοι τὸν ∆ία καλοῦσι. Τῶν τις δὲ μεγάλων φιλοσόφων ἀμοῦν καὶ πατέρα εἰπεῖν ταὐτὸν ειναι ἱ στορεῖ. Τὸ δὲ μαντεῖον λέγουσι Θηβαίαν γυναῖκα συστήσασθαι, ἱέρειαν τοῦ Θηβαίου ∆ιός. ̔Ιστόρηται δὲ καὶ οτι ̓Αλέξανδρος ὁ Μακεδὼν ἀκούσας Περσέα καὶ ̔Ηρακλέα εἰς Αμμωνος ἀναβῆναι ἐφιλοδόξησεν ἀνελθεῖν καὶ αὐτὸς, καὶ ἐποίησεν ουτω, κοράκων προηγησαμένων αὐτῷ εὐτυχῶς τῆς ὁδοῦ, καίτοι αλλως ἠφανισμένης τὰ σημεῖα τῇ ἐπιχύσει τῆς αμμου· οτε, φασὶ, καὶ ὁ τοῦ Αμμωνος ἱερεὺς ἀντὶ τοῦ εἰπεῖν παιδίον παιδίος καλέσας βαρβαρικῶς τὸν ̓Αλέξανδρον, εδοξεν, ὡς ἐν χρησμοῦ λοξότητι, ω παῖ ∆ιός αὐτὸν προσειπεῖν, ουτω τῶν ἐπιτρίπτων κολάκων