απαν ει τι νόστιμον προσεπιλιπαίνει αλλως αὐτὴν, καὶ τὸ λεχθὲν ἰσχνῶς ἐξάγει περιττότερον, καὶ τὸ τοῦ ἀκροατοῦ λίχνον ἐκθεραπεύει, καὶ τὸ πολὺ δὲ τοῦ πόνου παραιρεῖται, ὡς αν απερ ἑτέρωθέν ποθεν εμελλεν ἀναλέγεσθαι ὁ ἀκροώμενος ἀπονητὶ ἐντεῦθεν εχοι κτᾶσθαι κατά τινα ὑπομνηματισμόν, οσα γε ηκει πρὸς τὸ μέτριον, ηδη δέ που καὶ εἰς τὸ ἀναγκαῖον τοῦ πράγματος. ∆ιονυσίῳ μὲν γὰρ ἐμέλησεν ὁλικῆς τινος περιηγήσεως γῆς καὶ ἐθνῶν ἐπελεύσεως· πόθεν δὲ η τοῖς τόποις αἱ κλήσεις η τοῖς εθνεσιν, η τίνα τὰ ἐπ' αὐτοῖς συμπτώματα, οὐ πάνυ τι ἑκασταχοῦ ἐκεῖνος ἐν λόγῳ θέσθαι ἠθέλησεν· ἡμῖν δὲ εἰς οσον ἐπιβάλλει συγγενῶς τοῖς τοῦ ∆ιονυσίου τὸ τοιοῦτον φυλαχθήσεται. Καὶ τοῦτο πραγματευόμενοι οὐ διορθούμεθα τὸν περιηγητὴν, ουτε τι τῶν δῆθεν οὐ δεόντως ἐλλειφθέντων ἀναπληροῦμεν, ὡς καὶ ἀνόπιν εφαμεν, ἀλλὰ τὴν τῆς μετρικῆς ἐπελεύσεως ἀνάγκην παραμυθούμεθα διὰ τὸ λίχνον τῆς ἀκροάσεως. Η γάρ τις αν φιλομαθεῖν εἰδὼς, ειτα δὴ ἀκούσας τοῦ ∆ιονυσίου γῆς Βοιωτῶν καὶ Λοκρῶν καὶ Θεσσαλῶν καὶ Μακεδόνων ἐν δυσὶν επεσι μνησαμένου πρὸς μόνον ονομα, καὶ μηδέν τι πλέον ἐξιστορήσαντος περὶ αὐτῶν, οὐκ αν εἰς δέον λιχνεύσεται πλατύτερον μαθεῖν τι περὶ αὐτῶν; ποθήσει δ' αν ὁ φιλοπευθής, οιμαι, καί τι περὶ Μυσῶν ἀκοῦσαι, ὡς δ' αυτως καὶ περὶ Βεβρύκων. Ουκ ἀναπαύσει δ' αὐτὸν οὐδὲ τὸ τῆς Λιβύης, οὐδὲ μὴν τὸ τῆς ̓Ασίας, ουτ' ουν Εὐρώπης ονομα ψιλόν, εἰ μή τι καὶ περὶ τούτων αἰτιολογούμενον γνώσεται. Τὸ δ' ομοιον καὶ ἐπὶ αλλων ζητήσει χωρῶν, καὶ μέντοι καὶ περὶ πόλεων. Τοῦτον δὴ τὸν πόθον τοῦ ἀκροατοῦ ἀναπιμπλάντες ἡμεῖς, βραχύ τι περὶ ἑκάστου οπη δέον εἰπόντες ἀπαλλαγησόμεθα, οὐχ οσον εἰς φιλοτιμίαν, ἀλλ' εἰς τὸ καίριον. Καὶ ∆ιονύσιος μὲν δρακὶ τῆς ολης ωσπερ ἐπιλαμβάνεται γῆς, ὡς ἐντεῦθεν αὐτὴν στενοῦσθαι, καὶ μηδὲ ἀμφιλαφῶς τὰ πολλὰ εχειν· τὸ δὲ γράμμα τοῦτο εὐρυτέραν αὐτὴν ὑπανοίγει, καὶ οιαν ἀμφοτέραις εχειν τινὰ λαβέσθαι αὐτῆς, καὶ διὰ τοῦτο εχει τάχα πλέον τι γλαφυρότητος. Καὶ εστιν ουτω διπλοῦν οιον ἡμῖν τὸ καλόν. Πᾶν τε γὰρ ἡμῖν ἐντεῦθεν ἠράνισται, ειτι τῶν τοῦ ∆ιονυσίου κάλλιστον καὶ ὁπωσοῦν ἀγαθὸν εἰς χρῆσιν ειτε καὶ γνῶσιν· προσεπεξείργασται δὲ μετρίως καὶ ει τι τούτοις ἑτέρωθέν ποθεν σύμφωνον η κατὰ συγγένειαν σύντροφον. Εἰ τοίνυν τὰ τοῦ ὑπομνήματος τούτου συμπράττει τῷ ∆ιονυσίῳ, εἰκότως αν εχοι καὶ τὸ τῆς εὐνοίας κοινόν. Ουτω γὰρ σοφὸς μὲν Ομηρος, ἀγαθὸς δὲ καὶ ὁ τὰ εἰς ἐκεῖνον λαλῶν· καὶ ἀμφοῖν κοι νὸν τὸ τοῦ κέρδους η τοῦ τέλους καλόν. Τὸ δὲ ομοιον καὶ ἐπὶ τοῦ ∆ιονυσίου καὶ τῶν αλλων σοφῶν. Ειη αν ουν ἡμῖν τὸ δῶρον, ῳ δεξιούμεθα τὴν σὴν ἀξιοσέβαστον κορυφὴν, ∆ιονύσιος οὐκέτι ποιητὴς, ἀλλὰ λύσας τὸ μέτρον, καί σοι καταλογάδην τὰ πλείω λαλῶν, οὐ στενολεσχῶν, ἀλλὰ πλατύτερον ἑαυτὸν ἐκτιθεὶς καὶ ἀνακαλύπτων, οιός ἐστι καὶ ἐκ μετρικῆς συνθήκης εἰς πεζολογίαν ἀναλυόμενος τὰ πολλὰ, οὐ μόνον ᾳδων, ἀλλὰ καὶ λέγων, οπου τὰ τῆς ᾠδῆς ἡμῖν οὐκ εχει καιρὸν, καὶ ουτως ἀντὶ ἁπλοῦ γινόμενος οιον δίγλωσσος, οὐ πάντη μετέωρος, οὐδ' ἐκ μετρικοῦ τὰ πάντα λαλῶν ὀχήματος, ἀλλ' εστιν οπη καὶ βάδην τῷ λόγῳ προϊὼν, οὐδ' ἀπὸ σκηνῆς μετρικῆς τὸ σύμπαν φθεγγόμενος, ἀλλὰ πολλὰ καὶ προσωπείου δίχα ποιητικοῦ ὁμιλῶν, οὐκ 20»εἰς τὸ πᾶν ἑρμηνέων χατίζων,»20 ειποι αν ἡ Θηβαία λύρα, εχων δὲ ηδη αὐτόθεν ἐν τοῖς καιρίοις τὸ σαφὲς, ὑποβολέως ἀνενδεές· καί σοι ὡς ἐξ ἀγαθοῦ λειμῶνος ανθη κομίζεται ταῦτα καλὰ, η καὶ ὡς ἐκ φυταλιᾶς ποικίλης τε καὶ καλῆς καρπὸς ηδη τρόφιμος εὐγενής. Καὶ τοῖς μὲν αλλοις ὡς ἐπί τινος μεταλλείας τὴν παρ' ἑαυτῷ χρυσῖτιν χύδην ὁ ∆ιονύσιος παραβάλλεται εἰς κατεργασίαν ἐπίπονον, σοὶ δὲ αὐτὸν χορηγεῖ τὸν χρυσὸν ἀκίβδηλον, καὶ χοὸς μὲν μηδὲν ἐπισυρόμενον, ἐπικεκοσμημένον δὲ αλλως καὶ περιττότερον εχοντα. ̔Ο γοῦν φιλῶν τὰ ∆ιονυσίου φιλοίη αν καὶ τὸ παρὸν ὑπόμνημα καὶ τὴν τῶν ἐν αὐτῷ ἀπομνημονευμάτων σωρείαν, καὶ εἰς κεστὸν αν ἐγγράφοιτο αὐτό, καί τι καλὸν λογίζοιτο πολυσύνθετον. Ειπερ ουν καὶ σὺ φιλεῖς μὲν τὸν ∆ιονύσιον, οὐκ