τῆς Σικελίας πορθμῶν ὁ μὲν πρὸς τῇ ̓Ιταλίᾳ ὁ βόρειος, περὶ ου κατὰ τὸ προσεχὲς ἐρρέθη, ἑπταστάδιος ἱστορεῖται· τοσοῦτον γὰρ (τῆς γῆς) διέχει τὸ στενότατον, καθὰ καί τι μέρος τοῦ ̔Ελλησπόντου, ὡς προϊστόρηται· ὁ δὲ πρὸς τῇ Καρχηδόνι ὁ νότιος, ὁ ἀπὸ Λιλυβαίου ἐπὶ Λιβύην, ὡς πρὸ ὀλίγου γέγραπται, σταδίων χιλίων πεντακοσίων, ον Λιβυκὸν πόρον καλεῖ ὁ ∆ιονύσιος. 476 Οτι ἡ Σικελία χερρόνησός ποτε ην συνεχὴς κατὰ τὸν ἰσθμὸν τῇ τῶν Αὐσόνων γῇ. Σεισμοῦ δέ τινος ὡς εἰκὸς ἐξαισίου συμπεσόντος, καὶ τοῦ ἰσθμοῦ διασχόντος, εἰσπεσεῖν φασι τὴν παρίσθμιον θάλασσαν, καὶ μεσολαβήσασαν θέσθαι νῆσον τὴν Σικελίαν, οὐ πολὺ διὰ τοῦτο τῆς χέρσου διέχουσαν. Οθεν καὶ μῦθος φέρεται, τὸν Ποσειδῶνα οια ἐπιστατοῦντα τοῖς σεισμοῖς ἀποτεμεῖν τὸν ἰσθμὸν ̓Αονίῳ πολυγλώχινι σιδήρῳ, καὶ παρεισαγαγεῖν τὴν ἑκατέρωθεν ζωννύουσαν αὐτὸν θάλασσαν, καὶ ουτω νῆσον ποιῆσαι τὴν τέως χερρόνησον, χαριζόμενον ̓Ιοκάστῳ τῷ τοῦ Αἰόλου παιδὶ, ὡς αν εχοι ταύτην οἰκεῖν ἀσφαλῶς. ̓Απὸ δὲ τῆς ῥηθείσης ῥήξεως, ὡς προείρηται, καὶ τὸ ἐκεῖ λέγεται παρονομασθῆναι ̔Ρήγιον· καθά που καὶ τὸ παρ' ἡμῖν τὸ Θράκιον· καὶ αὐτὸ γὰρ ἐπὶ τοιᾷδε ῥήξει ὀνομασθῆναί τινες οιονται, δι' ης ῥήξεως ἡ λίμνη τῇ ἐγγὺς θαλάσσῃ ὡμίλησε διεκρεύσασα. Τοιοῦτον δέ τι παθεῖν καὶ τὸν ̔Ελλήσποντον ἱστοροῦσί τινες, ὡς προϊοῦσι ῥηθήσεται. ̔Ο δὲ Γεωγράφος φησὶν οτι πιστεύεται τὴν Λέσβον ἀπερρωγέναι τῆς Ιδης, ὡς καὶ τὴν Σικελίαν τῆς ̔Ρηγίνης, καὶ τὴν Οσσαν τοῦ Μακεδονικοῦ ̓Ολύμπου, ων μέσον εκτοτε διέρρευσεν ὁ Πηνειός. Καὶ τὴν Εὐβοΐδα δὲ γῆν λεπτὸς Εὐρίπου κλύδων Βοιωτίας ἀκτῆς ἐχώρισε, καθά τίς φησι ποιητής. Πολυγλώχινα δὲ σίδηρον τὴν τοῦ Ποσειδῶνος καλεῖ τρίαιναν κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ τριγλώχινα, τρεῖς ἀκίδας εχουσαν· ωσπερ καὶ προϊών που ἐρεῖ οτι ἐν ̓Ασίᾳ πολὺς ὠκεανὸς, οπερ αὐτὸς ἑρμηνεύων φησί «τρισσοὺς γὰρ κόλπους ἐρεύγεται ενδοθι·» ὡς ταὐτὸν ον εἰπεῖν πολὺς ὠκεανὸς καὶ τρισσοὶ ἐξ ὠκεανοῦ κόλποι· ει τι γὰρ τρία, φασὶ, τοῦτο καὶ πολλά· οὐ μὴν καὶ ἀνάπαλιν, εἰ πολλὰ, ἐξ ἀνάγκης καὶ τρία· οὐ γὰρ ἀντιστρέφει ὁ λόγος. Αἰνίττεται δὲ, φασὶν, ἡ τρίαινα τὰς τρεῖς τῶν ὑδάτων ποιότητας, τὴν ἁλμυρὰν, οια ἐστὶν ἡ τῆς θαλάσσης, τὴν γλυκεῖαν, ὁποία ἡ τῶν ποταμῶν, καὶ τὴν μέσην, τὴν τῶν λιμνῶν. Τὰ γὰρ πικρὰ καὶ ὀξώδη καὶ ειτι που αλλο τοιοῦτον, οὐ προσλογιστέον διὰ τὸ σπάνιον. ̓Αόνιον δὲ σίδηρον λέγει, ὡς αν τις ειποι Βοιώτιον· Αονες γὰρ εθνος βάρβαρον οἰκῆσάν ποτε ἐν Βοιωτίᾳ, ενθα Ποσειδῶν ἐτιμᾶτο· καὶ οὐ δήπου κάλλιστός ἐστιν ὁ ̓Αόνιος σίδηρος· τοιοῦτος γὰρ μάλιστα ὁ Χαλυβικὸς μεμαρτύρηται, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. 478 Οτι περὶ τὴν ἑσπερίαν Σύρτιν, τὴν μικρὰν δηλαδὴ, δύο νῆσοι, Μῆνιγξ καὶ Κέρκιννα. Λωτοφάγων δὲ γῆ καὶ αυται λέγονται καὶ μάλιστα ἡ Μῆνιγξ, ἐν ῃ καὶ βωμὸς ̓Οδυσσέως καὶ λωτὸς πολὺς, περὶ ου φησιν ὁ Γεωγράφος· «δένδρον τὸ καλούμενον λωτὸν, εχον ηδιστον καρπόν.» Περὶ ου ἱστορεῖ πολλὰ καὶ ̓Αθήναιος. Γέγραπται δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς εἰς τὴν ̓Οδύσσειαν. 483 Οτι ἡ ∆ιομήδεια νῆσος, ην ουτος ἰφθίμου ∆ιομήδεος νῆσόν φησι, περιφραστικῶς αὐτὴν ἐτυμολογῶν, περὶ τὴν ̓Αδριάδα ἐστὶ θάλασσαν, ἐπ' ἀριστερὰ τῷ εἰσελαύνοντι πρὸς τῇ ̓Ιαπυγίᾳ· ενθα ῳκησε ∆ιομήδης, διωχθεὶς ἐκ τῆς πατρίδος ̓Αφροδίτης χόλῳ, οια τρωθείσης ὑπ' αὐτοῦ ἐν τῷ κατὰ Τροίαν πολέμῳ, καθά φησι καὶ Ομηρος. ̓Ιστέον δὲ οτι ὁ μὲν Ποιητὴς σώφρονά τε οιδε τὴν τοῦ ∆ιομήδους γυναῖκα τὴν Αἰγιάλειαν, καὶ οὐδὲ διωχθῆναι τὸν ∆ιομήδην ἱστορεῖ· αλλοι δὲ ἱστοροῦσιν ὡς ἡ ̓Αφροδίτη ἐν τῷ καιρῷ τοῦ Τρωικοῦ πολέμου ἀνέπεισε τὴν Αἰγιάλειαν, ην καὶ κακόφρονα ουτος καλεῖ, μιχθῆναι τῷ Σθενέλου υἱῷ Κομήτῃ. ̔Υφ' ων καὶ ἐξωσθεὶς μετὰ τὸν νόστον ὁ ∆ιομήδης εἰς τριλλίστους η τηλίστους Ιβηρας ηλθε πλανήτης, ἀλλὰ καὶ εἰς τὴν νῆσον ταύτην. Εστι δὲ τὸ μὲν τριλλίστους ταὐτὸν τῷ παρ' ̔Ομήρῳ πολυλίστους, ο ἐστι πολυλιτανεύτους, τοῦ τρία ἀντὶ τοῦ πολύ ληφθέντος, ἀντιστρόφως τῷ πρὸ μικροῦ ῥηθέντι πολυγλώχινι· ἐκεῖ γὰρ πάλιν τὸ πολύ ἀντὶ τοῦ τρία εθετο ἀριθμοῦ, ὡς προείρηται. Καὶ τοιοῦτον μὲν τὸ τριλλίστους·