ἀναχωροῦσιν. Οἱ δὲ Καρχηδόνιοι ἐκβάντες τῶν νηῶν λογίζονται τὴν ἀξίαν, καὶ καταλλάσσουσιν ἀπροσαύδητοι, καὶ ἐξισώσαντες τὸ συναλλασσόμενον ἀπαλλάσσονται. ∆ικαίους ουν συναλλάσσειν αἱ ἱστορίαι καὶ τούτους καὶ τοὺς Σῆρας παραδιδόασιν. 759 Οτι ἐν Σκύθαις δυσήνεμος ἐκτέταται χθὼν, χειμερίοις ἀνέμοις λελειμμένη καὶ χαλάζαις, ὡς καὶ ἀνωτέρω γέγραπται. Παρέφρασε δὲ ωδε τὸ ἀνωτέρω ῥηθὲν, τὸ «λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις», ἐν τῷ εἰπεῖν «χθὼν χειμερίοις ἀνέμοις λελειμμένη». 762 Οτι δυτικώτεροι Κόλχων καὶ Φάσιδος Εὐξείνου περὶ χεῖλος ἰλαδὸν οἱ Βύζηρες, ἀφ' ων καὶ λιμὴν Βυζηρικὸς, καὶ οἱ Βέχειρες, Ποντικὸν εθνος καὶ Σκυθικὸν, ετι δὲ καὶ οἱ Μάκρωνες καὶ οἱ Μοσύνοικοι καὶ οἱ Τιβαρηνοὶ καὶ οἱ Χάλυβες, περὶ ων κάτω λελέξεται. 764 Οτι ἡ Χαλκὶς αρουρα κατὰ τὸ Θρᾴκιον τοῦ Πόντου κεῖται στόμα, ηγουν ἡ γῆ τῶν Χαλκηδονίων. Ης Χαλκίδος τὸ ἐθνικὸν οἱ Χαλκιδεῖς. ̓Ερεῖ ουν αὐτὸς ἐν τοῖς ἑξῆς, «Χαλκιδέες παρὰ στόμα γαῖαν εχουσιν, ουδας ἐς ἀντιπέραν Βυζάντιον εἰσορόωντες.» Τούτους τυφλοὺς ὁ χρησμὸς ἐκάλεσε, διότι οἱ τὴν Χαλκίδα κτίσαντες Μεγαρεῖς ἐνταῦθα πρῶτα πλεύσαντες, καὶ ἀφέντες κατασχεῖν τὴν περὶ τὸ Βυζάντιον γῆν, ειλοντο τὴν λυπροτέραν περαίαν. Καὶ Μεγάβυζος δὲ μαθὼν οτι ἑπτακαίδεκα ετεσιν, ως φησιν ̔Ηρόδοτος, πρότεροι Βυζαντίων οἱ Καλχηδόνιοι τὴν χώραν εκτισαν, τυφλοὺς αὐτοὺς ειπε τοῦτον τὸν χρόνον ειναι. Οὐ γὰρ αν εἰ εβλεπον, τοῦ καλλίονος τόπου παρόντος, ἀνθείλοντο τὸν αἰσχίονα. Εστι δὲ καὶ περὶ Ευβοιαν, ὡς προερρέθη, Χαλκὶς, ἡ πρότερον Ευβοια καλουμένη· οθεν καὶ Χαλκιδικὰ ποτήρια παρὰ τῷ Κωμικῷ. Καὶ οἱ ἐν τῇ Σικελικῇ δὲ Κύμῃ Χαλκιδεῖς τούτων αποικοι τῶν ἐν τῇ Εὐβοίᾳ Χαλκιδέων. ̔Ιστορεῖται δὲ καὶ σιδήρου καὶ χαλκοῦ μέταλλα ειναι κατὰ τὴν Εὐβοϊκὴν Χαλκίδα, καὶ οτι αριστοι ἐκεῖ σιδηρουργοί· καὶ οτι οὐ μόνον ἐκεῖ πρῶτον ωφθη χαλκεῖα, ἀλλὰ καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο Κούρητες μετὰ ∆ιός. Εἰσὶ δὲ καὶ αλλαι, ὡς προεγράφη, Χαλκίδες· ων μία καὶ ἡ Αἰτωλικὴ, ἀφ' ης τὸν ̓Αχελῷον ῥέειν ειπεν ὁ ∆ιονύσιος. 765 Οτι καὶ οἱ Μάκρωνες εθνος Ποντικὸν, Βεχείρων νοτιώτερον. Τούτους νῦν Σάννους φαμὲν, ἰδιωτικώτερον δὲ Τζάνους, ὡς καὶ τὴν Κελσηνὴν Κετζηνήν· καὶ τὴν χώραν δὲ τῶν Σάννων Τζανικὴν λέγουσιν οἱ τὴν φράσιν ἰδιωτεύοντες. Οτι τοὺς Μοσυνοίκους περιφράζων η ἐτυμολογῶν ὁ ∆ιονύσιος λέγει μόσυνας εχειν δουρατέους, ηγουν ξυλίνους. Ουτοι δὲ ἀπὸ θηρείων ζῶσι σαρκῶν καὶ ἀκροδρύων. Λέγει δὲ καὶ ὁ Γεωγράφος ἀπὸ μοσύνων, ο εστι πύργων, αὐτοὺς ὀνομάζεσθαι. Ξενοφῶν δὲ στέατι δελφίνων χρᾶσθαι τοὺς Μοσυνοίκους ἱστορεῖ, ὡς οἱ Ελληνες τῷ ἐλαίῳ, καὶ κάρυα πολλὰ εχειν τὰ πλατέα οὐκ εχοντα διαφυὴν, ητοι σχισμὴν, οὐδεμίαν. Καὶ παῖδας αὐτοῖς ειναι φησι σιτευτοὺς, τεθραμμένους καρύοις ἑφθοῖς, ἁπαλοὺς καὶ λευκοὺς σφόδρα, καὶ οὐ πολλοῦ δέοντας ισους τὸ μῆκος καὶ τὸ πλάτος ειναι· καὶ οινον παρ' αὐτοῖς λέγει εὑρίσκεσθαι, ος ακρατος μὲν ὀξὺς ην ὑπὸ αὐστηρότητος, κερασθεὶς δὲ εὐώδης τε καὶ ἡδύς. Λευκοὶ δὲ πάντες, φησὶν, οἱ ανδρες καὶ αἱ γυναῖκες. Βαρβαρώτατοι δὲ οἱ ἐκεῖ, ἐν οχλῳ μὲν ποιοῦντες απερ αν τινες ἐν ἐρημίᾳ ποιήσειαν, ἐν δὲ τῷ ἰέναι μόνοι πράττοντες απερ αν μετ' ἀλλήλων ἰόντες· καὶ γὰρ, φησὶ, καὶ ἐγέλων καὶ ἑαυτοῖς διελέγοντο καὶ ὠρχοῦντο ἐφιστάμενοι οπη τύχοιεν. 767 Οτι οἱ Τιβαρηνοὶ, ους ἡμεῖς Τιβρανούς φαμεν, πολύρρηνές εἰσιν, ο εστι πολυπρόβατοι, πολυθρέμμονες. Οἰκοῦσι δὲ, καθὰ καὶ οἱ Χαλδαῖοι, μέχρι τῆς μικρᾶς ̓Αρμενίας, καθὰ καὶ ὁ Γεωγράφος φησίν. ̓Εφ' οις οἱ Χάλυβές εἰσι, στυφελὴν καὶ ἀπηνέα γῆν οἰκοῦντες, μογεροῦ δεδαηκότες εργα σιδήρου, οι βαρυγδούποις, φησὶν, ἐπ' ακμοσιν ἑστῶτες ουποτε παύονται καμάτου. Τούτους τοὺς Χάλυβας αλλοι Χαλύβους ἐκάλεσαν· εθνος δέ εἰσι Ποντικὸν παρὰ τῷ Θερμώδοντι· ἀφ' ων σίδηρος, φασὶν, ἐξάγεται ὁ πρὸς τὰ στόματα ἐπαινούμενος, ηγουν πρὸς τὰ στομώματα. Οθεν καὶ Χαλυβικὸς κνώδων, καὶ πλεονασμῷ τοῦ δ Χαλυβδικὸς παρὰ τῷ Λυκόφρονι, ὁ ἐξ ἀρίστου σιδήρου. ̓Αρριανὸς δὲ ουτω φησίν· «Χάλυβες πρῶτοι