γεωγράφοις ὀφειλομένων καταλιπών. ̔Ιστορίαις τε γὰρ παραρτύει τὸ ποίημα, φράζει δέ που καὶ τόπων η ἐθνῶν ἰδιότητας, χειραγωγεῖ δὲ καὶ τῷ τῆς ἱστορίας ἀληθεῖ, οπερ ἐστὶ γεωγραφίας ἀρετὴ, παρενσπείρει δέ που καί τινα μαθηματικώτερον· καὶ ολως οὐδέν τι τῶν γεωγραφικῶν ἀγαθῶν ἀφῆκεν, ου μὴ γεῦμά τι τῇ αὑτοῦ ποιήσει ταύτῃ ἐντέθεικεν, ὀλιγόστιχον μὲν τὸ ποίημα ἐκτεθειμένος, ἀκροθιγῶς δὲ πάντων ἁψάμενος τῶν καλῶν, καὶ σπερματικῶς πᾶν ἐν αὐτῷ τὸ τῆς γεωγραφίας καλὸν ἐνθέμενος. Τοιοῦτος δὲ ων οὐκ ἐνστερνίζεται τὴν τοῦ γεωγράφου πρόσρησιν, οὐ μόνον διὰ τὴν σμικρότητα τοῦ βιβλίου, ἀλλὰ καὶ οτι εργα τινὰ καὶ αλλα γεωγράφου εἰσιν, ων οὐ πάνυ τι θιγγάνει αὐτός. Πρὸς τοίνυν τὸ καθολικώτερον τῆς κλήσεως καὶ γενικώτερον ἀνάγει ἑαυτὸν, οπερ ἐστὶν ἡ περιήγησις. ̓Ιστέον γὰρ οτι περίοδος γῆς καὶ περιήγησις ταὐτὸν νοοῦσι καὶ εἰς μίαν εννοιαν ερχονται. ∆ιὸ καὶ ὁ ̓Αμασεὺς γεωγράφος συχνὰ περὶ τὰς τοιαύτας λέξεις εἱλεῖται, οὐ μόνον γεωγραφίαν τὴν ἑαυτοῦ ἐπιστήμην ἀξιῶν καλεῖσθαι, ἀλλ' οὐδὲ περιήγησιν καὶ περίοδον λέγεσθαι ἀπαξιῶν. Καὶ ουτω μὲν περίοδος γῆς καὶ περιήγησις εἰς ενα κατὰ πολυωνυμίαν συνάγονται νοῦν, καί εἰσιν ὀνόματα γενικὰ, εχοντα ὑφ' ἑαυτὰ τήν τε γεωγραφίαν καὶ τὴν χωρογραφίαν ητοι τοπογραφίαν, ων ἡ μὲν γεωγραφία τῆς καθόλου θεωρίας εχεται, καθά φασιν οἱ παλαιοὶ, ὡς ἐάν τις ολον τι ἀναγράψηται σῶμα, καὶ εστιν γεωγραφία κατ' ἐκείνους μίμησις διαγραφῆς τοῦ κατειλημμένου ολου μέρους τῆς γῆς μετὰ τῶν ὡς ἐπίπαν συνημμένων αὐτῷ. Ιδιον δέ φασιν αὐτῆς, τὸ μίαν καὶ συνεχῆ δεικνύειν τὴν ἐγνωσμένην γῆν, ὡς εχει φύσεώς τε καὶ θέσεως, μέχρι μόνων τῶν ἐν ολαις περιγραφαῖς αὐτῇ συνημμένων. Καὶ τοιαύτη μὲν ἡ γεωγραφία, εργον εχουσα περὶ τὴν τῆς γῆς ἁπάσης ὁλότητα καταγίνεσθαι ὁλοσχερέστερον, καὶ οὐ πρὸς λεπτὴν διεξόδευσιν. ̔Η μέντοι χωρογραφία περιήγησις μέν ἐστι καὶ αὐτὴ καὶ περίοδος γῆς, καθὰ καὶ ἡ γεωγραφία, πλὴν οὐχὶ τῆς ολης, ἀλλὰ μέρους τινὸς αὐτῆς, καὶ ὡς εἰπεῖν χώρας η χωρῶν η χωρίων τινῶν. ∆ιόπερ οὐδὲ γεωγραφία λέγεται, ητοι τῆς γῆς ἁπάσης καταγραφὴ, ἀλλὰ χωρογραφία, τουτέστι διαγραφὴ χώρας τινός. Φασὶ δὲ οἱ παλαιοὶ περὶ τῆς χωρογραφίας, καὶ οτι τὸ χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους εχεται προσβολῆς, τουτέστι τοῖς μερικοῖς ἐπιβάλλει, ἀπεναντίας τῇ γεωγραφίᾳ. ̔Η μὲν γὰρ ωσπερ ὁλότητι σώματος τῇ ολῃ γῇ ἐπιβάλλει, ἡ δὲ χωρογραφία μέρει τινὶ τῆς γῆς ἐπιχειρεῖ, ὡς ειτις ἐξ ολου σώματος ἀποτεμόμενος ὠτίον μόνον η ὀφθαλμὸν, διαγράφει αὐτό· ουτω γὰρ ἡ μὲν γεωγραφία ολον τὸ τῆς γῆς ἐκτίθεται σῶμα, οὐ καταγινομένη περὶ τὰ σμικρότατα, χωρογραφία δὲ τῶν λεπτῶν γινομένη συναπογράφει καὶ τὰ βραχύτατα, οιον λιμένας, κώμας ἁπάσας, δήμους, κρήνας, πόλιν πᾶσαν, ποταμὸν απαντα, ὁδῶν ἐκτροπὰς καὶ τοιαῦτα πολλά· οὐχ οτι οὐ καταγίνεται περὶ τὰ τοιαῦτα καὶ ἡ τῆς γεωγραφίας τέχνη, ἀλλ' οτι σπανίως καὶ οὐκ ἐξ ἀνάγκης, οια τέλος εχουσα τὸ καθόλου εἰπεῖν ἐν ὁλικαῖς περιγραφαῖς· χωρογραφία δὲ, μὴ καὶ τοῖς βραχυτάτοις ἐπεξιοῦσα, οὐκ αν οὐδὲ χωρογραφία λέγοιτο. Τῆς τοίνυν γεωγραφίας καὶ χωρογραφίας τοιαύτας διαφορὰς ἐχουσῶν, ὁ ∆ιονύσιος χωρογράφῳ μὲν οὐδὲν εχει κοινὸν, ἐγγίζει δὲ τῷ γεωγράφῳ, ὁλοσχερῶς τὰ περὶ πᾶσαν τὴν γῆν ἐκτιθέμενος, καὶ περιιὼν ἐπελευστικῶς κατά τινα περιγραφὴν ὁλικὴν, καὶ ὡς εἰπεῖν γεωγράφος ων συναλειπτικὸς, οὐ χώραν η χώρας περιηγεῖσθαι προθέμενος, ἀλλ' ἐν ἐπαγγελίᾳ γεωγραφίας τὸ ποιημάτιον ἐπιτόμως τὸ ἀνὰ χεῖρας ἐκθέμενος, καθάπερ ἐκ προοιμίων αὐτὸς ἀνεκρούσατο, σκοπὸν προγράψας μέγαν τῆς αὐτοῦ εὐσυνόπτου ποιήσεως, ὡς επος εἰπεῖν, τὸ «γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν·» καὶ ουτω «γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξυνώσας ἀγοστῷ,» τοῦτο δὴ τὸ περὶ Τυφῶνος τεραστίως λογοποιηθέν. Εστι δὲ ὁ ∆ιονύσιος ουτος κατὰ τὴν τῶν παλαιῶν θεωρίαν τοῖς πλάσμασι γλαφυρὸς, μεταδιώκων τὸ ἀνθηρὸν, οιά τις γραφεὺς αριστος, καὶ ἀναλεγόμενος ἀντὶ μὲν συμμετρίας, φασὶ, γραφικῆς τὰ τῶν ὀνομάτων εὐσύνθετα· ἀντὶ δὲ χρωμάτων τὰς ἀνθηροτέρας τῶν λέξεων. Πυκνὸς δέ