καλούμενα διὰ τὸ συχνοὺς ἐκεῖ πίπτειν κεραυνούς. Περὶ α κεῖται καὶ ἡ τῆς νέας ̓Ηπείρου μητρόπολις, η ποτε καλουμένη ̓Επίδαμνος, ητοι τὸ ∆υρράχιον, δηλοῦν ἐκ τῆς τοιαύτης κλήσεως τὴν τοῦ τόπου τραχύτητα· δυσράχιον γάρ ἐστιν, ο εστι δυσέξοχον· τρέψαν δὲ τὸ σ εἰς ρ εὐφωνότερον λαλεῖται ∆υρράχιον, καθὰ καὶ τὸ Τυρσηνός Τυρρηνός, ταρσός ταρρός ὁ καλαθίσκος, πυρσός πυρρός, καὶ αλλα. ̓Αρχὴ δὲ τὰ Κεραύνια ορη τοῦ ̓Αδρίου καὶ τοῦ ̓Ιονίου πελάγους, ων εἰ καὶ τὸ στόμα κοινὸν, ἀλλ' αὐτὰ διαφέρει τῇ θέσει. ̓Ιόνιος μὲν γὰρ κόλπος ὁ μετὰ τὸ στόμα εὐθὺς, ἀπό τινος ἡγησαμένου τῶν τόπων εχων τὴν κλῆσιν, η καὶ ἀπὸ τῆς ̓Ιοῦς· ̓Αδρίας δὲ ὁ ἐντὸς μέχρι τοῦ μυχοῦ, ἀπὸ ̓Αδρίας,ὡς προερρέθη, πόλεως ἐπιφανοῦς, η ἐξ ὁμωνύμου ποταμοῦ. ̓Εκεῖ δὲ ωσπερ τρίτον τι τμῆμα ὁ ̓Ακυλήϊος κόλπος, ὡς ἀνωτέρω εφη ὁ ∆ιονύσιος. Εἰσὶ δὲ καὶ πρὸς αρκτον τοῦ βορείου Καυκάσου ορη Κεραύνια. ̓Ιλλυριοὺς δέ φασι τὸ εθνος κληθῆναι ἀπὸ ̓Ιλλυριοῦ, παιδὸς Κάδμου καὶ ̔Αρμονίας. 391 Οτι περὶ τὸν κόλπον τὸν κατὰ τὰ Κεραύνια ορη ιδοις αν τὸν τοῦ Κάδμου καὶ τῆς γυναικὸς ̔Αρμονίας τύμβον, ον καὶ ἀναδιπλοῖ δι' ἐπαναλήψεως, καὶ ἐρικυδέα καλεῖ. Περὶ ων μῦθός ἐστι, φησὶν, ὡς αρα μετὰ λιπαρὸν γῆρας Θήβηθεν ἐκεῖ ἐλθόντες εἰς οφεων σκολιὸν γένος ἠλλάξαντο, ἐπεὶ Κάδμος τὸν Αρεος ἀνεῖλέ ποτε ἐν Θήβαις δράκοντα, τὸν τῆς ∆ίρκης φύλακα. ∆ηλοῖ δὲ ὁ λόγος, ὡς ἐξ ̔Ελλάδος αὐτόθι ἐλθόντες ἐκεῖνοι μετέθεντο τὴν ̔Ελληνικὴν χρηστοήθειαν, καὶ μετέπεσον ἐξ ἐπιεικείας πρεπούσης Ελλησιν εἰς σκολιὰ ηθη καὶ οιον ὀφεώδη καὶ βάρβαρα, παρὰ τὸ γῆρας δυσπραγήσαντες εἰς ηθους μεταβολήν. Καὶ εστιν ἐναλλαγῆναι αὐτοὺς εἰς οφεις, ὡς επος εἰπεῖν, τὸ εἰς θηριωδίαν μεταμειφθῆναι. Τὸν μέντοι Κέκροπά φασιν οἱ μῦθοι τοὐναντίον ἀπὸ οφεως εἰς ανθρωπον ἐλθεῖν, ἐπειδὴ ἐκεῖνος ἐλθὼν εἰς ̔Ελλάδα καὶ τὸν βάρβαρον Αἰγυπτια σμὸν ἀφεὶς χρηστοὺς ἀνελάβετο τρόπους πολιτικούς. Λέγει δὲ ὁ ∆ιονύσιος καὶ οτι περὶ τὴν τοιαύτην γῆν δύο πέτραι ἀντικείμεναι ἀμφοτέρωθεν ἐρηρέδαται, καὶ αυται, ὁπηνίκα τις ἀρχὴ γένηται τοῖς ἐκεῖ κυλινδομένου κακοῦ, συνίασι καὶ πρὸς ἑαυτὰς δονούμεναι προσαράσσονται, κατὰ τὰς μυθευομένας Πλαγκτὰς, καὶ τοῦτό ἐστι τοῖς ἐγχωρίοις σημεῖον ἐσομένου πολέμου. Τὸ δὲ ἐρηρέδαται δηλοῖ μὲν τὸ ἐρηρεισμέναι εἰσὶ καὶ ἑδραίως ἐρρίζωνται, εστι δὲ ̓Ιωνικὸν, καὶ γίνεται ἀπὸ τοῦ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σ καὶ προσθέσει τῆς δα συλλαβῆς· ὁποῖον καὶ τὸ ὠνόμασται ὠνομάδαται, πέφρασται πεφράδαται καὶ οσα τοιαῦτα. ̓Ιστέον δὲ οτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν ̔Αρμονίαν Αρεος καὶ ̓Αφροδίτης γενεαλογεῖ. ̓Αρριανὸδὲ ̓Ασιανήν τε αὐτὴν οιδε καὶ ∆αρδάνου ἀδελφήν. Φησὶ γὰρ οτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγονεν ̔Αρμονίᾳ τῇ τοῦ ∆αρδάνου ἀδελφῇ, ἁρπάσας δὲ καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ενθα Θηβαίων ἐγένετο ἀρχηγὸς, πλούτῳ τε εὐδοκιμῶν καὶ τῇ αλλῃ σοφίᾳ. 398 Οτι πρὸς νότον, μάλα πολὺ ὑπό τε Θρᾴκην καὶ περὶ ̓Ωρικίαν ἐρείδεται ἡ τῆς ̔Ελλάδος ἀρχή. Καὶ σημείωσαι οτι ̓Ωρικίαν λέγει τὴν κατὰ Μολοττοὺς καὶ Θεσπρωτοὺς ηπειρον, περὶ ην καὶ πόλις Ωρικος, ὡς προγέγραπται, καὶ λιμὴν Ωρικος κατὰ ̔Ηρόδοτον Θεσπρωτικὸς η ̓Ηπειρωτικός. ̔Ως πέρατα δὲ τῆς ̔Ελλάδος ελαβε τὴν Θρᾴκην καὶ τὴν ̓Ωρικίαν, τὸ μὲν ἑῷον τὴν Θρᾴκην, τὸ δὲ ἑσπέριον τὴν ̓Ωρικίαν δηλαδή. 400 Οτι ἡ ̔Ελλὰς δισσῇ θαλάσσῃ εζωσται, τῇ Αἰγαίῃ τε καὶ τῇ Σικελικῇ, ων ἑκάστη ανεμον ελαχεν, εἰς ον ἀφορᾷ, τὸν ἑσπέριον μὲν ἡ Σικελικὴ, ἡ Αἰγαίη δὲ τὸν ευρον. Τὸν δὲ ἑσπέριον ανεμον καὶ ζέφυρον καλεῖσθαί φησιν, ἐρεθίζων οιον ἡμᾶς εἰς ἐτυμολογίας ἀνεύρεσιν. Ζέφυρος γὰρ τρόπον τινὰ ταὐτόν ἐστι τῷ ἑσπέριος ανεμος, ὡς ἀπὸ ζόφου, ο εστι τῆς ἑσπέρας, ουρος, ηγουν ανεμος. 401 Ορα δὲ οτι ὀφείλων ἑκατέρα εἰπεῖν, διὰ τὴν Αἰγαίαν καὶ τὴν Σικελήν· ἐπὶ δύο γὰρ συλληπτικῶς λέγεται τὸ ἑκάτερος· ὁ δὲ ἑκάστη ειπεν, οπερ ἐπὶ πλήθους ειωθε λέγεσθαι. Ποιήσει δὲ τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα, καὶ εστι τοιοῦτόν τι καὶ παρὰ τῷ ̔Ερμογένει. 403 Οτι ἡ τοῦ