ἐν τῷ «Σιδωνία θάλασσα», ἐκτείνει μὲν τὸ τῆς ἀρχούσης δίχρονον, συστέλλει δὲ τὸ ο τὸ μετὰ τὴν αρχουσαν. ̔Ομοίως καὶ ἐν τοῖς ἑξῆς, «Βύβλον τ' ἀγχίαλον καὶ Σιδόνα ἀνθεμόεσσαν.» Οἱ δὲ υστερον τὰς ολας πλαγίας τῆς Σιδῶνος τῷ ω μεγάλῳ παραληγομένας ἐκφέρουσιν. 119 Οτι ἡ περὶ τὴν Παμφυλίαν χώραν θάλασσα, περὶ ην ἡ Κύπρος, οὐ μόνον Παμφύλιος κόλπος λέγεται κατὰ ἐθνικὴν [η] τοπικὴν κλῆσιν, ἀπὸ τοῦ τῶν Παμφύλων εθνους, ἀλλὰ καὶ ̓Ισσικὸς ἀπὸ ̓Ισσοῦ πόλεως κειμένης μεταξὺ Συρίας καὶ Κιλικίας. Φησὶ γοῦν καὶ ὁ ∆ιονύσιος, οτι ὁ ̓Ισσικὸς κόλπος ελκεται ἐπὶ βορρᾶν ̓Ισσοῦ αχρι πόλεως, Κιλίκων χώραν παραμείβων. Ταύτην δὲ τὴν πόλιν ̓Αλέξανδρος ὀνομαστὴν ποιήσας, ὡς τὸν ∆αρεῖον ἐκεῖ νικήσας, ἐκάλεσε Νικόπολιν. Ουτος ὁ κόλπος, ὡς ὁ ∆ιονύσιος λέγει, αγχι τῆς τῶν Κιλίκων γῆς ἐλθὼν εὐθύτερος, κατὰ ἰσοδρομίαν τινὰ, κἀκεῖ ἀποπαυσάμενος, ἐκεῖθεν ὡς ἐν υσπληγγι δνοφερῇ, τουτέστιν ὡς ἐν καμπτῆρι, στρεπτὴν ἐπὶ ζέφυρον ἐπερεύγεται αλμην, ἠρέμα ἐπὶ δύσιν κάμπτων καὶ στρεφόμενος καὶ ἀφορῶν εἰς τὸν ζέφυρον. Σημείωσαι δὲ οτι υσπληγξ οὐ μόνον, ὡς ἐνταῦθα, ἐπὶ καμπτῆρος λέγεται, ἀλλ' εστιν οτε καὶ ἐπὶ ἀφετηρίας, ο εστι καγκέλου. ̓Ονομάζεται δὲ ουτω καὶ ἡ ὑστριχὶς, οὐ τὸ ζῶον, ἀλλὰ τὸ πληκτικὸν οργανον, λεγόμενον ουτω διὰ τὸ ἐκ τριχῶν ὑείων εἰς πληγὴν συγκροτεῖσθαι. ∆έρμα γὰρ ὑὸς στενὸν καὶ ἐπίμηκες ἀποτεμόμενοί τινες αὐταῖς θριξὶ καὶ τοῦ μήκους τῶν τριχῶν κείραντες, ὡς αν εχοιεν αυται ουτω κεντεῖν σταθηρότερον, ετυπτον τοὺς μαστιγίας, καὶ ἐκαλεῖτο υσπληγξ τὸ τοιοῦτο τῆς μάστιγος ἐργαλεῖον. Καὶ αλλως δὲ ἡ τοιαύτη υσπληξ πλέγμα ην ἀπὸ ὑείων τριχῶν. ̓Ιστέον δὲ οτι παρὰ Θεοκρίτῳ ἡ υσπληγξ ειρηται καὶ ἐπὶ παγίδος ὀρνέου τεθειμένη, διὰ τὸ συγκεκροτῆσθαι ὡς εἰκὸς ἀπὸ ὑστριχίδος πλέγματος. ̓Ιστέον δὲ καὶ οτι πρώτως μὲν ὑστριχὶς ἐλέχθη τὸ τῆς πληγῆς οργανον, ὁποῖον καὶ ην, ἐκεῖθεν δὲ καὶ ὁ καμπτὴρ τοῦ ἀγῶνος υσπληγξ ὠνόμασται, διὰ τὸ τοὺς ιππους ἐκεῖ προσεκτικώτερον νύσσεσθαι καὶ πλήσσεσθαι· οθεν καὶ νύσσα ὁ τοιοῦτος τόπος λέγεται. ̓Επεὶ δὲ καὶ ἐκ πρώτου δρόμου οἱ ιπποι ταῦτα πάσχουσι, διὰ τοῦτο καὶ ἡ ἀφετηρία υσπληγξ, ετι δὲ καὶ νύσσα ἐλέγετο. 123 Οτι εἰ καὶ εὐτελῶς καὶ μικροπρεπῶς, ομως, ὡς ἐξὸν ην ἐν παραβολῇ, δράκοντι τὸν τοσοῦτον ̓Ισσικὸν εἰκάζει κόλπον, λέγων οτι ἐκεῖνος ἐν ἁλὶ κόλπος ἑλίσσεται, ὡς δράκων βλοσυρωπὸς ἑλίσσεται ἀγκύλος ερπων, νωθὴς, ὑφ' ῳ πᾶσα βαρύνεται ορεος ακρα ἐρχομένῳ. Τοῦτο δὲ λέγει, διὰ τὸ καὶ τὸν ̓Ισσικὸν κόλπον ενθα καὶ ενθα βαρυνόμενον ταῖς προχοαῖς ἑλίσσεσθαι, δυσπόρευτον κεχυμένον καὶ πολὺ τὸ κεκλασμένον καὶ κατὰ τοὺς οφεις καμπύλον εχοντα. Σημείωσαι ουν οτι διὰ μόνας τὰς καμπὰς τοῦ ̓Ισσικοῦ ἡ τοῦ οφεως ειληπται παραβολή, καὶ διὰ τοῦτο εχει ἀσφαλῶς. Αλλως γὰρ πολὺ εχει τὸ ταπεινὸν, εἰ ὁ τοσοῦτος κόλπος ὁλκῷ παραβέβληται οφεως. ∆ράκοντι μὲν γὰρ προσαρμόσαι παραβολὴν ἐκ πελάγους ὑψοποιόν ἐστι, πέλαγος δὲ τηλικοῦτον παραβαλεῖν ἁπλῶς δράκοντι, καταβάλλει τὸ τοῦ κόλπου μέγεθος. Ορα δὲ οτι φανερῶς ἐνταῦθα τὸ βλοσυρωπός δι' ἑνὸς σ ἐκφέρεται, δηλοῦν τὸ αγριον καὶ ὑποσεσυρμένον τοῦ βλέμματος. 126 Οτι ωσπερ τὸ α ποτὲ μὲν στερεῖ, ποτὲ δὲ ἐπιτείνει, ουτω τὸ νη. Τὸ μὲν γὰρ νηλεής ἐλέου δηλοῖ στέρησιν, τὸ δὲ νήχυτος κόλπος δαψίλειαν χύματος. 129 Οτι ὁ ̓Ισσικὸς κόλπος ὁ κατὰ Κύπρον, ὡς ειρηται, διὰ τῆς γῆς τῶν Παμφυλίων ερχεται, διὸ καὶ Παμφύλιος λέγεται. ∆ιήκει δὲ καὶ μέχρι τῶν Χελιδονίων νήσων, περὶ ων μετὰ ταῦτα εἰρήσεται· εχει δὲ τελευταῖον σῆμα πρὸς ζέφυρον τὴν τῶν Πατάρων ακραν, ητις διορίζει Λυκίαν τε καὶ Καρίαν. Σῆμα δὲ τὸ σημεῖον ητοι τὸ πέρας λέγει κατὰ λόγον φιλόσοφον· τὸ γὰρ σημεῖον τουτέστιν ἡ στιγμὴ, πέρας ἐστὶ γραμμῆς, ὡς καὶ ἐνταῦθα τῆς περιόδου τοῦ πελάγους τούτου δυτικὸν σῆμά ἐστι τὰ Πάταρα. ̓Ιστέον δὲ οτι Πάταρα καλεῖται ὁ ῥηθεὶς τόπος, η ἀπὸ Πατάρου υἱοῦ ̓Απόλλωνος καὶ Λυκίας τῆς Ξάνθου, η ἀπὸ τῆς πατάρας, ο δηλοῖ ̔Ελληνιστὶ τὴν κίστην, ητοι τὴν κιβωτόν. Φασὶ γὰρ οτι πατάραν ἀθύρματα τῷ