κατὰ πρύμναν η κατὰ πρώραν. ̓Ιστέον δὲ οτι ὁ ̓Αρριανὸς δοξάζων τὸν Τύριον ̔Ηρακλέα τοῖς περὶ τὰ Γάδειρα τόποις ἐπιφοιτῆσαι, λέγει οτι κατὰ τὸν λογοποιὸν ̔Εκαταῖον ὁ Γηρυόνης, ἐφ' ον ὁ ̓Αργεῖος ̔Ηρακλῆςἐστάλη, οὐδέν τι προσήκει τῇ γῇ τῶν ̓Ιβήρων, ηγουν οὐκ ην ἐξ Ἰβηρίας, ἀλλὰ τῆς ἠπείρου τῆς περὶ ̓Αμπρακίαν βασιλεὺς ἐγένετο, καὶ ἐκ τῆς ἠπείρου ταύτης ἀπήλασεν ὁ ̔Ηρακλῆς τὰς βόας, οὐδὲ τοῦτο φαῦλον αθλον τιθέμενος. «Οιδα δὲ, φησὶν, ἐγὼ καὶ εἰς τοῦτο ετι τὴν ηπειρον ταύτην ευβοτον, καὶ βοῦς τρέφουσαν καλλίστας.» Καὶ ταῦτα μὲν ουτω. Τοὺς δὲ ἐν ̓Ερυθείᾳ Αἰθίοπας μακροβίους μὲν ὁ ∆ιονύσιος λέγει, πρὸς ἀντιδιαστολὴν τῶν ἀκριδοφάγων Αἰθιόπων, οι βραχύβιοί εἰσι, σπανίως ὑπερτιθέντες ετη μʹ κατὰ τὸν Γεωγράφον, ὡς ἀποθηριουμένης αὐτῶν τῆς σαρκός· θεουδέας δὲ ἐπονομάζει καὶ ἀμύμονας διὰ δικαιοσύνην, ὡς τῶν αλλων ἑσπερίων ἀδίκων οντων. ̓Ιστέον δὲ οτι μακροβίους καί τινας τῶν ̔Υπερβορείων ἱστοροῦσί τινες. Αλλοι δὲ νῆσον ̓Ερύθειαν ειπον αὐτὰ τὰ Γάδειρα, τῷ ∆ιονυσίῳ οὐ συντρέχοντες· οἱ δὲ νῆσόν τινα ̓Ερύθειαν ειπον παραβεβλημένην τοῖς Γαδείροις, πορθμῷ σταδιαίῳ διειργομένην. ̓Ενόμισαν δὲ τοῦτο οια τὸ ευβοτον ὁρῶντες τῆς τοιαύτης νήσου, ενθα τῶν προβάτων γάλα ὀρρὸν οὐ ποιεῖ, ἀλλὰ καὶ τυροποιοῦσι πολλῷ υδατι μίξαντες διὰ τὴν πιότητα. Καὶ ἐν τριάκοντα δέ φασιν ἡμέραις αὐτόθι πνίγεται τὸ ζῶον, εἰ μή τις ἀποσχάσει τι τοῦ αιματος. Πλούσιος δὲ ὁ Γηρυόνης ωσπερ κατὰ τὰς βόας, ουτω καὶ κατὰ τὸ ονομα· λέγεται γὰρ καὶ Γηρυὼν καὶ Γηρυόνης καὶ Γηρυονεύς. 561 Οτι κατὰ τὴν ἱερὰν ακραν τὴν κατὰ τοὺς ἀφνειοὺς Ιβηρας, ο εστι κατὰ τὸ ουτω λεγόμενον ἱερὸν ἀκρωτήριον, ο καὶ κάραν Εὐρώπης αλλοι φασίν, αἱ Κασσιτερίδες εἰσὶ δέκα νῆσοι ἐγγὺς ἀλλήλων, πρὸς αρκτον κείμεναι, ας ὁ ∆ιονύσιος ἑσπερίδας καλεῖ διὰ τὸν τόπον τῆς θέσεως· δυτικαὶ γάρ εἰσιν· οθεν, φησὶ, κασσιτέροιο γενέθλη, διὸ καὶ Κασσιτερίδες λέγονται. Οὐκ ἐπιπολῆς δὲ, φασὶν, ὁ κασσίτερος, ἀλλ' ὀρυττόμενος εὑρίσκεται. Τούτων τῶν δέκα νήσων μία ερημος, τὰς δ' αλλας οἰκοῦσι μελάγχλαινοι ανθρωποι ποδήρεις ἐνδεδυκότες χιτῶνας, ἐζωσμένοι τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ομοιοι ταῖς τραγικαῖς Ποιναῖς, ως φασιν οἱ παλαιοί. ̔Ηρόδοτος δέ φησιν οτι «οὐκ οιδα νήσους Κασσιτερίδας, ἐξ ων ὁ κασσίτερος ἡμῖν φοιτᾷ.» 566 Οτι πρὸς βορρᾶν, ενθα ̔Ρῆνος ὑστατίαν εἰς ὠκεανὸν ἀπερεύγεται δίνην, αἱ Βρετανίδες εἰσὶ δύο νῆσοι, ̓Ιουερνία καὶ ̓Αλουΐων, ητοι ̓Ιβερνία καὶ ̓Αβίων, Βρετανίδες δι' ἑνὸς τ παρὰ τούτῳ τῷ ποιητῇ γραφόμεναι· ων μέγεθος περιώσιον, οπερ καὶ ἐπὶ τῆς Κρήτης ειπεν, οὐδέ τις αλλη νήσοις ἐν πάσαις ἰσοφαρίζει, ο εστιν ἐξισοῦται αὐταῖς καὶ τὸ ισον φέρεται· αις καὶ συγκρίνων τὰς ἐκεῖ νήσους τῶν ̓Αμνιτῶν νησῖδας ἐν ὑποκορισμῷ καλεῖ. Ενθα, φησὶν, αἱ γυναῖκες τῶν ἀγαυῶν ̓Αμνιτῶν ἀντιπέραθεν ἐρχόμεναι τελοῦσιν ἱερὰ τῷ Βάκχῳ κατὰ νόμον ἐννύχιαι, στεψάμεναι κισσοῦ μελαμφύλλου κορύμβοις· παταγῆς δὲ λιγύθροος ορνυται ἠχή. Λέγει δὲ κισσὸν μελάμφυλλον τὸν δασὺν, ὡς μελανίαν τοῖς φύλλοις παρέχοντα. Ουτω δὲ καὶ ἐν τῷ «μέλαν δρυὸς ἀμφικεάσσας» παρ' ̔Ομήρῳ δρυὸς μέλαν τινὲς ειπον τὴν τῶν φύλλων περιττότητα καὶ τὴν πύκνωσιν, ἀφ' ης τὸ τῆς σκιᾶς μέλαν γίνεται, ὡς καὶ πρὸ τούτων γέγραπται. Κόρυμβοι δὲ νῦν οἱ βοτρυώδεις λέγονται καρποὶ τοῦ κισσοῦ. Οτι δὲ καὶ ἐπὶ ἐξοχῆς ὀρεινῆς ἡ λέξις κεῖται, δῆλον. Φησὶ γὰρ ̔Ηρόδοτος «οἱ μὲν εφυγον ἐπὶ τοῦ ορους τὸν κόρυμβον.» Τὸ δὲ παταγή κοινότερον μὲν ὀξύνεται, ὡς τὸ ἀλαλαγή, ὁ δὲ ̔Ηρωδιανὸς βαρύνει αὐτὸ, λέγων οτι οὐκ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ αν ὡς τὸ ἀλαλαγή, ἀλλ' ἀπὸ τοῦ πάταγος, ου τὸ θηλυκόν φησιν ἡ πατάγη. Καὶ ταῦτα μὲν τοιαῦτα. Φασὶ δὲ νῆσον ὠκεανίαν ειναι μικρὰν, οὐ πάνυ πελαγίαν, ην οἰκοῦσι γυναῖκες ̓Αμνιτῶν ∆ιονύσῳ κατεχόμεναι. Οὐκ ἐπιβαίνει δὲ ἀνὴρ τῆς νήσου, ἀλλ' αὐταὶ πλέουσι πρὸς τοὺς ανδρας, καὶ κοινωνοῦσαι αὐτοῖς ἐπανέρχονται. Ειτα συγκρίνων ῥητορικῶς ταῦτα τὰ ἱερὰ πρὸς αλλα ομοιά φησιν, οὐχ ουτως οἱ ̓Αψίνθιοι Θρᾷκες, οὐδ' ουτως οἱ ̓Ινδοὶ μελανδίνην ἀνὰ ποταμὸν Γάγγην κῶμον,