δὲ τοιοῦτός ἐστι καὶ ὁ τόπος, δι' ου ῥέει ὁ Γάγγης. Νύσσαι δὲ, φασὶ, διάφοροι, Αἰθιοπικὴ, ̓Αραβικὴ, Εὐβοϊκὴ, περὶ ην λέγεται καὶ τὸ τῆς ἀμπέλου τεράστιον, βότρυν ἐκφερούσης καθημέριον. Εἰσὶ δὲ καὶ αλλαι Νύσσαι, ὡς οἱ τὰ ̓Εθνικὰ γράψαντες λέγουσι. Φασὶ δὲ τοὺς περὶ τὴν Νυσσαίαν ̓Ινδικὴν ταύτην ὁδὸν οντας καὶ τοὺς περὶ τὸ Νυσσαῖον ορος τοῦτο οἰκοῦντας ἀνθρωποφάγους ειναι. Περὶ δὲ ταύτης τῆς Νύσσης καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. 636 Οτι τὸν ηδη ῥηθέντα μέσον τοῦ Εὐξείνου Πόντου καὶ τοῦ ̔Υρκανίου πλατύτατον ἰσθμὸν, ητοι τὸν περὶ τὴν ̓Ιβηρίαν τὴν ἑῴαν, ασπετόν τε λέγει καὶ μακροῖς ωδε τιταινόμενον πεδίοις. Καὶ σημείωσαι καὶ ἐνταῦθα οτι ὁ ἰσθμὸς ἁπλῶς μὲν ουτω ῥηθεὶς γῆν δηλοῖ στενοχωρουμένην μεταξὺ δύο θαλασσῶν, εἰ δὲ πρόσκειται τὸ μακρός η πλατύς η ἀθέσφατος η τι τῶν τοιούτων ὁποῖα πολλὰ ἐπινοεῖται ὁ ∆ιονύσιος, τότε διὰ τὰς τοιαύτας προσθήκας ἰσθμὸς νοηθήσεται καὶ ὁ μὴ στενός. Τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ πορθμοῦ, ειγε παρὰ τοῖς πολλοῖς πορθμὸς λέγεται ὁ περὶ Σικελίαν, οὐ μόνον ὁ βόρειος ὁ ἑπταστάδιος, ἀλλὰ καὶ ὁ νότιος, ὁ χιλίοις καὶ πεντακοσίοις σταδίοις μετρούμενος, καὶ εἰς χάσμα τοσοῦτον ἀνοιγόμενος. 638 Οτι ὁ Ταῦρος τὸ ορος ἀρξάμενος ἐκ τῆς Παμφυλίας, ὡς ουτος δοξάζει, αχρι καὶ ̓Ινδῶν παρήκει, διὰ πάσης ηκων ̓Ασίας· αλλοτε μὲν, φησὶ, λοξὸς καὶ ἀγκύλος, καὶ, ὡς ἐρεῖ κατωτέρω, πολλὰς εχων στροφάλιγγας, αλλοτε δὲ ὀρθότερος ιχνεσιν. Ειτα αἰτιολογῶν τὴν κλῆσιν τοῦ ορους φησί· Ταῦρον δὲ αὐτὸν κικλήσκουσιν, ουνεκα λοφούμενος ταυροφανὴς καὶ ὀξυκάρηνος ὁδεύει, ουρεσιν ἐκταδίοις, ο ἐστι μακροῖς, πολυσχιδὴς ενθα καὶ ενθα. Τὸ δὲ ὀξυκάρηνος γράφεται καὶ ὀρθόκραιρος, καὶ εστι προσφυὲς τῇ κλήσει τοῦ ταύρου. ̓Επίθετον γὰρ τοῦ ταύρου καὶ ἁπλῶς βοὸς τὸ ὀρθόκραιρος, ὡς δηλοῖ τὸ «βοῶν ὀρθοκραιράων.» Λέγει δὲ οτι ὁ Ταῦρος ουτος οὐ μίαν ἐπωνυμίαν ελαχεν, ἀλλ' ἐν ἑκάστῃ στροφάλιγγι εχει ονομα. Ειτα δεικνύων πάλιν τὸ παχυμερὲς τῆς περιηγήσεως λέγει· τὰ δὲ τοιαῦτα ἐκείνοις αν μέλοιτο οι κατὰ χώ ραν οἰκοῦσιν. Ομοιον δέ φασι τὸ σχῆμα τοῦτο τῷ τοῦ ̔Ησιόδου, τῷ οἱ δὲ εκαστα ισασιν οι οσοι περιναιετάωσιν. Καὶ τοὺς ἐκ τοῦ Ταύρου δὲ καναχηδὰ ῥέοντας ποταμοὺς ἀπειρεσίους εἰπὼν ἐπάγει, τίς αν πάντα ὀνόματα ειποι; καὶ εθνη δὲ διΐξεσθαι λέγει οὐ πάντα, ἀλλ' οσα εἰσὶν ἀρίδηλα, εὐχόμενος τὰς Μούσας ἰθύντατον ιχνος αγειν καὶ μὴ σκολιὸν, εἰ καὶ πολλαὶ τοῖς περιηγουμένοις τόποις εἰσὶν αἱ στροφάλιγγες. 647 Ορα δὲ οτι κατὰ μίμησιν τοῦ «Σαμία μία ναῦς», ειπε καὶ ουτος τὸ ἐπωνυμίαν μίαν ελαχεν. ̓Εξ ̔Ομήρου δὲ αμφω ειληπται, εἰπόντος ἐν ̓Οδυςσείᾳ Σαμία μία. ̔Ο δὲ Γεωγράφος ουτω περὶ τοῦ Ταύρου φησί· «διέζωκεν ὁ Ταῦρος μέσην τὴν ̓Ασίαν, ἀπὸ ἑσπέρας ἐπὶ τὴν εω τετραμμένος, ου τελευταῖον τὸ ̓Ιμάϊον τῇ ̓Ινδικῇ θαλάσσῃ συνάπτον». Οτι δὲμέρος τι τοῦ ορους τοῦ Ταύρου καὶ Κράγος λέγεται, αὐτὸς ὁ ∆ιονύσιος ἐρεῖ ἐν τοῖς ἐφεξῆς, ενθα καὶ αλλαι τῆς τοῦ τοιούτου Ταύρου κλήσεως αἰτίαι παρατεθήσονται, ἀρέσκουσαι τοῖς παλαιοῖς. ̓Αρριανὸς δέ φησιν ουτως, «ὁ Ταῦρος τὸ ορος ἀπείργει τὴν ̓Ασίαν, ἀρχόμενος ἀπὸ Μυκάλης τοῦ καταντικρὺ Σάμου τῆς νήσου ορους, ἀποτεμνόμενος δὲ τὴν Παμφυλίων καὶ Κιλίκων γῆν, ενθεν μὲν ὡς εἰς ̓Αρμενίους παρήκει, ἀπὸ δὲ ̓Αρμενίων ὡς ἐπὶ Μήδους.» Οτι τὰ τέσσαρα κέντρα τοῦ κόσμου ἐνταῦθα περιλαμβάνων συντομώτατα κατὰ ἰδέαν γοργότητός φησιν, ὡς «οἱ ἐκ τοῦ Ταύρου ποταμοὶ ῥέουσιν οἱ μὲν πρὸς βορέην, οἱ δ' ἐπὶ νότον, οἱ δ' ἐπὶ ῥιπὴν ευρου καὶ ζεφύρου.» 652 Οτι περὶ τὴν προϊστορηθεῖσαν Μαιῶτιν αὐτοί τέ εἰσιν οἱ Μαιῶται, οἱ τῆς Μαιώτιδος δηλονότι παρώνυμοι, η καὶ τυχὸν ἐξ ων ἡ Μαιῶτις λίμνη κέκληται· καὶ οἱ Σαυρομάται δὲ πρὸς αὐτῇ κεῖνται, υλην ναίοντες ἀπείριτον, δι' ης μέσης ὁ Τάναϊς συρόμενος ἐς μέσα πίπτει τῆς Μαιώτιδος· ος Εὐρώπην ̓Ασίας ἀποτέμνεται, εἰς δύσιν μὲν Εὐρώπην, εἰς δ' αὐγὰς τὴν ̓Ασίαν. Περὶ δὲ τούτων ειρηται οσα εδει ἐν τοῖς φθάσασιν. 653 Οτι τοὺς Σαυρομάτας (φῦλον δέ εἰσι Σκυθικόν) ἐνυαλίου Αρεος ἐσθλὸν γένος λέγει, η διὰ τὸ πολεμικοὺς ειναι, η διότι ἐξ ̓Αμαζόνων γενεαλογοῦνται, αυται δὲ ἐξ Αρεος.