μείζων Εὐφράτης Τίγριος ῥέοντος ἀπὸ Νιφάτα ορους, καὶ πλείω διέξεισι χώραν. ̓Ενεχθεὶς δὲ ἐπὶ Σελεύκειαν τὸ τῶν βασιλέων χειμάδιον, ἐν ̓Εκβατάνοις γὰρ θερίζειν ἐκεῖνοι λέγονται, συνάπτει τῷ Εὐφράτῃ πλησίον, καὶ ποιεῖ τὴν ῥηθεῖσαν Μεσοποταμίαν πρὸς αὐτόν. Μετὰ δὲ τὸν ῥηθέντα Νιφάταν Αβος ορος, ἐξ ου ὁ Εὐφράτης τε ῥέει καὶ ὁ προειρημένος ̓Αράξης. ̔Ρέειν δέ φησιν ὁ αὐτὸς Γεωγράφος τὸν Εὐφράτην διὰ μέσης τῆς Βαβυλῶνος, ἐν ῃ καὶ ὁ θαυμαστὸς κρεμαστὸς κῆπος, περὶ ου ῥηθήσεται. Καὶ ̔Ηρόδοτος δέ φησιν οτι τὸ μέσον τῆς Βαβυλῶνος ὁ Εὐφράτης διείργει, ος ῥέει μὲν ἐξ ̓Αρμενίων μέγας ων καὶ βαθὺς καὶ ταχὺς, ἐξίησι δὲ εἰς τὴν ̓Ερυθρὰν θάλασσαν. ̔Ο δὲ αὐτὸς καὶ ναυσὶ περατὸν τὸν Εὐφράτην ἱστορεῖ, καὶ ορον αὐτὸν ειναι Κιλικίας καὶ ̓Αρμενίας φησί. Τὴν δὲ εἰρημένην Βαβυλῶνα μεγάλην ποτὲ γενομένην υστερον ἐρημωθῆναί φασι. Φασὶ δὲ καὶ τὴν παρὰ τῷ Τίγρει Νῖνον, πολὺ μείζω τῆς Βαβυλῶνος ουσαν, ἀφανισθῆναι καὶ αὐτὴν, καταλυθέντων τῶν Περσῶν, ης τοῦ μεγέθους σημεῖον τὸ τῆς κτίσεως ἐργῶδες. Λέγεται γὰρ Νῖνος οἰκοδομῆσαι αὐτὴν ὁ τῶν ̓Ασσυρίων βασιλεὺς, μυριάδων δεκατεσσάρων συνεχῶς αὐτὴν ἐργαζομένων ἐπὶ ετη ὀκτώ. Σοφοὶ δὲ οἱ Βαβυλώνιοι, καὶ, ὡς ̔Ηρόδοτος λέγει, παρ' αὐτῶν οἱ Ελληνες εμαθον πόλον καὶ γνώμονα καὶ τὰ δώδεκα μέρη τῆς ἡμέρας. 992 Οτι καινὸν σχῆμα τὸ «οση δὲ Εὐφράτου καὶ 992 Τίγριος ἐντὸς, ταύτην μέσην φασὶ ποταμῶν.» Ην γὰρ τὸ ἀκόλουθον ουτως εἰπεῖν, οση δέ ἐστιν Εὐφράτου καὶ Τίγριος ἐντὸς, αυτη λέγεται μέση ποταμῶν. Ση μείωσαι δὲ οτι ὁ Γεωγράφος ἱστορεῖ καὶ Εὐρωπαίαν Μεσοποταμίαν ειναι, ην Κελτοὶ νέμονται καὶ Λυσιτανοί. 994 Οτι ἐπαινῶν τὴν Μεσοποταμίαν γῆν φησιν ὡς «ουτε τοὺς νομοὺς ἐκείνης ἀνὴρ βουκόλος μέμψεται, η μήλοις ἀγραύλοις ἐφεπόμενος.» Αλλαι δὲ πάντως νομαὶ βουσὶν ἀγαθαὶ, καὶ αλλαι μήλοις, ὡς καὶ ἡ τῶν Λαιστρυγόνων γῆ δηλοῖ παρὰ τῷ Ποιητῇ· λέγει δὲ καὶ οτι οὐδὲ μὴν υλην παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσατο καρπῶν. Αροσίς τε γὰρ, φησὶν, ἐκεῖ ἀγαθὴ, καὶ πόαν αυξει πολλὴν, καὶ οἱ νομοὶ εὐανθεῖς, καὶ ἡ τῶν ἀνδρῶν φύτλη καλλίστη καὶ ἀθανάτοις ὁμοία (ταὐτὸν δὲ εἰπεῖν θεοειδὴς, διὰ τὸ ἀξιοθέατον καὶ ευδαιμον). Καὶ τὴν τῶν ̓Αρμενίων δὲ καὶ Ματιανῶν χθόνα πρὸς βορέαν τῆς Μεσοποταμίας ουσαν καὶ ορεσι περιειλημμένην λιπαρὰν καλεῖ, καὶ τοὺς ἐκεῖ ανδρας ἀφνειούς τε λέγει καὶ αρεος ευ δεδαῶτας καὶ πίονας, ὡς καὶ τὸν ̓Αραβικὸν δῆμον πίονα ειπεν. ̓Εξ ̔Ομήρου δὲ ἡ τοιαύτη ἀφορμὴ, λιπαροὺς πόδας τοὺς τῶν ἡρώων λέγοντος. Τὸ δὲ ἀθερίσατο ̔Ομηρικὴ λέξις ἐστὶ, καὶ ἐρρέθη ἐν τοῖς εἰς τὸν Ομηρον. ∆ηλοῖ δὲ τὸ ἀποδοκιμάσαι καὶ ἀπορρῖψαι. 995 Οτι τὸν ποιμένα περιφράζων ουτω φησίν· «ος σύριγγι κερώνυχα Πᾶνα γεραίρων μήλοις ἀγραύλοισιν ἐφέσπεται.» Κερώνυχα δὲ τὸν ὀξύκερών φασιν οἱ παλαιοὶ, ὡς τοῦ ονυχος ἐνταῦθα τὴν ὀξύτητα δηλοῦντος, καθὰ καὶ οτε ἀκρωνυχίαν ορους φαμέν. Οὐ φιλοῦσι δὲ ἐκεῖνοι τὴν ἐπίθετον ταύτην λέξιν ὡς καὶ σκληρὰν καὶ οὐδὲν ἀστεῖον εχουσαν. 1005 Οτι πρὸς νότον τῆς Μεσοποταμίας ἡ Περσικὴ μητρόπολις Βαβυλὼν, ἱερὰ πόλις, τεῖχος περιβεβλημένη χαλκοῦν κατά τινας, καὶ ποταμῷ περιρρεομένη. Ταύτην, φησὶ, πᾶσαν τείχεσιν ἀρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν, οπουγέ τινες, ὡς ειρηται, καὶ χαλκοῦν αὐτῇ τεῖχος ἱστόρησαν, καὶ αλλα πολλὰ θαυμάσια δίχα τῶν ἀνωτέρω ἐκτεθειμένων περὶ αὐτῆς ἐξέθεντο. Καὶ ἐπὶ τῇ ἀκροπόλει δὲ, φησὶ, βωμὸν τῷ Βήλῳ ἡ Σεμίραμις ιδρυσε, χρυσῷ καὶ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα. Βῆλος δὲ ην βασιλεὺς Βαβυλῶνος, υἱὸς ∆ιὸς, ἀφ' οὑ καὶ πύλαι Βαβυλῶνος Βηλίδες, η καὶ ὁ Ζεὺς αὐτὸς κατά τινας. ∆ιὸ καὶ ̔Ηρόδοτος ἱερὸν ειναι αὐτόθι λέγει Βήλου ∆ιός. ̔Ο αὐτὸς δὲ τῇ Βαβυλωνίᾳ χώρᾳ τοσαύτην προσμαρτυρεῖ δύναμιν, ωστε αὐτὴ μὲν, φησὶ, τέσ σαρας μῆνας τοῦ ἐνιαυτοῦ τρέφει τὸν μέγαν βασιλέα, ἡ δὲ λοιπὴ πᾶσα ̓Ασία τοὺς λοιποὺς ὀκτὼ μῆνας. Θεόκριτος δὲ ἀσφάλτῳ δείμασθαι τὴν Σεμίραμιν τὸ τῆς Βαβυλῶνος τεῖχός φησιν. Ετεροι δὲ Σελεύκειάν ποτε καλεῖσθαι τὴν τοιαύτην Βαβυλῶνά φασι, καὶ κτίσμα ειναι Βαβυλῶνός τινος ἀνδρὸς σοφωτάτου, παιδὸς