χιὼν κρυμός τε δυσαής.» Ουτω δὲ καὶ ̔Ηρόδοτος δυσχείμερον εἰπὼν τὴν Σκυθικὴν ἐπάγει, «οτι τοὺς μὲν ὀκτὼ μῆνας ἐκεῖ ἀφόρητος οιος γίνεται κρυμὸς, οτε υδωρ μὲν ἐκχέας πηλὸν οὐ ποιήσεις, πῦρ δὲ ἀνακαίων ποιήσεις πηλόν· ἡ δὲ θάλασσα πήγνυται καὶ ὁ Βόσπορος ὁ Κιμμέριος. Τοὺς δὲ λοιποὺς, φησὶ, τέσσαρας μῆνας ψύχεα αὐτόθι ἐστί.» Τάχα ουν ἡ μὲν ἐνδοτέρα Σκυθικὴ ἡ πρὸς βορέαν τοιαύτη ἐστὶν, οιαν φησὶν ὁ ̔Ηρόδοτος, ἡ δὲ λοιπὴ πάσχει ὡς εἰκὸς καὶ καύματα. Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ων ἱστορεῖ ̓Αρριανὸς, οτι «σιτοφάγοι ποτὲ καὶ ἀρωτῆρες οντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις εχοντες, ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ηθη, καὶ ἀρὰς ἐπηράσαντο μεγάλας, μήποτε οἰκίαν ετι δείμασθαι, μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι, μήτε πόλεις δομήσασθαι, μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλ' οικους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ γάλα, θρέμ ματα δὲ κεκτῆσθαι μόνα, απερ αγεσθαι αὐτοῖς εμελλεν αλλην γῆν ἐξ αλλης ἀμείβουσι· καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας.» ̓Ελλόγιμον δὲ ανδρα ἡ τῶν Σκυθῶν ηνεγκε γῆ τὸν ̓Ανάχαρσιν, ου μέμνηται καὶ ̔Ηρόδοτος, λέγων οτι ὁ Ευξεινος παρέχεται εθνη ἀμαθέστατα, καὶ ἐξ οὐδενὸς τῶν ἐντὸς τοῦ Πόντου ἀνὴρ ἐλλόγιμος λέγεται, παρὲξ τοῦ Σκυθικοῦ, οθεν ὁ ̓Ανάχαρσις. Λέγονται δὲ οἱ νομάδες ουτοι Σκύθαι καὶ μέχρι τῆς Θρακικῆς χερρονήσου ἐλάσαι ποτὲ, κατατρέχοντες τὴν Εὐρώπην, οτε ὁ ∆αρεῖος ἐκεῖ στρατεύσας ἠρέθισεν αὐτούς. 680 Οτι Σαυρομάτας ἐπέχουσι Σινδοὶ, οἱ καὶ Ζικχοὶ κατά τινας. Λέγει δὲ τὸ ἐπέχουσιν ἀντὶ τοῦ διαδέχονται, καὶ μετ' αὐτοὺς τὴν γῆν εχουσιν. Ομηρος δὲ ἐπέχειν λέγει τὸ κατά τινος εχειν καὶ ἐπικεῖσθαι, καὶ δοτικῇ συντάσσει, οιον· «δαιμονίη, τί μοι ἐπέχεις;» ̔Ομοίως μετὰ Σαυρομάτας εἰσὶ καὶ οἱ ἐν ̓Οδυσσείᾳ πλατύτερον ἱστορηθέντες Κιμμέριοι, καὶ οἱ ̓Ορέται δίχα τοῦ σ· οἱ γὰρ μετὰ τοῦ σ ̓Ορέσται εθνος εἰσὶν Εὐρωπαῖον, Μολοσσικὸν, ἀπὸ τοῦ ̓Αγαμεμνονίδου ̓Ορέστου καλούμενοι. ̓Εκεῖ δὲ, φησὶ, καὶ οἱ Κερκέτιοι, ων ἡ χώρα Κερκετὸς λέγεται, παρακειμένη τῷ προειρημένῳ Καυκάσῳ. ̓Εκεῖ δὲ καὶ οἱ ἀλκήεντες ̓Αχαιοὶ, ους ἐκ Τροίας, φησὶ, νότου καὶ ζεφύρου πνοαὶ νοσφισάμεναι, ηγουν νόσφι καὶ χωρὶς καὶ μακρὰν ἀπαγαγοῦσαι καὶ ἀφορίσασαι ηγαγον ἐκεῖ, ἑπομένους ̓Αρητιάδῃ βασιλεῖ, ηγουν τῷ Πελοπίδῃ ̓Αγαμέμνονι, ον ̓Αρητιάδην λέγει, τουτέστιν ἐξ Αρεος καταγόμενον, διὰ τὴν τοῦ Αρεος ̔Ιπποδάμειαν, ην ὁ τοῦ ̓Αγαμέμνονος πρόγονος Πέλοψ εἰς γυναῖκα ἠγάγετο. Οἱ δὲ επεσθαι τοὺς τοιούτους φασὶν ̓Αχαιοὺς ̓Αρητιάδῃ βασιλεῖ ητοι τῷ πολεμικῷ ̓Αχιλλεῖ,συλληστεύοντας αὐτῷ πολεμαρχοῦντι, η μᾶλλον ̓Ιαλμένῳ φασὶν αὐτοὺς ἀκολουθῆσαι τῷ υἱῷ Αρεος, ̓Ασπληδονίων βασιλεῖ· ησαν δὲ ̓Ορχομένιοι. ̔Ο δὲ Γεωγράφος φησὶν οτι ἀπὸ τῆς ̓Ιάσονος στρατείας τῆς εἰς Κόλχους οἱ μὲν Φθιῶται ̓Αχαιοὶ τὴν ἐν ̓Ασίᾳ Φθίανῳκησαν, Λάκωνες δὲ τὴν ̔Ηνιοχίαν χώραν, ων ηρχε ̔Ρέκας τε καὶ ̓Αμφίστρατος, ἡνίοχοι ∆ιοσκούρων, ἀφ' ων τὸ ἐκεῖ εθνος οἱ ̔Ηνίοχοι, καὶ ἡ χώρα ἡ ̔Ηνιοχία. Οἱ δὲ τὸν Πομπήϊον ̓Αρητιάδην βασιλέα ἐνόησαν, ος εχων Σκύθας συμμάχους, μεθ' ων ησαν καὶ οἱ τοιοῦτοι ̓Αχαιοὶ, ἐπολέμησε Καίσαρι κατὰ τὸν ἐμφύλιον πόλεμον. Τὸ δὲ ̓Αρητιάδης ἀπὸ τοῦ Αρης Αρητος ἰαμβικοῦ γίνεται. Πάσχει γὰρ καὶ τοιαύτην ἰαμβικὴν κλίσιν ὁ Αρης. Τὸ δὲ νοσφισάμενοι λέξις ἐστὶν ̔Ομηρική. Οἱ δὲ υστερον ἐπὶ τοῦ ἰδιοποιεῖσθαι καὶ ἀποκερδαίνειν τιθέασι τὸ νοσφίζεσθαι. 687 Οτι μετὰ τοὺς ̓Αχαιοὺς οἱ προρρηθέντες ̔Ηνίοχοι καὶ οἱ Ζύγιοι, εθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν εκγονοι. ̔Ιστορεῖ δὲ Χάραξ τοὺς ̓Αργοναύτας οὐ μιᾷ νηῒ, κατὰ τὸν πολὺν περὶ τῆς ̓Αργοῦς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Ευξεινον· καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν ειναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ητοι τοὺς τῶν ∆ιοσκούρων, ἀφ' ων κληθῆναι τὰ εθνη τοὺς ̔Ηνιόχους, καὶ τοὺς Τυνδαρίδας, ναὶ μὴν καὶ τὴν ∆ιοσκουρίδα χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ηγουν τὸν εσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν. Οθεν καὶ ἡ παροιμία «ἐς Φᾶσιν,