τὸ ἡλιάζεσθαι ξηροὺς καὶ κερατώδεις ειναι τοὺς ὑμένας, ωστε εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. ̓Εν τούτοις τοῖς Λοκροῖς ἀνδριὰς ἐστάθη ποτὲ τοῦ ὑμνουμένου κιθαρῳδοῦ Εὐνόμου, τέττιγα ἐπὶ τῇ κιθάρᾳ καθήμενον εχων, διότι τέττιξ, ἐν Πυθίοις ἀγωνιζομένου τοῦ Εὐνόμου, καὶ μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιστὰς ἀνεπλήρωσε τὸν φθόγγον, ταῖς ᾠδαῖς τὸν μίτον ὑποκρινάμενος, καὶ ουτω τῆς νίκης τῷ Εὐνόμῳ συνεπελάβετο. ̓Ιστέον δὲ οτι οὐ μόνον οἱ Λοκροὶ ουτοι δοῦλοι πράγματα τοῖς δεσπόταις παρέσχον, ἀλλὰ καὶ οἱ Σκύθαι ποτὲ, ὡς ὁ ̔Ηρόδοτος ἱστορεῖ, δούλων πονηρῶν ἐπειράθησαν, οτε οπλοις μὴ πειθομένους αὐτοὺς μάστιξιν ὑπηγάγοντο. Καὶ τὸ Αργος δέ ποτε χηρωθὲν ἀνδρῶν τοὺς δούλους εσχε δεσπότας τῶν πραγμάτων, καὶ μόλις οἱ παῖδες τῶν τεθνεώτων περιγενέσθαι τούτων ισχυσαν. 368 Οτι μετὰ τοὺς Λοκροὺς εθνος οἱ Μεταπόντιοι, ων πόλις τὸ Μεταπόντιον, η ποτε λεγομένη Σῖρις. Κληθῆναι δὲ ουτω λέγεται ἀπὸ Μεταπόντου υἱοῦ Σισύφου, ον οἱ βάρβαροι Μέταβον ελεγον· κτίσμα δὲ Πυλίων τὸ Μεταπόντιον. Λέγονται δὲ πάνυ εὐτυχῆσαί ποτε ἀπὸ γεωργίας, διὸ καὶ ἐν ∆ελφοῖς ἀναθεῖναι τὸ θρυλούμενον χρυσοῦν θέρος. 369 Οτι μετὰ τοὺς Μεταποντίους οἱ Κροτωνιᾶται, καὶ οτι τὸν περὶ Κρότωνα ποταμὸν τὸν Αισαρον χαρίεντα λέγει, καὶ αὐτὴν τὴν Κρότωνα ἱμερτὸν πτολίεθρον, ἀλλὰ καὶ ἐϋστέφανον διὰ τὸ πολλοὺς Κροτωνιάτας ἐν τοῖς καθ' ̔Ελλάδα ἱεροῖς ἀγῶσι νικῶντας στεφανοῦσθαι, καὶ ουτω τὴν πατρίδα τιμᾶν καὶ ποιεῖν εὐστέφανον. ̔Ιστορεῖται γοῦν οτι εν τινι ̓Ολυμπιάδι οἱ τῶν αλλων προτερήσαντες σταδίῳ ἑπτὰ ανδρες Κροτωνιᾶται ησαν· οθεν καὶ εἰκότως, φασὶν, ειρηται οτι Κροτωνιατῶν ὁ εσχατος τῶν αλλων ̔Ελλήνων πρῶτος ην, δηλαδὴ κατὰ τὴν ῥωμαλεότητα. ̓Εκεῖθεν καὶ Μίλων ὁ ἐπιφανέστατος καὶ ῥωμαλεώτατος ἀθλητὴς, ος καὶ βοῦν αρας ἐν μέσῳ θεάτρῳ ποτὲ υστερον τὸν αὐτὸν ἐθοινήσατο, κατὰ τὸν βουθοίναν ̔Ηρακλέα τοῦτό γε ἀνδρισάμενος. Ου Μίλωνος τὰ μὲν τῆς ζωῆς εὐκλεῆ, τὰ δὲ περὶ θάνατον οικτιστα· ἀποσφηνωθεὶς γὰρ δένδρῳ τὰς χεῖρας, ἐν τῷ τῆς οἰκείας ῥώμης πειρᾶσθαι, σφιγκτῷ θανάτῳ τὸν βίον μετήλλαξε. Μύσκελλον δέ φασί τινα οἰκιστὴν γενέσθαι τῆς Κρότωνος, ος ἐν ∆ελφοῖς συγχρηστηριαζόμενος τῷ ̓Αρχίᾳ τῷ τὰς Συρακούσας κτίσαντι, καὶ συνερωτηθεὶς πότερον αἱρεῖται, πλοῦτον η ὑγίειαν, ειλετο ὑγίειαν, ̓Αρχίου ἑλομένου πλοῦτον· οθεν, φασὶ, Κροτωνιᾶται μὲν ὑγιεινότατοι, Συρακούσιοι δὲ παμπλούσιοι. ̓Αφ' ων καὶ ἡ τῶν Συρακουσίων δεκάτη παροιμιάζεται, ὡς πάνυ πολλὴ περιγινομένη τῷ ταμιείῳ τῆς πόλεως. Καὶ τὸ «Κρότωνος δὲ ὑγιέστερος,» ὡς ὁ αὐτὸς λέγει Γεωγράφος, ἐντεῦθεν ειληπται, ὡς τῶν Κροτωνιατῶν εὐρώστων οντων· ωστε οἱ ἀπὸ τοῦ κρότωνος τοῦ ζωϋφίου, ον κυνοραϊστὴν λέγει ὁ Ομηρος, εἰπόντες ταύτην εἰλῆφθαι τὴν παροιμίαν, οὐκ ευ λέγουσιν, ἀλλὰ παίζουσιν, ὡς καὶ ει τις ειποι τινὰ κώνωπος ἀδικώτερον. ̔Ο δὲ περὶ Κρότωνα ποταμὸς Αισαρος ἐπὶ κυνηγῷ Αἰσάρῳ καλεῖται, ος ἐλάφῳ διωκομένῃ αὐτόθι συνεισπεσὼν ἀφῆκεν ουτω καλεῖσθαι τὸν ποταμόν. ̔Ιστορεῖται δὲ καὶ οτι Κροτωνιᾶται ἐν τῷ Περσικῷ πολέμῳ ἐβοήθησαν τῇ ̔Ελλάδι κινδυνευούσῃ, στείλαντες νῆα μίαν, ης ηρχεν ἀνὴρ τρὶς νικήσας τὰ Πύθια, καλούμενος Φάϋλος. Λέγονται δὲ ̓Αχαιοὶ ειναι ἀνέκαθεν. Εδοξαν δέ ποτε καὶ περὶ ἰατρικὴν εὐδοκιμῆσαι, διά τινα ∆ημοκήδην Κροτωνιάτην ενδοξον ἰατρόν. 371 Οτι Λακίνιον ἱερὸν ην Ηρας, πλούσιον ὑπάρξαν ποτέ. Ορος δὲ Κρότωνος ην Λακίνιον, ἐξ ου καὶ ἱερὸν Λακίνιον καὶ Ηρα Λακινιάς. 373 Οτι Σύβαρις ̓Αχαιῶν κτίσμα, μεταξὺ δύο ποταμῶν, τοῦ τε Κράθιδος καὶ τοῦ Συβάριδος, πέντε καὶ εικοσι πόλεις ποτὲ ὑπηκόους εχουσα, κατὰ τὸν Γεωγράφον, καὶ τριάκοντα μυριάσιν ἀνδρῶν ἐπὶ Κροτωνιάτας στρατεύσασα. ̓Αφῃρέθη δὲ, φασὶ, τὴν εὐδαιμονίαν ὑπὸ τρυφῆς ἐν ἡμέραις ἑβδομήκοντα. ̔Ελόντες γὰρ τὴν πόλιν οἱ Κροτωνιᾶται ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν αὐτήν. Υστερον δὲ τῆς πόλεως μετατεθείσης καὶ συνοικισθείσης ὑπὸ ̓Αθηναίων καὶ αλλων ̔Ελλήνων, Θούριοι προσηγορεύθησαν ἀπὸ κρήνης τινὸς