μητρίς, ἐξ ὁμοιότητος τοῦ πατρίς. ̔Η Σέριφος, ητις ουτω πετρώδης ἐστὶν, ωστε κωμῳδεῖται ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν, ὡς τοῦ Περσέως αὐτόθι τραφέντος, καὶ τὴν τῆς Γοργόνος δῆθεν ἐκεῖ κομίσαντος κεφαλὴν, δι' ης τοὺς ἐκεῖ ἀπελίθωσεν. Ιωνες δὲ ἀπὸ ̓Αθηνῶν οἱ Σερίφιοι, καθὰ καὶ οἱ Σίφνιοι, ὡς ̔Ηρόδοτος ἱστορεῖ. ̔Η Μύκονος, ἐν ῃ λέγονται κεῖσθαι οἱ τῶν Γιγάντων ὑγιεινότατοι, ἀναιρεθέντες ὑφ' ̔Ηρακλέους. οθεν ἐπὶ τῶν οὐκ ευ παθόντων μιᾷ ψήφῳ, ηγουν ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων λέγεται τὸ «πάνθ' ὑπὸ μίαν Μύκονον», ηγουν πάντα ὁμοῦ ὑπὸ μίαν βλάβην η καταδίκην. ̓Επιχωριάζει δὲ τοῖς Μυκονίοις φαλάκρωσις, διὸ καὶ οἱ φαλακροὶ Μυκόνιοι λέγονται. ̔Η Νίσυρος, ης καὶ Ομηρος μέμνηται, ουτω καλουμένη ἀπὸ τοῦ νέω καὶ τοῦ σύρω, διότι ἀποκοπεῖσα τῆς νήσου τῆς Κῶ τῇ τοῦ Ποσειδῶνος τριαίνῃ ἐπεσύρη τῷ γίγαντι Πολυβώτῃ νέοντι, ο εστιν νηχομένῳ. Αυτη δὲ τῶν Σποράδων νήσων ουσα κατά τινας, πετρώδης ἐστὶ λίθου μυλίου. Γίνεται δὲ καὶ οινος χρηστὸς ὁ Νισύριος. ̔Η Σῦρος, ην ὁ Ποιητὴς Συρίην καλεῖ ἐν ̓Οδυσσείᾳ, ητις μηκύνει κατὰ τὸν Γεωγράφον, ηγουν ἐκτείνει τὴν πρώτην συλλαβὴν, τουτέστι τὴν αρχουσαν. ̔Η Σίφνος περὶ τὸ Κρητικὸν πέλαγος, ἀφ' ης ὁ Σίφνιος ἀστράγαλος δι' εὐτέλειαν. Λέγονται δέ ποτε ἀκμάζειν τοῖς πράγμασιν οἱ Σίφνιοι, καὶ πλουτεῖν μάλιστα, διὰ τὸ χρυσᾶ καὶ ἀργυρᾶ ἐν τῇ νήσῳ ειναι μέταλλα. Κυκλὰς δὲ καὶ ἡ Ανδρος, ἀπὸ Ανδρου τινὸς ουτω κληθεῖσα. ̓Αλλὰ καὶ ἡ Νάξος, λεγομένη ουτως ἀπὸ Νάξου Καρῶν ἡγεμόνος· η παρὰ τὸ νάξαι, ο εστι θῦσαι, διὰ θυσίας ισως ἐξαιρέτους τινὰς ἐκεῖ γινομένας. ̔Ηρόδοτος δὲ καὶ περὶ Σικελίαν Ναξίους τινὰς ἱστορεῖ, λέγων καὶ οτι ἡ Κυκλὰς αυτη Νάξος μεγέθει μὲν οὐ μεγάλη ἐστὶν, αλλως δὲ καλή τε καὶ ἀγαθὴ, ἀγχοῦ τῆς ̓Ιωνίας, χρήματα εχουσα πολλά. ̓Εγένετο δέ ποτε αὐτοῖς καὶ ὀκτακισχιλία ἀσπὶς καὶ πλοῖα μακρὰ πολλά. 527 Οτι αἱ Κυκλάδες εαρος γλυκεροῦ νέον ἱσταμένου η ἀρχομένου, οτε ἐν ορεσιν ἀνθρώπων ἀπάνευθε κύει λιγύφθογγος ἀηδὼν, χοροὺς ἀνάγουσι τῷ ̓Απόλλωνι, ους καὶ ῥύσια λέγει, ὡς ῥύσεως χάριν καὶ ἐπὶ σωτηρίᾳ γινομένους. Καίτοι κυρίως ῥύσια, ὡς καὶ ἐν τῇ ̓Ιλιάδι φαίνεται, τὰ ἐξ ἐπιδρομῆς ὁπλιτικῆς καὶ ἑλκυσμοῦ λαμβανόμενα εἰς ἐνέχυρον, ἀπὸ τοῦ ῥύω τὸ ἑλκύω ἐτυμολογούμενα· καταχρηστικῶς δέ ποτε καὶ ἐπὶ ἁπλῶς ἐνεχύρου ἡ λέξις λαμβάνεται. ̔Ο μέντοι ∆ιονύσιος κατὰ δριμύτητα ῥητορικὴν συνήθη αὐτῷ ἐπὶ δώρων σωτηρίων τὴν λέξιν ειληφεν, απερ μᾶλλον σῶστρα λεχθήσονται, καθάπερ λύτρα τὰ ὑπὲρ αἰχμαλώτων διδόμενα. 530 Οτι ωσπερ αἱ Κυκλάδες, ουτω καὶ αἱ Σποράδες ἐν τῷ Αἰγαίῳ εἰσὶ πελάγει, ας ἡ τῆς περιηγήσεως πινακογραφία οὐκ εχει. Εστι δὲ τῶν Σποράδων ἡ Νικασία, πλησίον τῆς Νάξου· ἡ Θήρα, ἐξ ης ἀποικία Λακώνων εἰς Κυρήνην ἐστάλη, καθὰ καὶ Πίνδαρος ἱστορεῖ· ἐν ταύτῃ ουτε τοὺς ἐτῶν νʹ θνήσκοντας ἐθρηνοῦν, ουτε τοὺς ἑπταετεῖς, εἰ θάνοιεν· ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ ̓Αρριανοῦ ἱστορίαν· εἰς ταύτην ̓Αθηναῖοί ποτε πέμψαντες [στρατείαν] ἡβηδὸν τοὺς ἐνοικοῦντας ἀπέσφαξαν. Αλλοι δὲ Κυκλάδα τὴν Μῆλόν φασιν ὁμώνυμον εχουσαν πόλιν, οθεν ην ∆ιαγόρας ὁ Μήλιος ὁ ἐπ' ἀσεβείᾳ κωμῳδούμενος. Τῶν Σποράδων εστι καὶ ἡ Πάτμος περὶ τὸ ̓Ικάριον πέλαγος, καὶ ἡ περὶ τὸ Καρπάθιον ̓Αστυπάλαια, ναὶ μὴν καὶ ἡ Κίμωλος περὶ Κρήτην, ἐξ ης ἡ Κιμωλία γῆς, ἐπιτηδεία εἰς νίτρου κατασκευὴν, ὡς καὶ ὁ Κωμικὸς λέγει. Καὶ ἡ Λέρος δὲ μία τῶν Σποράδων ἐστὶ περὶ τὴν Καρίαν, ης οἱ εποικοι κακοήθεις, ὡς δηλοῖ Φωκυλίδης, λέγων· Λέριοι κακοὶ, οὐχ ὁ μὲν, ος δ' ου· πάντες πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. Σπορὰς δὲ καὶ ἡ πρὸς τῇ ̔Ρόδῳ ∆ονουσία, ητις παραφθορὰν, φασὶν, επαθεν· οἱονεὶ γὰρ ∆ιονυσία τίς ἐστιν, ἐπεὶ ∆ιόνυσος τὴν ̓Αριάδνην εἰς αὐτὴν ἐκ τῆς Νάξου ηγαγεν, Μίνωος τοῦ πατρὸς διώκοντος αὐτήν. Εἰσὶ δὲ καὶ αλλαι Σποράδες, ας, ὡς ἐρρέθη, ὁ τῆς κοσμογραφίας πίναξ οὐκ εχει, ων τινες καὶ τὴν Τῆνόν φασιν, ητις ἀνωτέρω Κυκλὰς ἐλέγετο. ̓Εοίκασι δὲ ἀργιλώδεις αἱ Σποράδες ειναι, ηγουν λευκόγειοι. ∆ιὸ καί φησι ∆ιονύσιος