καὶ ὡς οὐκ αν εχοι ῥᾳδίως ψέγεσθαι, καν μέγα τι τυγχάνῃ, καν μικρὸν ῃ· καὶ τὸν τυχόντα τοῦ τοιούτου καλοῦ καὶ τὸ ταχθὲν δεόντως ἐπιτελέσαντα, τοῦτον ἐγὼ τὸν ανδρα καὶ δεινὸν αν καὶ σπουδαῖον καὶ δεξιὸν καλέσαιμι, παίζων τε, ο φασι, καὶ σπουδάζων. Οιδας ουν καὶ αὐτὸς οπως ἐπιτάξας εσχες τὰ κάλλιστα τῆς τοῦ ∆ιονυσίου περιηγήσεως ἀπανθίσαι σοι, οσα συντελεῖν εχει πρός τε αλλην γνῶσιν, καὶ πρὸς ἀνάπτυξιν δέουσαν, καὶ πρὸς ῥητορείαν γραφῆς, καὶ πρὸς ἐμπειρίας συναγωγὴν, προσερανίσασθαι δὲ τοῖς ἐκείνου καὶ ειτι που αλλο προσεπιτεθῆναι χρεὼν, διὰ τὸ τοῦ ∆ιονυσίου πάνυ ἐπελευστικὸν καὶ ἐν στενῷ περιηγήσεως κείμενον. Τοῦτο δὴ καὶ πεποιήκαμεν κατὰ τό σοι θυμῆρες, πᾶν μὲν οσον οὐκ αὐτόθεν χρηστὸν προχειρίζεσθαι ἀφέντες παρὰ τῷ τοῦ ∆ιονυσίου βιβλίῳ κεῖσθαι ἀργὸν καὶ ἀπόθετον, απαν δὲ οιον ἀγαθὸν εἰς χρῆσιν ειναι τοῖς καταλογάδην ἐπιβάλλουσι τῇ γραφῇ η καὶ αλλως τοῖς τοῦ ∆ιονυσίου ζηλωταῖς, ἀνακινήσαντες καὶ φιλοκάλως ἐπιλεξάμενοι· καὶ ουτω σοφίας ἐκεῖθέν σοι κρατῆρα κερασάμενοι, κατηρτισμένον οινῳ γυμνῷ στεμφύλων τε καλύμματος καὶ γιγάρτων τραχύτητος. Ηδη δὲ καὶ μυελὸν ωσπερ σοφιστικόν σοι τοῦτον παρατιθέαμεν, ὀστῶδες απαν ποιητικῆς σκληρότητος ὀστρακίσαντες, ὡς αν τοῦτόν γε τὸν τρόπον τῷ ποιητικῷ ἐνάμιλλοι φαινοίμεθα Χείρωνι, ος μυελοῖς ἐξέτρεφε τὸν τῆς Θέτιδος· μᾶλλον μὲν ουν καὶ πολλῷ βέλτιον ἐκείνου πράττοιμεν αν, ουτε θηρίων ἀναλεγόμενοι μυελοὺς καὶ οὐδὲ ̓Αχιλλεῖ παρατιθέντες αὐτοὺς, μειρακίῳ Θετταλῷ, πολλῷ τὴν ὠκύτητα τῶν ποδῶν, ο δὴ καν ὁ τυχὼν καὶ πολὺς εχοι ανθρωπος, ἀνδρὶ δὲ τὰ πάντα καλῷ καὶ ὡς οντως ὀλβίῳ, βασιλικῷ τὴν τοῦ γένους φύην, μεγαλοφυεῖ τὴν ψυχὴν, λογίῳ τὴν ἐπιτήδευσιν, λαμπρῷ τὴν σωματικὴν ἀναδρομὴν, καὶ ἰδεῖν μὲν Χαρίτων ἀγάλματι, τὰ δ' ἐντὸς ὁποῖον αν τις τὸν ἀληθῆ καταγράψειεν ανθρωπον. Τοῦτο τοίνυν ουτω ποιοῦντες, καθάπερ ἐστὶ βουλομένῳ σοι, πᾶν ει τι νόστιμον τῆς τοῦ ∆ιονυσίου ποιήσεως, εἰς φιλοτήσιον βρῶμα συσκευάζομεν, προσεπιτιθέαμεν δέ τι καὶ ηδυσμα ἑτέρωθεν διακονησάμενοι, καὶ εἰς οσον ην δέον ἐπιλεξάμενοι πρός τε συμμετρίαν καὶ ὡς ην ευκαιρον. Καὶ ουτω τὴν βρῶσιν ταύτην ἐπιπλέον ἀγλαΐζομεν, ἀρτύοντες καὶ ταῖς πολλαχόθεν καρυκείαις ἐπικοσμοῦντες, ὡς αν μὴ πάντη γλίσχρον ἡμῖν ειη τὸ τῆς δεξιώσεως, οὐδὲν προστιθέντες ἀπηρτημένον, καὶ οιον μὴ τῆς τοῦ ∆ιονυσίου περιηγήσεως εχεσθαι· η γὰρ αν ην τὸ πρᾶγμα περίεργον καὶ φιλοτιμία κενὴ καὶ φαύλη δοξοσοφία καὶ μακρᾶς τινος γεωγραφίας ὑπόκρισίς τε καὶ νόθευσις· αὐτοῖς δὲ τοῖς τοῦ ∆ιονυσίου ἐμμένοντες, καὶ τὰ μὲν ὡς ἐν παραφράσεως λόγῳ μεταποιοῦντες, καὶ ουτως ἀναπτύσσοντες, τὰ δὲ καὶ αὐτοῖς επεσιν ἐξαγγέλλοντες, ει που δέ τι καὶ προσεπιτεθεῖσθαι χρὴ, ἐπιτιθέντες καὶ αὐτὸ, καὶ ουτω τὸ λεπτὸν τῆς ἱστορίας ὡς οιον εἰπεῖν συμμέτρως παχύνοντες καὶ τὸ μικρὸν ὑποκείμενον ἠρέμα μεγεθύνοντες. Ουκουν περιφρονητέον πάντη τὸ καταπραχθὲν, ειπερ ἐντελῶς τὸ ἐπιταχθὲν πεπεράτωται. ∆ιά τοι τοῦτο θαρρεῖν επεισί μοι, ὡς οὐκ αν ἀποφώλιον τῷ πανσεβάστῳ σου υψει τουτὶ τὸ πρᾶγμα πεσεῖται, οτι τε κατὰ τὸ ποθούμενόν σοι τετέλεσται, καὶ οτι ὁ τὸν ∆ιονύσιον φιλῶν εχοι αν ὁμοίως καὶ περὶ αὐτὸ διατίθεσθαι. Καλὸς μὲν γὰρ ὁ ∆ιονύσιος καὶ γλυκὺς ᾳδειν, καὶ φράζειν γοργὸς, καὶ παντοῖος τὴν ἱστορίαν, καὶ πολλῶν ἀνθρώπων ἰδὼν αστεα, καὶ νόον γνοὺς ὀφθαλμῷ καὶ διδασκαλίᾳ Μουσῶν. Ουτος δὲ ὁ καθ' ἡμᾶς ὑπομνηματισμὸς τῷ τοιούτῳ ∆ιονυσίῳ συμπράττει πρὸς απερ ἀκροατὴς φιλολόγος ἀκούειν γλίχεται. Ειτε γὰρ τελεωτέροις ὁ ∆ιονύσιος ὁμιληταῖς ἐπιτροχάδην ἐλάλησέ ποτε, πρὸς ἀνάμνησιν ὁ λόγος ουτος ἐπεξεργάζεται πλατύνων τὰ καίρια, διὰ τὴν αρτι τῶν εἰσαγομένων ἁπλότητα· ειτε καὶ αλλως ἐκεῖνος πρὸς εἰσαγομένους λέγει· ἀλλὰ τὸ παρὸν ὑπόμνημα διὰ τοὺς φιλακροάμονας πλείω λαλεῖ· καὶ οὐκ ἀναπληροῖ μὲν ὡς ἀτελῆ εἰπόντα τὸν ∆ιονύσιον, οις δὲ ἐκεῖνος ἐχρήσατο, πλατυκώτερον ἐπεξέρχεται, ὡς πρέπει λόγῳ πεζῷ, καὶ ὡς οιον εἰπεῖν ἐκμυζῶν τῆς ἐκείνου ἱστορίας