ἐτεκνοποιήσαντο. Καὶ περὶ τὴν ἐν Πελοποννήσῳ δὲ ̓Αχαΐαν ησαν Πελασγοὶ, καὶ Αἰολικοὶ περὶ τὴν ̓Ασίαν, ως φησιν ̔Ηρόδοτος. Εὐριπίδης δὲ καὶ τοὺς ̓Αργείους Πελασγοὺς οιδεν εἰπών· «Πάλαι Πελασγοὶ, ∆αναΐδαι δὲ δεύτερον.» ̔Ηρόδοτος δὲ οὐ μόνον περὶ τὴν Λῆμνον, ἀλλὰ καὶ περὶ τὴν Ιμβρον οἰκῆσαι λέγει Πελασγούς. Εστι δὲ καὶ ἐν ̓Αθήναις τεῖχος Πελαργικὸν, ητοι Πελασγικὸν, ὡς ὁ Κωμικὸς δηλοῖ ἐν τοῖς Ορνισιν, οια τῶν Πελασγῶν, φασὶ, καλουμένων παρ' ̓Αττικοῖς Πελαργῶν διὰ τὸ πλανητικόν· πλάνητες γὰρ ησαν διὰ πενίαν, καὶ δίκην ὀρνέων οποι τύχοι ἐπεφοίτων. Καὶ ἡ περὶ Πηνειὸν δὲ καὶ Θερμοπύλας Θετταλία Πελασγικὸν Αργος ἐλέχθη ἀπ' αὐτῶν, ὡς ἐκεῖ ἐπαρξάντων. Φασὶ δὲ ἀνέκαθεν ̓Αρκάδας γενέσθαι τοὺς Πελασγοὺς, ὡς καὶ ἀνωτέρω ἐρρέθη, στρατιωτικὸν ἑλομένους βίον, κἀντεῦθεν ἐπιφανεῖς γενομένους. Λέγονται δέ τινες τῶν Πελασγῶν καὶ θαλασσοκρατῆσαι γενναίως ετη πεʹ. 350 Οτι μετὰ Τυρρηνοὺς καὶ Πελασγοὺς τὸ τῶν ἀγαυῶν Λατίνων μέρμερον εθνος, ο εστι φροντιστικὸν, συνετὸν, μεριμνητικὸν, η τοῦ πολλὰ μερμερίζειν, ητοι φροντίζειν, τοῖς ὑπεναντίοις αιτιον, δι' ην εχει ἀνδρίαν. ̓Ιστέον δὲ οτι τὸ Λατίνων εθνος περιφραστικῶς ειρηται, ἀντὶ τοῦ οἱ Λατῖνοι· διὸ καὶ ἐπάγει κατὰ σχῆμα καινοπρεπὲς πληθυντικὴν σύνταξιν λέγων· γαῖαν ναιετάοντες ἐπήρατον, δι' ης μέσης Θύμβρις ποταμὸς, ὁ καὶ Τίβερις, ἑλισσόμενος καθαρὸν ῥόον εἰς αλα βάλλει· ἐφ' οις ἐπαναλαβὼν συνήθως καὶ εἰπών· Θύμβρις ποταμῶν βασιλεύτατος αλλων, ὡς διὰ τῆς βασιλίδος ῥέων ̔Ρώμης, Θύμβρις ος ἱμερτὴν ἀποτέμνεται ανδιχα ̔Ρώμην· διὰ μέσης γὰρ τῆς ̔Ρώμης ῥέει ὁ Θύμβρις, ὡς καὶ ὁ Κύδνος διὰ τῆς Ταρσοῦ, καὶ διὰ Βαβυλῶνος ὁ Εὐφράτης· ἐπισυνάπτει καὶ ἑτέραν ἐπανάληψιν τὴν τῆς ̔Ρώμης, ἐπιμένων καὶ ἐναγλαϊζόμενος διὰ τοὺς ̔Ρωμαίους τῷ ἐπαναληπτικῷ σχήματι, καὶ μετὰ τὸ ἱμερτὴν ̔Ρώμην φησί, ̔Ρώμην τιμήεσσαν, ἐμῶν μέγαν οικον ἀνάκτων, μητέρα πασῶν πόλεων, ἀγλαὸν η ἀφνειὸν εδεθλον, ητοι εδαφος. ̓Ανάκτων δὲ εἰπὼν εδειξε, φασὶν, ἐναργῶς οτι οὐκ ἐπὶ τῶν ὑπάτων αὐτὸς ην, ἀλλ' ἐπὶ τῶν αὐτοκρατόρων ηκμαζε, Νέρωνος η καὶ Αὐγούστου κατά τινας· ου μεμνῆσθαι λέγεται καὶ ἐν τῷ· «Αὐσονίου βασιλῆος ἐπεπράϋνεν ἀκωκή.» Τοὺς γὰρ ὑπάτους οὐκ ἐκάλουν ανακτας. Καὶ σημείωσαι οτι κατὰ τὸν ∆ιονύσιον ἰδίως Λατῖνοι οἱ μετὰ τοὺς Τυρρηνοὺς καὶ τοὺς Πελασγοὺς ἐλέγοντο, ἐν οις καὶ οἱ περὶ τὴν ̔Ρώμην. Οτι δὲ ἡ ̔Ρώμη τῆς Λατίνης χώρας ἐστὶ, καὶ οτι Λατίνου ὁμώνυμοί εἰσιν οἱ Λατῖνοι, ος ̓Οδυσσέως καὶ Κίρκης λέγεται, καὶ οτι ὁ Τίβερις ̓Αλβούλας ποτὲ καλούμενος ουτω μετεκλήθη, ὡς βασιλέως Τιβερίου ἐν αὐτῷ θανόντος, αλλαι τε ἱστορίαι βοῶσι καὶ ἡ τοῦ ∆ίωνος. Τιβέριον δὲ ἐνταῦθα ἡ ἱστορία φησὶν οὐ τὸν μετὰ τὸν Αυγουστον, ἀλλ' ετερον ἀρχαιότερον, ος, φασὶν, ἐν μάχῃ τελευτήσας καὶ ὑπὸ τοῦ ῥεύματος κατενεχθεὶς ἐπώνυμον ἑαυτῷ τὸν ποταμὸν ἀφῆκε. Σημείωσαι δὲ οτι παρὰ τῷ Θεοκρίτῳ φαίνεται εν τινι ἀμφιβαλλομένῃ γραφῇ καὶ Σικελικός τις ειναι Θύμβρις ποταμός. 357 Οτι οἱ Καμπανοὶ, ων τὸ πέδον λιπαρὸν διὰ τὴν εὐκαρπίαν λέγει, ἀπὸ τῶν ὑποκαθημένων ἐκεῖ κάμπων ὠνομάσθησαν, η ἀπὸ Κάμπου πόλεως. Ζηλωτὴ δὲ ἡ τοιαύτη γῆ δι' ἀρετὴν, καὶ διὰ τοῦτο περιμάχητος, ωστε καὶ Φλεγραῖον ἱστορεῖται ειναι πεδίον καὶ ἐκεῖ, καθὰ καὶ ἐν Θρᾴκῃ ειρηται, καὶ τὰ περὶ τὴν Γιγαντομαχίαν δὲ οὐ μόνον περὶ τὴν Θρᾴκην, ἀλλὰ καὶ αὐτόθι διὰ τὸ ἐπίμαχον τῆς χώρας μυθεύεται συμπεσεῖν. Λέγεται δὲ καὶ ἡ Σικελικὴ Κύμη Φλεγραία, οὐ διὰ ὁμοίαν αἰτίαν, ἀλλὰ διὰ τὸ τὰ ἐκεῖ πλήρη πυρὸς καὶ θερμῶν ὑδάτων ειναι. Ιβʹ δὲ τοῖς Καμπανοῖς οὐσῶν πόλεων, ἐν μεσογείῳ ἐστὶν ἡ Καπύη, κεφαλὴ τῷ οντι, ως φησιν ὁ Γεωγράφος, κατὰ τὴν ἐτυμότητα τοῦ ὀνόματος γλώττῃ Λατίνων, καίτοι τινὲς ἀπὸ Κάπυος τοῦ Τρωὸς αὐτὴν καλεῖσθαι ἠθέλησαν. ̔Ιστοροῦνται δὲ τρυφῆσαι πολλὰ καὶ οἱ Καμπανοί. 358 Οτι κατὰ μὲν Ομηρον αἱ Σειρῆνες δύο καὶ ἀνώνυμοι, κατὰ δὲ τοὺς αλλους ποιητὰς τρεῖς, καὶ ὀνόματα αὐταῖς Παρθενόπη, Λίγεια καὶ Λευκωσία, αι παραπλεύσαντος αὐτὰς τοῦ ̓Οδυσσέως καὶ μὴ θελχθέντος οις