μέντοι προϊὼν ἐμφαίνει ἀπὸ ̓Ερυθραίου τινὸς βασιλέως τὸν τόπον κληθῆναι, ου καὶ τάφον ἐκεῖ ειναι λέγει. Οτι δὲ τὸ μιλτῶδες χρῶμα ἐρευθές ἐστιν, ὡς ἀνωτέρω γέγραπται, δῆλον τῇ αἰσθήσει· οθεν καὶ ὁ ποιητὴς ἐμβάπτων ταῖς ναυσὶ τὰ πρόσωπα μιλτοπαρῄους αὐτὰς καλεῖ. 39 Οτι πρὸς νότον πολὺς ἀοικήτου χθονὸς αὐλὼν η ἀγκὼν ἐκτέταται, θερμοῖς κεκαυμένος ἡλίοις, ος καὶ καλεῖται διακεκαυμένη ζώνη, ερημος οἰκούντων ουσα, διὰ τὴν ἐκεῖ αγαν θερμότητα. ̓Ιστέον δὲ οτι ουτω νοητέον καὶ πρὸς τῷ βορείῳ ὠκεανῷ ἀοίκητον ὁμοίως ειναι τόπον, διὰ τὴν λίαν ψυχρότητα· διὸ καὶ προμήκης ἡ οἰκουμένη, ὡς ειρηται, παρατέταται δίκην σφενδόνης, καὶ οὐκ ἀκριβῶς ἐσφαίρωται, ὡς ὑπεξαιρουμένων τῶν ἑκατέρωθεν ἀοικήτων. Οτι δὲ καὶ πρὸς βορρᾶν πολλή ἐστι γῆ νομάδων ἀοίκητος, ὡς ειρηται, διὰ ψυχρότητα, δῆλον εσται ἐν τοῖς ἑξῆς. ̓Ιστέον δὲ καὶ οτι τὰ τῆς οἰκουμένης ακρα τὰ παρακείμενα τῇ διὰ καῦμα η διὰ ψύχος δυσκράτῳ καὶ ἀοικήτῳ δοκεῖ τοῖς σοφοῖς ἀποτεύγματα, ηγουν ἀποτυχίας, ειναι τῆς εὐκράτου, καὶ ἐκπτώσεις τινὰς καὶ ἐλαττώματα· καὶ δῆλόν φασι τοῦτο καὶ ἐκ τῶν βίων· Κακόβιοι γάρ εἰσιν οἱ ἐν τοῖς τοιούτοις ακροις οἰκοῦντες καὶ γυμνῆτες τὰ πολλὰ καὶ νομάδες, καὶ τὰ βοσκήματα δὲ αὐτοῖς μικρὰ καὶ οἱ κύνες. Τάχα δέ, φασι, καὶ οἱ νοτιώτατοι Πυγμαῖοι ἀπὸ τῆς τούτων μικροφυΐας ὑπενοήθησαν καὶ ἀνεπλάσθησαν. Οὐδεὶς γὰρ ἑωρακὼς ἐξηγεῖται πίστεως αξιος. Σημείωσαι δὲ οτι οὐ παρὰ Λιβανίῳ μόνον καὶ Αἰλιανῷ πληθυντικῶς οἱ ηλιοι· ἰδοὺ γὰρ καὶ παρὰ ∆ιονυσίῳ ἐνταῦθα ἐν τῷ «μαλεροῖς κεκαυμένος ἡλίοις.» ̓Αλλ' ὁ μὲν Λιβάνιος ἐπὶ ἡμερῶν τοὺς ἡλίους τίθησιν, οτε που λέγει τὴν μῆνιν ἐπὶ πολλοῖς ἡλίοις διαφυλαχθῆναι· οἱ δὲ αλλοι τὰς ὁσημέραι τοῦ ἡλίου λάμψεις ἡλίους φασίν. Αλλως γὰρ μοναδικός ἐστιν ὁ ηλιος, καὶ διὰ τοῦτο οὐ θέλει ἐν τῷ κλίνεσθαι πληθύνεσθαι, ωσπερ ουτε ἡ γῆ, καν αἱ χώραι γαῖαι λέγωνται, ὡς μετὰ ταῦτα φανήσεται· ουτε ἡ αλς, καν τὰ πελάγη θαλάσσας ὁμοίως λεγομένας ἀκούωμεν. 41 Οτι εἰπὼν τέσσαρα τὰ πελάγη τοῦ ὠκεανοῦ, τὸ ἑσπέριον ̓Ατλαντικὸν, καὶ τὸ ἀρκτῶον Κρόνιον, καὶ τὸ κατὰ τὴν εω ̓Ινδικὸν, καὶ τὸ νότιον Αἰθιοπικὸν, καὶ ουτω τοῖς τοῦ κόσμου τέσσαρσι κέντροις ἐπεξελθὼν, ἐπάγει συμπληρωματικῶς αμα καὶ ἐπιφωνηματικῶς, οτι «Ουτως ὠκεανὸς περιδέδρομε γαῖαν απασαν»· ὡς ηδη δείξας οτι πᾶσαν τὴν γῆν στεφανοῖ, ὡς προείρηται· εἰ καί τινες τῶν παλαιῶν ἀντιλέγειν ἐβούλοντο, καθὰ καὶ ̔Ηρόδοτος, ος οὐκ ἀποδέχεται τοὺς γράφοντας τὸν ὠκεανὸν ῥέειν πέριξ τῆς γῆς. 45 Οτι τὸν ὠκεανὸν εἰς τέσσαρα διελὼν, ὡς προείρηται, ἱστορεῖ καὶ τέσσαρας αὐτοῦ κόλπους μεγίστους εἰς τὴν γῆν εσω ἐρεύγεσθαι, ενα μὲν τὸν ἑσπερίαν θάλασσαν τίκτοντα, τὴν ἀπὸ Γαδείρων διήκουσαν εως καὶ εἰς Παμφυλίαν, οπου καὶ ἡ Κύπρος· ετερον δὲ τὴν ἐκ τοῦ βορρᾶ Κασπίαν θάλασσαν, τὴν καὶ ̔Υρκανίαν· τρίτον δὲ ἀπὸ νοτίας θαλάσσης, ητοι νοτίου ὠκεανοῦ, τὸν Περσικὸν κόλπον ἀντικρὺ κείμενον τῆς Κασπίας· καὶ τέταρτον τὸν ̓Αραβικὸν, ἀντικείμενον τῷ Εὐξείνῳ ἐκ νότου καὶ αὐτὸν, καλούμενον ̓Αραβικὸν, διὰ τοὺς αὐτόθι Αραβας, ὡς καὶ ἡ Περσὶς θάλασσα τοῖς Πέρσαις παρονομάζεται, καὶ τοῖς ̔Υρκανίοις καὶ Κασπίοις ἡ αὐτῶν παρώνυμος θάλασσα. Τὸν δὲ ̔Υρκάνιον κόλπον τὸν καὶ Κάσπιον ὀλίγον μὲν λέγει, ὡς πρὸς τὴν ἑσπερίαν θάλασσαν τὴν συρομένην ἀπὸ Γαδείρων εως καὶ εἰς Παμφυλίαν, τῶν αλλων δὲ προφερέστερον ἱστορεῖ, τοῦ Περσικοῦ τε δηλαδὴ καὶ τοῦ ̓Ερυθραίου. Λέγει δὲ καὶ οτι μικροὺς μὲν κόλπους ὁ ὠκεανὸς πλέονας, ὡς δὲ προϊὼν ἐρεῖ, καὶ ἀπειρεσίους ενθα καὶ ενθ' ἀπερεύ γεται εἰς αλα ενδοθι βάλλων, ηγουν θαλάσσας εσω τῆς οἰκουμένης ἀποτελῶν· μεγίστους δὲ τέσσαρας, ους καὶ πρὸς ονομα ἐξέθετο, καθάπερ ειρηται. 48 Οτι τὴν Κασπίαν θάλασσαν Πτολεμαῖος μὲν λιμνοειδῶς περιγράφων περιοδεύεσθαι λέγει πεζῇ βαδίζουσι· συμφωνεῖ δὲ αὐτῷ καὶ ̔Ηρόδοτος, ἐν οις λέγει οτι ἡ Κασπία ἐστὶν ἐφ' ἑαυτῆς, οὐ συμμίσγουσα τῇ ἑτέρᾳ θαλάσσῃ. ∆ιονυσίῳ μέντοι δοκεῖ τῆς Κρονίας ἁλὸς αὐτὴν ἀποσκίδνασθαι ἐκ βορέαο. Λέγει γὰρ ἐν τοῖς ἑξῆς, οτι ὀξὺ ἐπ' αρκτους ἑλκομένη προχοαῖς ἐπιμίσγεται