̓Ελεφαντίνης πόλεως ἀρξάμενον τῆς καμπῆς, ἐμβάλλειν τε εἰς αὐτὸν ἀπὸ τῆς εω δύο ποταμοὺς περιλαμβάνοντας νῆσον εὐμεγέθη καὶ ὀνομαστὴν, τὴν Μερόην, ων ὁ μὲν ̓Ασταβόρας, ὁ δὲ ̓Αστάπους καλεῖται. Καίτοι γε ὁ ̔Ηρόδοτος φύσει μέγαν καὶ αὐτάρκη ἑαυτῷ τὸν Νεῖλον ειναι βούλεται, λέγων οτι ουτε κρήνη ουτε ποταμός τις εἰς αὐτὸν ἐσδίδωσιν. ̔Ο δὲ ῥηθεὶς μικρὸς καταρράκτης ὀρύς ἐστι, φασὶ, πετρώδης, ἐπίπεδος ανω, τουτέστι πλατεῖα. ∆έχεται δὲ τὸν ποταμὸν τελευτῶντα εις τινα κρημνὸν, καθ' ου τὸ υδωρ καταρρήγνυται. Πληροῦσθαι δὲ ὑπὸ θερινῶν ομβρων τὸν Νεῖλόν φασι, καὶ ὑποκαταβαίνειν μετὰ τεσσαράκοντα ἡμέρας, δι' οσων καὶ ηυξηται. Πελαγίζειν δὲ τὴν Αιγυπτον ἐν τῇ ἀναβάσει αὐτοῦ, ωστε τὰς ἐπὶ λόφων η χωμάτων οἰκήσεις νησίζειν οιον τοῖς πόρρωθεν βλέπουσιν. ̔Ιστορεῖται δὲ καὶ οτι ἀπὸ θερινῆς τροπῆς ὁ Νεῖλος ἀρξάμενος πληθύνει, τουτέστι πλημμύρει ἐπὶ ἡμέρας ἑκατόν· ειτα ἐκλιπὼν τὸ ῥεῖθρον καὶ ὀπίσω ἀπελθὼν διατελεῖ βραχὺς τὸν ολον χειμῶνα· καὶ οτι λίθος ἐν τῷ Νείλῳ γεννᾶται κυάμῳ παρόμοιος, ον ἐὰν ιδωσι κύνες οὐχ ὑλακτοῦσι. Τροφιμώτατον δέ φασι τὸ τοῦ Νείλου υδωρ ειναι, διὰ τὴν ἐκεῖ τῶν ἡλίων μετρίαν εψησιν, καὶ μεγαλοφυῶν δὲ καὶ γόνιμον καὶ πολύγονον ειναι. ∆ιὸ καὶ τὰς γυναῖκας εσθ' οτε τετράδυμα τίκτειν, ηδη δὲ καὶ κατὰ τὴν ̓Αριστοτέλους ἱστορίαν ἑπτάδυμα. 229 Οτι τὸν Νεῖλον καὶ πάνυ πολλὴν ἰλὺν λέγει βάλλειν, ὡς καὶ ἀνωτέρω γέγραπται, καὶ ολβου χθονὸς ειναι αὐξητικόν. Λέγει δὲ αὐτὸν καὶ τῆς ̓Ασίας τὴν Λιβύην ἀποτέμνεσθαι, ἀφιέντα κεῖσθαι ἐς λίβα μὲν τὴν Λιβύην, ἐς δ' αὐγὰς τὴν ̓Ασίαν. Σημείωσαι δὲ οτι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς δέ που τὴν ̓Ασίαν ̓Ασίδα φησὶ, κατὰ παρωνυμίαν, οὐ μὴν κατὰ ὑποκορισμόν. Οὐ γὰρ εἰκὸς ὑποκορίσαι αὐτὸν τὴν τοσαύτην ηπειρον. Ουτω δὲ καὶ αἱ ̓Αμαζόνες παρωνύμως λέγονται ̓Αμαζονίδες, καὶ παρὰ Εὐριπίδη Μαιὰς ἡ τοῦ ̔Ερμοῦ μήτηρ Μαῖα, καὶ τὴν Τυρρηνὴν δὲ θάλασσαν ουτω Τυρρηνίδα ειπεν ὁ ∆ιονύσιος. 232 Οτι τοὺς Αἰγυπτίους ἐγκωμιάζων ὁ ∆ιονύσιος γένος αὐτοὺς ἀριπρεπέων λέγει ἀνδρῶν, οι πρῶτοι, φησὶ, βίου κελεύθους, ο εστι τέχνας, ἐξευρόντες διεστήσαντο, ητοι διεῖλον, εἰς γεωργίαν, τυχὸν καὶ στρατείαν καὶ ἱερωσύνην καὶ εἰς τοιαῦτά τινα. Πρῶτοι δὲ ἱμερόεντος, φησὶν, ἐπειράθησαν ἀρότρου, καὶ σπόρον ἰθυτάτης ὑπὲρ αυλακος ἡπλώσαντο· πρῶτοι δὲ γραμμαῖς πόλον διεμετρήσαντο, τὰς τοῦ ἡλίου δηλαδὴ ἐξευρόντες τροπὰς, καὶ θυμῷ, τουτέστιν οικοθεν ἐκ ψυχῆς καὶ ἀδιδάκτως, φρασάμενοι λοξὸν δρόμον ἡλίου, ὡς αὐτόχρημα θυμόσοφοι. Καὶ ὁ μὲν περιηγητὴς ουτω σεμνολογεῖ αὐτούς. Λέγει δὲ καὶ ̔Ηρόδοτος πρώτους ἀνθρώπων Αἰγυπτίους ἐξευρεῖν τὸν ἐνιαυτὸν, καὶ οτι τῶν Αἰγυπτίων οἱ ̔Ηλιουπολῖται λογιώτατοι. Αλλη δὲ ἱστορία καὶ πανούργους οιδεν αὐτοὺς, ὡς καὶ Θεόκριτος ὑπεμφαίνει. Οθεν καὶ Αἰγυπτιάζειν λέγεται τὸ υπουλα πράττειν, καὶ παροιμία κεῖται λέγουσα «∆εινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι.» ̔Ιστοροῦνται δὲ καὶ δουλωθῆναι ὑπὸ Περσῶν. ̔Ομώνυμος δὲ ἡ Αιγυπτος Αἰγύπτῳ τῷ Βήλου, τῷ ∆αναοῦ ἀδελφῷ. Λέγονται δὲ καὶ ξυρᾶσθαι τὰς κεφαλὰς οἱ Αἰγύπτιοι, καὶ πρὸς ηλιον παχύνεσθαι τὸ ὀστοῦν, διὸ καὶ ἐλάχιστοι, φασὶν, εἰσὶν ἐν Αἰγύπτῳ φαλακροί. 239 Οτι καὶ ταῦτα Αἰγύπτου ἐγκώμια κατὰ τὸν ∆ιονύσιον, οὐκ ὀλίγης, φησὶν, ετυχε τιμῆς· οὐδὲ μὴν οὐδ' ὀλίγη μέγεθος πέλει, ἀλλ' ὑπὲρ τὰς αλλας ευβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα· αλλοι δὲ καὶ φυσικῶς ὠχυρῶσθαι ἱστοροῦντες αὐτήν φασι κατὰ γῆν τε δυσέμβολον ειναι καὶ κατὰ τὰ πρὸς θάλασσαν ἀλίμενον, καὶ τὸ «δολιχὴν δὲ ὁδὸν καὶ ἀργαλέην» ὑπὸ τοῦ ̔Ομήρου διὰ τὸ αξεινον τοῦ τόπου καὶ τὸ ἀλίμενον εἰρῆσθαι λέγουσιν. ̓Εκλήθη δέ ποτε κατὰ τὴν ἱστορίαν ἡ τοιαύτη χώρα καὶ ̓Αερία καὶ Ποταμία καὶ Αἰθιοπία διὰ τοὺς ἐκεῖ Αἰθίοπας, περὶ ων πολλοὶ τῶν παλαιῶν ἱστοροῦσι· ναὶ μὴν καὶ ̓Αετία εκ τινος ̓Ινδοῦ ̓Αετοῦ καλουμένου, καὶ ̓Ωγυγία δὲ καὶ Μελάμβωλος καὶ ̔Ηφαιστία. 242 Οτι τὸ τῆς ολης Αἰγύπτου σχῆμα τρισσαῖς ἐπὶ πλευραῖς βέβηκε. Τρίγωνος γάρ ἐστι, προσεοικυῖα τῷ δέλτα στοιχείῳ. Καὶ δὴ καὶ ουτω καλεῖται ∆έλτα τὸ κατ' Αιγυπτον.