Εὐρώπης λόγῳ ειρηται, η ἀπὸ ̓Ασίας μητρὸς Προμηθέως, ὡς καὶ Λυκόφρων βούλεται· η διότι πολλὰ ἐξ ὑδάτων τέλματα εχει, καὶ διὰ τοῦτο ἰλυώδης τυγχάνει. Ασις γὰρ ἡ ἰλὺς, ὡς καὶ παρ' ̔Ομήρῳ. Τινὲς δὲ καὶ τὴν ̓Αττικὴν ἱστοροῦσιν ̓Ασίδα κληθῆναί ποτε. Οἱ δέ φασιν οτι Ασιος φιλόσοφος τελεστὴς δέδωκε τῷ Τρωῒ πρὸς φυλακὴν τῆς Τροίας Παλλάδιον ἀπὸ ξύλου τετελεσμένον, ητοι καταγεγοητευμένον. ̔Ο δὲ εἰς τιμὴν ἐκείνου τοῦ ἀνδρὸς τὴν ὑπ' αὐτῷ χώραν, Ηπειρον καλουμένην τὸ πρὶν, ̓Ασίαν μετωνόμασεν. ̓Εξ αὐτῆς δὲ, ὡς ἀξιολόγου μέρους, καὶ ἡ λοιπὴ χώρα μετέσχε τῆς αὐτῆς κλήσεως. Εχουσι δὲ αἱ ἱστορίαι, ωσπερ Λιβύην κόμμα τι τῆς Λιβύης χώρας, καθὰ προγέγραπται, ουτω καὶ μέρος τι τῆς ολης ̓Ασίας ουτως ἰδίως ̓Ασίαν καλούμενον, ὁμωνύμως τῇ ολῃ ἠπείρῳ. Καλεῖται γὰρ, φασὶν, ̓Ασία ἡ ἐντὸς τοῦ Ταύρου περιέχουσα Λυδοὺς, Κᾶρας, Λυκάονας, Παφλαγόνας, Ιωνας, Αἰολεῖς καὶ αλλους. Οἱ δέ φασιν οτι ἐστὶν ἰσθμὸς ὁ ἐπὶ ̓Αμισὸν καὶ Θεμίσκυραν, καὶ ἡ ἐντὸς τῆς γραμμῆς ταύτης χώρα ἰδίως ̓Ασία λέγεται. Οἱ δέ φασιν, οτι ̓Ασία πόλις Λυδίας παρὰ Τμώλῳ τῷ ορει, ἐν ῃ τρίχορδος κιθάρα εὑρέθη, καὶ ἀπὸ ταύτης ἡ χώρα καλεῖται· η ἀπὸ ̓Ασίου τινὸς Λυδοῦ, ἐξ ου ὁ ̓Ασίας λειμὼν, ὡς τὸ κοχλίας, ὡς καὶ Ομηρος « ̓Ασίω ἐν λειμῶνι·» οὐ κατὰ δοτικὴν τῷ ̓Ασιανῷ, ἀλλὰ κατὰ γενικὴν ̓Ασίου κοινῶς, ὡς κοχλίου, καὶ ̓Ιωνικῶς ̓Ασίεω, ὡς καὶ παρὰ ̔Ηροδότῳ ευρηται,καὶ συγκοπῇ ̓Ασίω, ὡς ̔Ερμείεω ̔Ερμείω, καὶ ἐϋμελίω Πριάμου. Οτι ὁ τῆς Λιβύης καὶ Εὐρώπης ὁμοῦ τῶν δύο ῥυσμὸς, ο εστιν ἑλκυσμὸς καὶ εκτασις, ὁ καὶ εἰς κῶνον, ὡς προείρηται, συντελούμενος, σχῆμά ἐστι τῆς ̓Ασίας, κώνου δηλαδὴ καταμόνας ουσης καὶ αὐτῆς ἑτέρωθεν, ου τὸ πλατὺ προσήνωται τῷ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ιχνει· ὡς τὴν μὲν βάσιν ἐκείνου τε καὶ τούτου τοῦ κώνου κοινὴν ειναι, τὸ δὲ ὀξὺ τούτου τελευτᾶν ἐπ' ἀνατολῆς μυχὸν πάσης, ο ἐστι πρὸς τὸν ἑῷον ὠκεανὸν καὶ τὰς ἐκεῖ τοῦ ∆ιονύσου στήλας, ωσπερ τὸ τοῦ ἑτέρου κώνου ὁμοίως ἀποξυνόμενον τερματοῦται πρὸς τὰ κατὰ δύσιν Γάδειρα καὶ τὰς τοῦ ̔Ηρακλέος στήλας. ∆ιὸ καὶ ἐξ ἀρχῆς ἐρρέθη σφενδόνῃ ἐοικέναι τὴν γῆν, ης τὸ ὀξὺ ἀμφοτέρωσε πρὸς τὰς τοῦ ἡλίου κελεύθους. ∆ιαφορὰν δὲ τοῖς τοιούτοις δυσὶ κώνοις ἐρεῖ, κατά τε τὸ ἐν μεγέθει ποσὸν (μείζων γὰρ κατὰ πολὺ ὁ τῆς ̓Ασίας κῶνος), καὶ κατὰ τὸ ειδος, ἐπειδὴ ἐκεῖ μὲν εις πόντος ἀπείριτος τῇ Εὐρώπῃ καὶ τῇ Λιβύῃ μεσολαβεῖται ὁ ἐκ τοῦ ἑσπερίου ὠκεανοῦ, ος καὶ τῆς ̓Ασίας ἐφ' ἱκανὸν προσάπτεται· ἐν δὲ τῇ ̓Ασίᾳ πολύς φησιν ὠκεανὸς, καὶ οὐ μόνος εις πόντος. Τρεῖς γάρ, φησι, κόλπους κυμαίνοντας ἐρεύγεται ενδοθι βάλλων, Περσικὸν, ̔Υρκάνιόν τε καὶ ̓Αράβιον βαθυδίνην. ̓Εν δὲ τῷ τόπῳ τούτῳ καὶ ἐπαναλήψει χρᾶται, κατὰ τὸ σχῆμα τὸ λεγόμενον ἐπαναστροφὴ, λέγων ουτως· «τοὺς δύο νοτίους, τὸν δ' εἰς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς Λίβα.» Λέγει δὲ τὸν ̔Υρκάνιον, ον καὶ ὡς βόρειον γείτονα τοῦ Εὐξείνου πόντου φησίν. Εστι δὲ τὸ ῥηθὲν σχῆμα τῆς ἀναστροφῆς ομοιον τῷ ̔Ομηρικῷ τῷ· Τοῦ δ' ἐγὼ ἀντίος ειμι, καὶ εἰ πυρὶ χεῖρας εοικεν, εἰ πυρὶ χεῖρας εοικε, μένος δ' αιθωνι σιδήρῳ. 623 Οτι καὶ αλλο τί ἐστι κοινὸν ἀμφοτέροις τοῖς ῥηθεῖσι κώνοις. Ωσπερ γὰρ ἐν Γαδείροις περὶ τὸ ἑσπέριον ὀξὺ τοῦ κώνου ̔Ηράκλειαι ἑστᾶσι στῆλαι, ουτω καὶ ἐν ̓Ινδίᾳ πύματον περὶ ῥόον ὠκεανοῦ ̓Ινδῶν ὑστατίοις ἐν ουρεσι στῆλαι Θηβαίου ∆ιονύσου, ἐλθόντος μέχρι καὶ ἐκεῖ, οτε καὶ ὑφ' ἑαυτῷ τὴν χώραν ἐποίησεν, ὡς καὶ ἐν τῷ τέλει λεχθήσεται τῆς περιηγήσεως. Καὶ ορα οπως ἐξ ̔Ελλάδος ησαν κατά τινας οἱ τὴν γῆν περιεληλυθότες εως τερμόνων, ὁ ̔Ηρακλῆς τε δηλονότι καὶ ὁ ∆ιόνυσος. Καὶ εστι τοῦτο οὐ μόνον ̔Ελλάδος ἀλλὰ καὶ Θηβῶν μάλιστα ἐγκώμιον. ̓Εκεῖθεν γὰρ ὁ τοιοῦτος ∆ιόνυσός τε καὶ ̔Ηρακλῆς. Καίτοι τινὲς αλλους τινὰς βούλονται τοῦτο ποιῆσαι, καὶ οὐ τοὺς ̔Ελλαδικοὺς ̔Ηρακλῆ τε καὶ ∆ιόνυσον. 625 Οτι ἐν οις λέγει ὡς ὁ Γάγγης ὁ ̓Ινδικὸς ποταμὸς λευκὸν υδωρ Νυσσαῖον ἐπὶ πλαταμῶνα κυλίει, οὐ κυρίως εοικε χρῆσθαι τῇ λέξει, ἀλλ' ἁπλῶς ἐπὶ γῆς πλάτους λέγει τὸν πλαταμῶνα. Κυρίως δὲ ὁ πλαταμὼν ἐπὶ θαλάσσης λέγεσθαι ειωθεν, ἐχούσης καὶ πέ τρας ὑποκειμένας. Τάχα