ῥηθήσεται. Καὶ ἡ Αρτεμις δὲ Ταυροπόλος ἀπὸ τούτων δοκεῖ τῶν Ταύρων λέγεσθαι, οις εχαιρεν ὡς ξενοκτονοῦσιν ἐπ' αὐτῇ. Οἱ μέντοι παρὰ τῷ Γεωγράφῳ Νωρικοὶ Ταυρίσκοι ετερόν εἰσιν εθνος παρὰ τούτους τοὺς Ταύρους. 309 Οτι Μελάγχλαινοι λέγονται διὰ τὸ ἐν εθει μέλαν καὶ ζοφερὸν τοῦ ἐνδύματος, ὡς καὶ ̔Ηροδότῳ δοκεῖ, ος καὶ ἀνθρωποφαγεῖν αὐτοὺς εἰπὼν λέγει καὶ οτι Μελαγχλαίνων τὸ καθύπερθεν λίμναι καὶ γῆ ερημος ἀνθρώπων. 310 Οτι οἱ Νευροὶ λέγονται ἐκλιπεῖν ποτε τὴν ἑαυτῶν χώραν ὑπὸ οφεων, καὶ οτι γόητες ἐλέγοντο ειναι. Ετους τοίνυν ἑκάστου, φησὶν, απαξ εκαστος τῶν Νευρῶν λύκος γίνεται ὀλίγας ἡμέρας, καὶ αυθις εἰς ανθρωπον ἀποκαθίσταται. Σημείωσαι δὲ οτι νεβρός μὲν τὸ γέννημα τῆς ἐλάφου διὰ τοῦ β γράφεται, Νευροί δὲ τὸ ἐθνικὸν, οἱ καὶ Νευρῖται, διὰ τῆς ευ διφθόγγου. Οτι ̔Ηρακλέος υἱοὶ Γελωνὸς καὶ ̓Αγάθυρσος, ἐξ ων εθνη βορειότερα τοῦ Ιστρου οἱ Γελωνοί τε καὶ οἱ ̓Αγάθυρσοι. ̔Υπὸ μὲν ουν ψυχροῖς ̓Αγαθύρσοις, ὡς ὁ ∆ιονύσιός φησιν, ἀδάμας ἐστὶ παμφανόων. Οἱ Γελωνοὶ δὲ, ὡς αλλοι φασὶν, γῆν τε ἐργάζονται καὶ σιτοφαγοῦσι καὶ κήπους εχουσιν. ̔Ο δὲ τὰ ̓Εθνικὰ γράψας ουτω φησί· «Γελωνοὶ, πόλις Σαρματίας, ἀπὸ Γελωνοῦ, ος ̓Αγαθύρσου μὲν ην ἀδελφὸς, υἱὸς δὲ ̔Ηρακλέος. Εστιδὲ περὶ αὐτοὺς πόλις ξυλίνη μεγάλη κατὰ ̔Ηρόδοτον, κειμένη ἐν Βουδίνοις, εθνει μεγάλῳ. Παρὰ τούτοις ζῶον λέγεται θαυμάσιον γίνεσθαι, τὸ μέγεθος οσον βοὸς, ἐοικὸς τὸν τοῦ προσώπου τύπον ἐλάφῳ, καλούμενον τάρανδος, δυσθήρατον διὰ τὴν μεταβολήν. Μεταβάλλει γὰρ τὰς χρόας τῶν τριχῶν καθ' ον αν τόπον ῃ, καὶ ἀλλοιοῦται, καθὰ καὶ ὁ χαμαιλέων καὶ ὁ πολύπους.» Περὶ δὲ τῶν ̓Αγαθύρσων ὁ αὐτὸς λέγει, οτι η ἀπὸ ̓Αγαθύρσου υἱοῦ ̔Ηρακλέος ουτω λέγονται, η ἀπὸ τῶν θύρσων τοῦ ∆ιονύσου· κλάδοι δέ εἰσιν οἱ θύρσοι, ους ἐν ταῖς τοῦ ∆ιονύσου τελεταῖς φέρουσιν. ̔Ηρόδοτος δὲ οὐ μόνον Γελωνὸν καὶ ̓Αγάθυρσον υἱοὺς ̔Ηρακλέος λέγει, ἀλλὰ καὶ Σκύθην νεώτατον καὶ γενναιότατον, ους ἐγέννησεν ̔Ηρακλῆς ἐλθὼν εἰς τὴν τῶν Σκυθῶν γῆν, οτε τὰς Γηρυόνου βοῦς ελαυνε, μιγεὶς, φησὶν, ̓Εχίδνῃ μιξοπαρθένῳ, γυναικὸς μὲν τὰ ανω ἀπὸ γλουτῶν ἐχούσῃ, τὰ δὲ κάτω οφεως. Λέγει δὲ τοὺς ̓Αγαθύρσους ὁ αὐτὸς ἀνδρῶν ἁβροτάτους καὶ χρυσοφόρους, καὶ ἐπίκοινον τὴν μῖξιν τῶν γυναικῶν ποιουμένους. Τοὺς δὲ Γελωνοὺς Ελληνας τὸ ἀρχαῖον ειναί φησι γῆς ἐργάτας. 311 Οτι Βορυσθένης ὁ ἐν ποταμοῖς ᾀδόμενος Εὐξείνῳ τὸ υδωρ μίσγεται κατὰ τὸ ἐκεῖ Μέτωπον τοῦ κριοῦ, περὶ ου ειρηται, ὀρθὸν οιον ἐπὶ γραμμῇ, κατεναντία (ηγουν ἀντικρὺ) τῶν Κυανέων πετρῶν. ̓Εκεῖ δὲ ἐν τοῖς ̔Ριπαίοις ορεσι Σκυθικοῖς, καὶ ὁ Αλδησκος, φησὶ, καὶ ὁ Παντικάπης οἱ ποταμοὶ μορμύρουσιν· ων παρὰ προχοαῖς ἡδυφαὴς ηλεκτρος μήνης ἀρχομένης αυξεται, οιά τις αὐγή. Καὶ ορα οπως συμπαθῶς εχει περὶ τὴν σελήνην ὁ τοιοῦτος ηλεκτρος, καὶ οτι τὸν ηλεκτρον ἐνταῦθα λίθον τινὰ νοητέον, καὶ οὐ καθὰ τὸ λεγόμενον τῶν αἰγείρων δάκρυον, ὡς ἀνωτέρω ειρηται. Οτι δὲ ἐν τοῖς ̔Ριπαίοις ορεσιν οὐδέποτε χιὼν ἐπιλείπει προγέγραπται. ̔Υπὲρ δὲ ταῦτα τὰ ορη οἱ λεγόμενοι ̔Υπερβόρειοι καθήκειν εἰς τὴν θάλασσαν λέγονται. ̓Απὸ δὲ Παντικάπου τοῦ ποταμοῦ καὶ τὸ ἐκεῖ ὀνομάζεται Παντικάπαιον, πόλις μεγάλη, κτίσμα παιδὸς Αἰήτου, λόφος κύκλῳ περιοικούμενος, σταδίων εικοσι, μητρόπολις τῶν ἐκεῖ Βοσπορανῶν. ̔Ηρόδοτος δὲ περὶ τούτων τῶν ποταμῶν φησιν, οτι ὁ μὲν Βορυσθένης μέγιστος καὶ πολυαρκέστατος τῶν Σκυθικῶν ποταμῶν, καὶ πίνεσθαι ηδιστος, ῥέων καλὸς παρὰ θολεροῖς. Πήγνυνται δὲ καὶ αλες παρὰ τῷ στόματι αὐτοῦ αὐτόματοι, καὶ κήτη ἀνάκανθα μεγάλα ταριχεύειν παρέχει, α καλοῦσιν ἀντακαίους. ̔Ο δὲ Παντικάπης ἀπὸ βορρᾶ ῥέων ἐν τῷ τέλει συμμίσγεται τῷ Βορυσθένει. Τὸ δὲ μεταξὺ τούτων τῶν ποταμῶν νέμονται οἱ Γεωργοὶ Σκύθαι. ∆έκα δὲ, φησὶν, ἡμερῶν ὁδὸς ἀπὸ Ιστρου ἐπὶ Βορυσθένην· ὁμοίως δὲ καὶ ἀπὸ Βορυσθένους ἐπὶ τὴν Μαιῶτιν. 321 Οτι τὰ ἀνωτέρω ῥηθέντα ̓Ωρίκια αστεα ἐρυμνά τινες δίχα τοῦ κατ' ἀρχὰς ν γράφουσι. Τάχα δὲ ἀπὸ τούτων καὶ Ωρικος λιμήν. Φησὶ γοῦν ̔Εκαταῖος· Μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ωρικος λιμήν. Καὶ ̓Απολλώνιος·