ηγουν κωμαστικὴν ἑορτὴν αγουσι τῷ ∆ιονύσῳ, ὡς αἱ νησιώτιδες αυται γυναῖκες ἀνευάζουσι, τουτέστιν ὑμνοῦσι τὸν Ευιον ∆ιόνυσον, εὐοῖ εὐᾶν ἀνακράζουσαι, ταῦτα δὴ τὰ ἐπὶ ∆ιονύσῳ ἐνθουσιαστικὰ ἐπιφωνήματα. Λόγος γὰρ τὰς τῶν ̓Αμνιτῶν γυναῖκας δι' ολης νυκτὸς ἐξαλλομένας χορεύειν, ωστε ἐν τούτῳ καὶ τοὺς Θρᾷκας εικειν αὐταῖς καὶ τοὺς ̓Ινδοὺς, καίτοι καὶ αὐτοὺς κατόχους οντας τῷ ∆ιονύσῳ, καὶ πάνυ ὀργιάζοντας αὐτῷ. ̔Ο δὲ Γεωγράφος καὶ ἱερὸν ειναι λέγει ταῖς γυναιξὶ τῶν ̓Αμνιτῶν, οπερ κατ' ἐνιαυτὸν ἀποστεγάζουσαι αὐθημερὸν πάλιν πρὸ δύσεως ἡλίου στεγάζουσιν, ἑκάστης φορτίον ἐπιφερούσης, οπερ ἐὰν ἐκπέσῃ, διασπῶσι μανιωδῶς τὴν φέρουσαν. ̓Ιστέον δὲ οτι ἐννύχια τῷ ∆ιονύσῳ ἐτελοῦντο τὰ μυστήρια, πρὸς αινιγμα τοῦ δεῖν τοὺς πίνοντας ἐπικρύπτειν τὸν οινον, καὶ μὴ ἐς προυπτον ἀσχημονεῖν κωμάζοντας· η καὶ διὰ τὴν σπουδὴν τοῦ ταμιεύεσθαι τὸν οινον καὶ κρύπτεσθαι ὡς εἰς παλαίωσιν. ∆ιὸ καὶ Οἰκουρὸς ∆ιόνυσος ἐλέγετο. Τὸ δὲ εθνος οἱ ̓Αψίνθιοι ἀπὸ ποταμοῦ ἐοίκασι κεκλῆσθαι ̓Αψίνθου. Φησὶ γὰρ ὁ ∆ιονύσιος, «Θρήικος ἐπ' ᾐόσιν ̓Αψίνθου.» ∆ιχῆ δὲ γράφεται, καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι· ὡς καὶ τὸ ἀψίνθιον τὸ φυτὸν, καθά φασιν οἱ παλαιοί. Τὸ δὲ εὐοῖ εὐᾶν ἀναφωνήσεις ησαν, ὡς ειρηται, εἰς τὸν ∆ιόνυσον ὑμνητήριοι, περὶ ων μετ' ὀλίγα ἐν τῷ περὶ Καμαριτῶν λόγῳ ῥηθήσεται. ̔Ο δὲ ∆ιόνυσος Εἰραφιώτης μὲν καλεῖται η παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ ∆ιὸς, η παρὰ τὸ εριν φαίνειν· πατὴρ γὰρ εριδος οινος ὑπὲρ μέτρον πινόμενος. ̓Ερίβρομος δὲ καὶ ἐριβρεμέτης η διὰ τὰς τῶν μεθυόντων κραυγὰς (διὸ καὶ Βάκχος ὡς ἀπὸ τοῦ βάζειν λέγεται, προσληφθέντος τοῦ κ στοιχείου διὰ πλείονα τραχύτητα φωνῆς), η διὰ τὸν βρόμον, ον ὁ γλευκάζων οινος ποιεῖ πνευματούμενος καὶ ζέων. Καὶ ουτω μὲν καὶ ταῦτα. Τὴν δὲ μεγίστην Βρεττανικὴν νῆσον οἱ παλαιοὶ τρίγωνον ἱστοροῦσιν ειναι τῷ σχήματι, εἰς ην διαίρων, ηγουν ἀποπλέων, Καῖσαρ ὁ ἐπιλεγόμενος θεὸς νύκτωρ ἀνήχθη, καὶ τῇ ὑστεραίᾳ κατῆρε περὶ τετάρτην ωραν, τριακοσίους σταδίους διάπλου τελέσας. ∆ὶς δὲ, φασὶ, διαβὰς ἐκεῖ ἐπανῆλθε διαταχέων, οὐδὲν μέγα διαπραξάμενος, οὐδὲ προελθὼν ἐπὶ πολὺ τῆς νήσου, ἀλλὰ δύο μὲν η τρεῖς νίκας νικήσας, ἀπολέσας δὲ πλοῖα πολλὰ διὰ τὴν αυξησιν τῶν ἐν τῷ ὠκεανῷ πλημμυρίδων καὶ τῶν ἀμπώτεων. 568 Οτι τὸ μέγεθος τῶν Βρεττανίδων νήσων, ας αλλοι, ὡς προερρέθη, διὰ τοῦ π Πρεττανίδας καλοῦσιν, οὐ μόνον ὁ ∆ιονύσιος ἐνέφηνεν, ὡς ἀνωτέρω ἐρρέθη, ἀλλὰ δηλοῖ καὶ ὁ Πτολεμαῖος ἐν τῇ γεωγραφικῇ ὑφηγήσει, λέγων οτι τῶν νήσων πρωτεύει ἡ ̓Ινδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ, μεθ' ην ἡ Βρεττανικὴ, τρίτη ἡ Χρυσῆ χερρόνησος, τετάρτη ἑτέρα Βρεττανῶν ἡ ̓Ιουερνία, πέμπτη Πελοπόννησος, Σικελία μετ' αὐτὴν εκτη, ἑβδόμη Σαρδὼ, ὀγδόη Κύρνος, Κρήτη ἐννάτη· ἐπὶ δὲ ταύταις ἡ Κύπρος ουσα δεκάτη γίνεται τοῦ καταλόγου κορωνίς. Καὶ Πτολεμαῖος μὲν ουτως εἰς δεκάδα κορυφοῖ τὰς μεγίστας νήσους, συναριθμῶν αὐταῖς καὶ δύο χερρονήσους, ὡς αν, οιμαι, τὴν δεκάδα σεμνύνῃ. Ετεροι δὲ, ὡς καὶ ανω που ἐλαλήθη, εἰς ἑπτὰ συνάγουσιν αὐτὰς καὶ μόνας, γράφοντες ουτως ἐμμέτρως· Τῶν ἑπτὰ νήσων, ας εδειξεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μὲν, ὡς λόγος, πρώτη μεγίστη, δευτέρα Σαρδὼ, τρίτη Κύρνος, τετάρτη δ' ἡ ∆ιὸς Κρήτη τροφός, Ευβοια πέμπτη στενοφυὴς, εκτη Κύπρος, Λέσβος δὲ τάξιν ἐσχάτην λαχοῦσ' εχει. 581 Οτι μετὰ τὰς Βρεττανίδας πολὺ πρὸς τὰ βόρεια ἡ Θούλη νῆσος, ης πολὺς ὁ ἐκτοπισμός· ἀρκτικωτάτη γὰρ τῶν ὀνομαζομένων τίθεται. Ενθα, φησὶν, ηματα ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἐκκέχυται πῦρ, ὁπηνίκα ηλιος βεβήκοι ἐς πόλον αρκτων, ἐν καρκίνῳ γενόμενος. ̓Αλλὰ τοῦτο μὲν ὑπερβολικὸν τὸ ἀδιάδοχον ἐν τῷ τοιούτῳ καιρῷ ειναι τὴν ἡμέραν ἐκεῖ. ̓Εκεῖνο δὲ καὶ ἐπὶ πλέον ἐκπίπτει ὑπερβολῆς, ο δή τινες ἱστόρησαν, τὸ τὸν μὲν θερινὸν ολον ὑπὲρ γῆς ειναι αὐτόθι, τὸν δὲ χειμερινὸν ὑπὸ γῆν, ὡς ἐντεῦθεν τὸν ἐνιαυτὸν ἐν τῷ ἐκεῖ κλίματι μερίζεσθαι εἰς ἡμερονύκτιον εν, ηγουν εἰς μίαν ἡμέραν καὶ εἰς μίαν νύκτα· καθὰ καὶ ̔Ηρόδοτος περὶ τῶν Κιμμερίων λέγων φησὶ μὴ ἐνδέχεσθαι