ενθα ναυσὶν εσχατος δρόμος», τουτέστιν εἰς αὐτὴν τὴν Κολχίδα γῆν, ἀπὸ μέρους, ενθα τὸ εσχατον τοῖς ἐκεῖ πλέουσιν· ἐπείτοιγε αλλως πολλὰ στάδια, φασὶ, καὶ πολὺς πλοῦς ἐκ τοῦ Φάσιδος εἰς τὸν μυχὸν τοῦ Εὐξείνου καὶ εἰς τὴν ∆ιοσκουρίδα, η συνεχής ἐστιν ἡ Τραπεζοῦς, κτίσμα Σινωπέων, μέγα ἐμπόριον, περὶ ην ἡ Τραπεζουσία χώρα. Καὶ ἡ Τυνδαριδῶν δὲ χώρα πρὸς αὐτῷ ἐστι τῷ τοῦ Πόντου μυχῷ, ητοι τοῦ Εὐξείνου. Περὶ ων καὶ διὰ τί Τυνδαρίδαι λέγονται, ἀνωτέρω ειρηται. 689 Οτι ἀκολούθως τῷ ̔Ηροδότῳ γνωματεύει καὶ ουτος, μετήλυδας ειναι τῆς Αἰγύπτου τοὺς Κόλχους, ο εστιν ἀποίκους η μετοίκους. Πίστις δὲ τοῦ λόγου τούτου, οτι τε οὐλόκρανοι, τουτέστιν οὐλότριχές εἰσι κατὰ τοὺς Αἰγυπτίους καὶ μέλανες. Ετι δὲ καὶ τὰ παρ' αὐτοῖς Αἰγύπτια εθη, ων εν καὶ τὸ περιτέμνεσθαι, καὶ τὸ λινᾶς ἐσθῆτας ἀμπέχεσθαι· καὶ ἡ ζωὴ δὲ, φασὶ, καὶ ἡ γλῶσσα ἐμφερὴς ην τοῖς Κόλχοις καὶ τοῖς Αἰγυπτίοις. ̔Ο δὲ Γεωγράφος φησί, «Κόλχοι μετὰ ̔Ηνιόχους, ὑπὸ τοῖς Καυκασίοις καὶ Μοσχικοῖς ορεσι.» Καλοῦνται δὲ Κόλχοι ἀπὸ Κόλχου υἱοῦ Φάσιδος. Τούτων δὲ ὑπερκεῖσθαι λέγονται οἱ Θοᾶνες, ανδρες οὐδὲν μὲν βελτίους τῶν προσοίκων Φθειροφάγων τῷ πίνῳ, πλουτοῦντες δὲ τῷ χρυσῷ. Χρυσὸν γὰρ παρ' αὐτοῖς οἱ χείμαρροι καταφέρουσιν, ον ὑποδέχονται οἱ ἐκεῖ μαλλωταῖς, ἀφ' ων τὸ χρυσόμαλλον ἐμυθεύθη δέρας, ου χάριν καὶ ὁ τῶν ̓Αργοναυτῶν ἐγένετο πλοῦς. Καίτοι ὁ Χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον ειναι λέγει χρυσογραφίας μεμβράναις ἐμπεριειλημμένην, δι' ην ὡς λόγου ἀξίαν τὸν τῆς ̓Αργοῦς καταρτισθῆναι στόλον φησί. Καὶ ταῦτα μὲν τοιαῦτα. ̔Ο δὲ ∆ιονύσιος τοὺς Κόλχους τοπογραφῶν κατοικεῖν φησιν αὐτοὺς περὶ τὸν ῥηθέντα μυχὸν τοῦ Εὐξείνου πόντου, μετὰ τοὺς εἰρημένους Τυνδαρίδας, ἐγγὺς τοῦ προειρημένου Καυκάσου, ος περὶ τὸν ̔Υρκάνιον κόλπον ουρεσιν ἠλιβάτοις αυξεται· ενθα, φησὶ, καὶ ὁ Φᾶσις «Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται αχνην.» Εἰς γὰρ τὸν Ευξεινον πόντον ἐκβάλλει καὶ ὁ Φᾶσις ποταμὸς, ος ἐκτείνει μὲν τὴν παραλήγουσαν, καλεῖται δὲ ουτως ἀπὸ Φάσιδος, ου υἱὸς Κόλχος ἱστόρηται. Καταρρέει δὲ εἰς τὴν Κολχίδα τραχὺς καὶ βίαιος, περατὸς ἑκατὸν γεφύραις κατὰ τὸν Γεωγράφον διὰ σκολιότητα. ̓Εμβάλλουσι δὲ εἰς αὐτὸν ποταμοὶ Γλαῦκος καὶ Ιππος. ̓Επίκειται δὲ καὶ πόλις ὁμώνυμος. Οἱ δὲ περὶ αὐτὸν τόποι Φασιανὴ λέγεται χώρα ὑπό τε ∆ιοδώρου καὶ αλλων. Καὶ οἱ Φασιανοὶ δὲ τὸ ορνεον ἐκεῖθεν παρονομασθῆναι δοκοῦσιν, ὡς αὐτόθι πλεονάσαντες. ̔Ο δὲ Καύκασος καὶ Κάσπιος ὑπὸ τῶν ἐκεῖ καλεῖται, ὡς ὁ Γεωγράφος φησίν· ος λέγει καὶ οτι τὰ πρὸς θάλασσαν αὐτοῦ Κεραύνια ορη καλοῦνται ὁμωνύμως δηλονότι τοῖς ̓Ιλλυρικοῖς· καὶ οτι ὑπέρκειται ὁ Καύκασος ουτος τοῦ Κασπίου πελάγους, διατειχίζων τὸν αὐτόθι ἰσθμὸν, καὶ ἀφορίζων πρὸς μὲν νότον ̓Αλβανοὺς καὶ Ιβηρας, πρὸς δὲ αρκτον Σαρμάτας. 692 Τὸ δὲ Κιρκαῖον πεδίον διὰ τὴν τοῦ Κολχικοῦ βασιλέως Αἰήτου ἀδελφὴν Κίρκην ουτω καλεῖται, τὰς βοτάνας ἐκεῖθεν συλλέγουσαν. Περὶ τούτου πεδίου καὶ ὁ Γεωγράφος φησὶν, οτι περί που τὴν ̓Αλβανῶν γῆν Κίρκης ἱερὸν, ενθα καὶ φιάλη τις ̓Οδυσσέως δείκνυται, καὶ Κιρκαῖον ορος πολύρριζον, νησίζον θαλάσσῃ καὶ ελεσιν. ̓Ιστέον δὲ οτι κατὰ τὸν Λυκόφρονα εστι Κιρκαῖόν τι ορος καὶ περί που τὰ τῆς ̔Ρώμης ορια. 694 Οτι τὸ ̓Αρμένιον ορος, ἀφ' ου ῥέειν ὁ Φᾶσις αρχεται, ὁ μὲν τὰ ̓Εθνικὰ γράψας περὶ τὴν ἀρχὴν τῆς ̔Υρκανίας ειναι οιεται, αλλοι δὲ τοῦ Ταύρου φασὶν ἀπόσπασμα ειναι τὸ ̓Αρμένιον, παρατεῖνον εως καὶ εἰς ̓Αρμενίαν, τὴν ουτω κληθεῖσαν η ἀπὸ τοῦ ῥηθέντος ̓Αρμενίου ορους, η ἀπό τινος ̓Αρμένου ̔Ροδίου ἀνδρός. Κατὰ δὲ αλλους ̓Αρμενία ἡ χώρα λέγεται ἐπωνύμως ̓Αρμένου ηρωος ἐξ ̓Αρμενίου πόλεως Θετταλικῆς, συστρατεύσαντος ἐκεῖ τῷ ̓Ιάσονι. οτι δὲ καὶ εἰς τοὺς τοιούτους τόπους ηλθεν ὁ ̓Ιάσων, οτε εἰς τὸ χρυσόμαλλον ἐπέπλευσε δέρμα, πολλὰ τεκμήρια παρὰ τοῖς παλαιοῖς. Τὸ δὲ ̓Αρμένιον ορος λέγεται καὶ πληθυντικῶς τὰ ̓Αρμένια. ̓Ιστέον δὲ οτι ̔Ηρόδοτος τοὺς ̓Αρμενίους Φρυγῶν ἀποίκους φησὶ, λέγων καὶ οτι πολυπρόβατοί εἰσι.