∆αναοῦ, ἡ Βεβρύκη μὲν καὶ ἡ ̔Υπερμνήστρα μόναι τῶν συνεύνων ἐφείσαντο, αἱ δὲ λοιπαὶ τοὺς λοιποὺς διεχρήσαντο. Οτι μετὰ τοὺς Βέβρυκας ἡ Μυσία καὶ τὰ τῆς Μυσίδος γῆς ορη, ενθα Μύσιος ποταμὸς ὁ Κίος προϊεὶς ἱμερόεντα ῥέεθρα, καὶ πόλις ὁμώνυμος ἡ Κίος. Περὶ δὲ τὸν Κίον ποταμὸν ἡ θρυλουμένη ἁρπαγὴ τοῦ Υλα συνέπεσεν. ̔Εταῖρος δὲ ̔Ηρακλέος ὁ Υλας. Νύμφηγὰρ, φησὶν, ἐκεῖ ὑδρευόμενον τὸν Υλαν καθήρπασεν, ον καὶ ἀνακαλούμενος ὁ πελώριος ̔Ηρακλῆς οὐδὲν ηνυσεν, ἀλλὰ μακρὰ καὶ κενὰ βοήσας ἀπηλλάγη, ὡς καὶ Θεόκριτος ἱστορεῖ. Οθεν καὶ παροιμία ἐπὶ τῶν ἀνακαλουμένων τοὺς μὴ ἀκούοντας, « Υλαν καλεῖς.» Φασὶ δὲ καὶ τὴν Προυσιάδα πρότερον Κίον καλεῖσθαι, ην υστερον ∆ημήτριος κατέσκαψεν. ̔Ο δὲ Γεωγράφος λέγει οτι ὑπὲρ τὴν Προυσιάδα Κίος πόλις, ην εκτισε Κίος ̔Ηρακλέος ἑταῖρος καὶ σύμπλους ἐπανελθὼν ἐκ Κολχίδος, ενθα τὰ κατὰ τὸν Υλαν γενέσθαι φασί. Περὶ δὲ Μυσῶν καὶ προείρηται μὲν ηδη, καὶ εὐθὺς δὲ κατωτέρω πάλιν εἰρήσεται. 809 Οτι μετὰ τὴν Μυσίαν ὁ τῆς μικρᾶς Φρυγίας ασπετος ἀγκὼν, ηγουν ἀγκάλη, ἐπιτρέχων εἰς ̔Ελλήσποντον πρὸς ἑσπέραν, ὑπὸ τοὺς τῆς Ιδης πόδας, ἐνδότερον δὲ ἐπ' ἀνατολὰς ἡ εὐρυτέρα Φρυγία, ο εστιν ἡ μεγάλη, ης Μίδας ἐβασίλευσε, παρὰ τῷ προειρημένῳ Σαγγαρίῳ ποταμῷ, ουπερ αἱ πηγαὶ περί τινα λέγονται ειναι κώμην Σαγγίαν καλουμένην. Ταύτην δὲ τὴν μεγάλην Φρυγίαν καὶ ἱππόβοτον λέγει καὶ λιπαράν. ̓Ολβιωτάτους δὲ τοὺς Φρύγας καὶ ̓Αρριανὸς ἱστορεῖ, λέγων καὶ οτι «λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι, καὶ οτι μαίνονται τῇ ̔Ρέᾳ, καὶ πρὸς Κορυβάντων κατέχονται, ηγουν κορυβαντιῶσι δαιμονῶντες. Οταν δὲ κατάσχῃ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι.» Εστι δὲ, φασὶ, Φρυγία καί τις τόπος Εὐρωπαῖος περὶ τὴν Οιτην τὸ τῆς Τραχῖνος ορος, ουτω κληθεῖσα παρὰ τὸ ἐκεῖ πεφρύχθαι τὸν ̔Ηρακλέα καυθέντα. Τὸ δὲ πόδας Ιδης ἐξ ̔Ομήρου ληφθὲν Πινδάρῳ μὲν δέδωκεν ἀφορμὴν σφυρὰ ορους εἰπεῖν, τῷ δὲ Λυκόφρονι πτέρναν πύργου, καὶ αλλοις κνημοὺς ορους. ̓Ιστέον δὲ οτι ∆ιονύσιος μὲν ̓Ασιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, αλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους ειναί ποτε Φρύγας, ἐξ ων περαιωθέντων οἱ κατὰ τὴν ̓Ασίαν ἐγένοντο· ωσπερ καὶ Μυσοὶ οὐ μόνον Εὐρωπαῖοι, οι γε καὶ πέραν Ιστρου ησαν, ἀλλὰ καὶ ̓Ασιανοὶ, ων μέρος καὶ οἱ ̓Ολυμπηνοὶ Μυσοὶ, λεγόμενοι ουτως, ως που προείρηται παρὰ τὸν μυσὸν, οστις ἐστὶν ἡ ὀξύα κατὰ τὴν τῶν Μυσῶν η Λυδῶν γλῶσσαν· πολὺ γὰρ τὸ τοιοῦτον φυτὸν παρὰ τοῖς Μυσοῖς. Ουτω δέ φασι δύσεργον ειναι διορίσαι Μυσοὺς καὶ Φρύγας διὰ τὸ ἀδιάφορον τῆς οἰκήσεως, ωστε τάχα καὶ τὴν παροιμίαν ἐντεῦθεν διεκπεσεῖν τὴν λέγουσαν, «πόρρω τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.» ̔Ωσαύτως δὲ συγκέχυνται οἱ Λυδοὶ καὶ Μαίονες, οἱ καὶ Μῄονες παρὰ τῷ Ποιητῇ. ̓Αρριανὸς δέ φησιν οτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ησαν ̓Αργανθώνης, ητις καλόν τι χρῆμα νύμφης ην, ἀφ' ων Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφ' ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν.» ̔Ηρόδοτος δέ φησι καὶ αὐτὸς πρώτους ἀνθρώπων τοὺς Φρύγας ειναι, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, ενθα τὸν ἀρχαῖον βεκκεσέληνον λέγει, ἀπό τε τῶν ̓Αρκάδων τῶν πρὸ τῆς σελήνης μυθευομένων ειναι καὶ ἀπὸ τοῦ βέκου. Βέκος δὲ ὁ αρτος Φρυγιστί. 815 Οτι ὑπὸ ταῖς πλευραῖς τῆς μικρᾶς Φρυγίας ἡ Ιλιος, μεταξὺ τῆς Ιδης καὶ τῆς θαλάσσης. Ταύτην τὴν πόλιν ἀγλαὸν αστυ παλαιγενέων ἡρώων λέγει, καὶ εργον μέν φησι γενέσθαι Ποσειδῶνος καὶ ̓Απόλλωνος κτισάντων, ὑπὸ ̓Αθηνᾶς δὲ καὶ Ηρας ἀπολέσθαι, ο εστιν ὑπό τε φρονήσεως καὶ ὑπὸ ἡραίας ηγουν βασιλικῆς ἀνδρώδους δυνάμεως· η καὶ αλλως ἀστείως, οτι ανδρες μὲν τὴν πόλιν ιδρυσαν, γυναῖκες δὲ κατέρριψαν. Οτι δὲ ἐξήλειπται ἀφανισθεῖσα ἡ παλαιὰ Ιλιος, ὡς μηδὲ θεμελίους ὑπολειφθῆναι αὐτῆς, ἀριδήλως ἡ παλαιὰ ἱστορία φησίν. ̓Ιστέον δὲ οτι ἐπαναλαμβάνει καὶ τὴν Ιλιον κατὰ συνήθειαν ποιητικὴν, οὐ μόνον διὰ τὸ σεμνὸν αλλως τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὸ θρήνων αξια παθεῖν αὐτήν. ∆ιὸ καὶ ὁ Λιβάνιός