τοῦ ̓Απόλλωνος, ενθα φησὶ τὸν Φοῖβον ἀπὸ Μιλήτου η Κλάρου ἐλθόντα χρυσέης ἀναλύεσθαι αμμα φαρέτρης, ητοι λύειν τὸν τῆς φαρέτρας δεσμὸν, καὶ ἀποθέντα αὐτὴν ἀναπαύεσθαι. ̔Ιερὰ δὲ ην ̓Απόλλωνος καὶ ἡ Μίλητος καὶ ἡ Κλάρος, καθὰ καὶ ἡ ∆ῆλος καὶ ἡ Πυθὼν, καθ' Ομηρον δὲ καὶ ἡ Κίλλα ἡ καὶ Χρύση καὶ ἡ Τένεδος καὶ ἡ Ισμαρος. Οτι δὲ ἡ Πυθὼν παρὰ τὸ πύθω, τὸ σήπω, λέγεται, ὡς ἐν αὐτῇ σαπέντος τοῦ ῥηθέντος δράκοντος, η παρὰ τὸ πυθέσθαι, τὸ μαθεῖν, ὡς τῶν χρηστηριαζομένων ἐκεῖθεν μανθανόντων τὰ μέλλοντα, ἱκανῶς τεθρύληται. ̔Η δὲ Μίλητος πόλις ἐστὶν Αἰολικὴ, περὶ ης γραφήσεται τὰ δέοντα ἐν τοῖς ἑξῆς. ̔Η δὲ Κλάρος λέγεται νεώριον ειναι τῆς Κολοφῶνος, κληθῆναι δὲ ουτως ἀπὸ τοῦ κλήρου, ητοι τοῦ λάχους· πολλῶν γὰρ, φασὶ, θεῶν κληρωσαμένων περὶ αὐτῆς, ελαχε τῷ ̓Απόλλωνι. Λέγεται δὲ καὶ ∆ιὸς Κλαρίου μαντεῖον ειναι αὐτόθι. Οθεν καὶ παρὰ τῷ Λυκόφρονι ἡ Κασσάνδρα Κλάρου Μιμαλὼν λέγεται, τουτέστι βάκχη καὶ μάντις Κλαρία. 451 Οτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα, κατὰ μέσον τῶν πρὸς τῇ ̓Ιβηρίᾳ πυλῶν· διὸ καὶ ̓Ιβηρικά φησιν ὁ ̓Αρριανὸς αὐτά. Εστι δὲ ἡ νῆσοςαυτη κατὰ τὸν Γεωγράφον οὐ πολὺ μείζων ἑκατὸν σταδίων κατὰ τὸ μῆκος, πλάτος δ' εσθ' οπου καὶ σταδιαῖον. Τὸ δὲ ἐθνικὸν αὐτῆς τετραχῶς λέγεται, Γαδειρίτης καὶ Γαδειρεὺς καὶ Γαδειραῖος καὶ Γαδειρανὸς, ὡς Βοσπορανός. Εστι δὲ οὐ μόνον οὐδετέρου γένους τὰ Γάδειρα, ἀλλὰ καὶ θηλυκῶς ἡ Γάδειρα. Κεῖται δὲ ἐπὶ τέρμα σιν ὠκεανοῦ τοῖς πρὸς τῇ ἑσπερίᾳ δηλονότι θαλάσσῃ, Κοτινοῦσα ἐπὶ προτέρων ἀνθρώπων κληιζομένη, ηγουν κοτινόεσσα, ὡς πολλοὺς εχουσα κοτίνους, οι ἀγριελαίας ειδός εἰσι, μετονομασθεῖσα δὲ Γάδειρα. ̓Ενταῦθα ∆ιὸς γόνον ̔Ηρακλέα τιμᾶσθαί φησιν, η ὁ Θηβαῖος δὴ ουτος ην ̔Ηρακλῆς, η ὁ Φοῖνιξ κατά τινας, ητοι ὁ Τύριος. Εσχε δὲ Φοινίκων ἀνδρῶν ἀποικίαν ἡ νῆσος. ̓Εμπορικοὶ γὰρ οντες οἱ Φοίνικες, καὶ πρηκτῆρες καὶ τρῶκται κατὰ τὸν Ποιητὴν, καὶ πανταχοῦ πλωϊζόμενοι, ῳκησαν καὶ αὐτόθι, καὶ Γάδειρα μετωνόμασαν αὐτὴν διὰ τὸ τοῦ τόπου στενὸν, οἱονεὶ γῆς δειράν, ὡς προγέγραπται. 453 Οτι δὲ καὶ αὐτόθι Φοίνικες ἀπῴκησαν, δηλοῖ καὶ ὁ Γεωγράφος λέγων· «ἀποικία γέγονε Φοίνιξιν εως ̓Ιβηρίας, τῆς τε αλλης καὶ [τῆς] εξω στηλῶν.» ̓Αρριανὸς δὲ καὶ τὴν Ταρτησὸν Φοινίκων κτίσμα φησίν. Αἰλιανὸς δὲ ἐν τοῖς Περὶ προνοίας φησὶν, οτι ἐν Γαδείροις βωμὸς ̓Ενιαυτῷ ιδρυται καὶ Μηνὶ αλλος εἰς τιμὴν χρόνου μακροτέρου τε καὶ βραχυτέρου. Εστι δὲ καὶ Γήρως, φησὶν, ἱερὸν τοῖς ἐκεῖ, τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά· καὶ Θανάτου αλλο, εἰς γέρας τῇ κοινῇ ἀναπαύλῃ, ηγουν τῷ τελευταίῳ ορμῳ· καὶ βωμὸς δὲ, φησὶ, παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν εἰς ακος ἐκείνης. ̓Ανδρεῖοι δὲ περὶ ναυτιλίας οἱ Γαδειρῖται· διὸ καὶ ἐσχάτη ουσα ἡ νῆσος ομως ὀνομαστοτάτη ἐγένετο. Οτι δὲ πολλοὶ τόποι ἀπὸ φυτῶν εσχον τὰς κλήσεις, ὡς καὶ ἡ ῥηθεῖσα αυτη Κοτινοῦσα, δῆλον· ουτω γὰρ καὶ ἡ ̓Ερεικοῦσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρείκας, καὶ ἡ Μίλητος Πιτυοῦσά ποτε διὰ τὰς πίτυς ἐκλήθη· καὶ ἐν ̓Αθήναις δὲ πολλοὶ τόποι ἐντεῦθεν ἐκλήθησαν, ὡς ἡ ̔Ραμνοῦς ἀπὸ τῶν ἐκεῖ ῥάμνων, καὶ ἀπὸ τῶν μυρρινῶν οἱ Μυρρινούσιοι· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται. 457 Οτι μετὰ τὰ Γάδειρα αἱ Γυμνήσιαι νῆσοι, ουτω κληθεῖσαι η διὰ τὸ γυμνοὺς καὶ ἀχλαίνους κατὰ τὸν Λυκόφρονα ἐκεῖ ἐξενεχθῆναι διὰ ναυαγίαν τινὰς τῶν Βοιωτῶν, η οτι γυμνοὶ διάγουσιν οἱ ἐκεῖ. ̓Εκλήθησαν δέ ποτε καὶ Βαλιαρίδες αἱ τοιαῦται νῆσοι. Αριστοι δὲ σφενδονᾶν οἱ ἐν αὐταῖς, ὡς καὶ Λυκόφρων ἱστο ρεῖ, σφενδόνας ἀνὰ τρεῖς εχοντες ἐν τῇ κεφαλῇ. ∆ιὸ καὶ Βαλιαρεῖς λέγονται, ο εστι σφενδονῆται, κατὰ τὴν ἐγχώριον γλῶσσαν. ̔Επτὰ δὲ εἰπόντων τινῶν ειναι τὰς Γυμνησίας νήσους, ὁ Γεωγράφος δύο αὐτὰς ἱστορεῖ, ων ἡ μὲν, φησὶ, μείζων, ἡ δὲ ἐλάττων, εὐδαίμονες αμφω· καὶ εὐλίμενοι μὲν, χοιραδώδεις δὲ, ητοι πετρώδεις καὶ τραχεῖαι, κατὰ τὰ στόματα τῶν λιμένων. Οἱ δὲ ἐν αὐταῖς ανθρωποι πρῶτοι πλατυσήμους χιτῶνας ἐφεῦρον. Λέγεται δὲ καὶ οτι εἰς τούτους κομισθέντες πέραθέν