̓Ενταῦθα ορος τὸ Πελινναῖον. ̔Ιστορεῖται δὲ ἐν Χίῳ πρῶτον μέλανα οινον γενέσθαι, καὶ πρώτους τοὺς ἐκεῖ θεράπουσι χρήσασθαι, ουτω καλουμένοις κατὰ ἰδίαν τινὰ κλῆσιν δουλευτικὴν η δουλικήν· ὡς καὶ οἱ Λακεδαιμόνιοι ἐχρήσαντό ποτε Ειλωσι, καὶ Μακεδόνες Πενέσταις, καὶ ̓Αργεῖοι Γυμνησίοις, καὶ Σικυώνιοι Κορυνηφόροις, καὶ Κρῆτες Μνωΐταις, καὶ ̓Ιταλιῶται Πελασγοῖς. Ωστε κατὰτὴν ἱστορίαν ταύτην δουλικὰ παρὰ τοῖς παλαιοῖς ὀνόματα ειναι τοὺς Ειλωτας, τοὺς Πενέστας, τοὺς Γυμνησίους, τοὺς Κορυνηφόρους, τοὺς Μνωΐτας, τοὺς Πελασγοὺς, τοὺς θεράποντας. Αλλοι δὲ Κρητικὴν λέξιν τῶν θεραπόντων ειπον ειναι, ὡς τῶν Κρητῶν τὸν ὁπλοφόρον δοῦλον λεγόντων θεράποντα. 536 Οτι ἐκεῖθεν, ητοι μετὰ τὰς ̓Ιωνικὰς νήσους, ἀναφαίνονται νῆσοι Αἰολίδες, Λέσβος τε εὐρύχορος καὶ Τένεδος ἱμερτή. Μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων ἡ Λέσβος, περίμετρον εχουσα χιλίων ἑκατὸν σταδίων, μεταποιουμένη τῆς τοῦ ̓Ορφέως κεφαλῆς. ̓Εκεῖ γάρ φασι μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι. Τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ ̓Ορφέα γενέσθαι ανδρας λογίους, ων ην καὶ ̓Αρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς ̓Αλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τί, φασι, γυναικὸς χρῆμα, πρὸς ην οὐδεμία γυνὴ ἐνάμιλλος εἰς ποίησιν. Ην δὲ πεντάπολις ἡ Λέσβος, μίαν εχουσα τῶν πέντε τὴν Λέσβον, ἀφ' ης ἡ ολη νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τουνομα· ωσπερ καὶ νῦν Μυτιλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν πέντε. Τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ισσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ισσα τῆς αὐτῆς πενταπόλεως. ̔Η δὲ Τένεδος περίμετρον μὲν εχει σταδίων ὀγδοήκοντα, τῆς ἠπείρου δὲ ἀπέχει οὐ πλείους τῶν τεσσαράκοντα· ειχε δὲ καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ Σμινθέως ἱερὸν ̓Απόλλωνος. Παράκεινται δὲ αὐτῇ αἱ ῥηθεῖσαι ἀνωτέρω Καλύδναι δύο νῆσοι. ̓Εκαλεῖτο δέ ποτε, φασί, καὶ αὐτὴ Καλύδνα. ̓Εκλήθη δέ ποτε καὶ Λεύκοφρυς. ∆ιὰ δὲ τὸν Τένην, ου γέγονεν εδος ως βασιλεύσαντος ἐν αὐτῇ, ἐπεκράτησε Τένεδον καλεῖσθαι αὐτήν. [ Οντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φιλονόμης η Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευκοθέᾳ, ἐγκλείσασα λάρνακι. ̔Η δὲ δίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν. Ην δὲ ἡ τῆς μητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτικὴ, οτι δηλαδὴ ὁ Τένης ἐβιάζετο αὐτήν· καίτοι αὐτὴ ουτως εἰς τὸν Τένην ἐποίησεν.] ̓Απὸ ταύτης ἐπὶ τῶν αὐστηρὰ ψηφιζομένων ᾳδεται παροιμία, 20Τενέδιος ἀνήρ.20 Λέγεται γάρ ποτε τοῖς ἐπὶ μεγάλῳ κακῷ αὐτόθι δικαζομένοις πελεκηφόρον ἐφεστάναι ανδρα, ον εδει τῷ ἑαλωκότι τοῦ ἐγκλήματος πληγὴν εὐθὺς ἐπιθεῖναι θανάσιμον. 538 Οτι ἐκεῖ που περὶ τὴν Τένεδον ὁ Μέλας κόλπος ἐφ' ̔Ελλήσποντον ιησιν, ἀφρὸν ἐρευγόμενος· τὴν κλῆσιν εχων ἀπὸ ποταμοῦ Μέλανος, τοῦ καὶ ανω ῥηθέντος, ἐκδιδόντος εἰς αὐτόν· η καὶ διὰ τὸ τοῦ βάθους πολύ. Συνάπτει γὰρ τῷ Αἰγαίῳ, ον βαθὺν πόρον φθάσας εφη ὁ ∆ιονύσιος. Κόλπος δὲ Μέλας ἐστὶν, ὡς οἱ ἀκριβέστεροι λέγουσιν, οις φαίνεται καὶ ὁ ∆ιονύσιος ἐπακολουθῶν, περὶ ον καὶ ἡ Αινος κεῖται, πόλις Αἰολική. Φασὶ γὰρ οτι ἐν τῷ Μέλανι κόλπῳ ἡ Αι νος πρὸς τῇ ἐκβολῇ τοῦ Εβρου. Οἱ δὲ περὶ Κύζικον καὶ Προκόνησον τὸν Μέλανα κόλπον τιθέμενοι δοκοῦσιν ἀμάρτυρα λαλεῖν, εἰ μὴ αρα εκ τινος χωρίου βοηθοῦνται, κειμένου ἐν τοῖς τοῦ ̓Οππιανοῦ ̔Αλιευτικοῖς, οπου περὶ τῆς τῶν πηλαμύδων αγρας ἐκεῖνός φησι. Καὶ ̔Ηρόδοτος δέ φησι· «Μέλας ποταμὸς, ἐξ ου ὁ κόλπος ὁ πρὸς τῇ Αινῳ.» Λέγεται δὲ ουτος μὴ ἐξαρκέσαι τῷ Περσικῷ στρατῷ, οτε ὁ Ξέρξης εἰς τὴν Εὐρώπην διέβη, ἀλλὰ ἐκλιπεῖν πινόμενος. Ουτω δὲ καὶ ὁ Σκάμανδρος οὐκ ἀντέσχε τὸ υδωρ· καὶ ὁ Λίσσος δὲ ποταμὸς Θρᾳκικὸς οὐκ ἀπέχρησεν, ἀλλὰ προέδωκε τὸ ῥεῖθρον, ως φησιν ὁ γλυκὺς ̔Ηρόδοτος. 541 Οτι ἀντικρὺ τοῦ βορείου ποταμοῦ Βορυσθένους τοῦ περὶ τὰ σκαιὰ τοῦ Εὐξείνου πόντου ἐκβάλλοντος πελαγία ἐστὶ νῆσος ἡρώων πολυώνυμος, ̓Αχιλλέως ἱερὰ, οπου ἀντιπέραν καὶ ὁ προρρηθεὶς αὐτοῦ παρώνυμος ∆ρόμος ̓Αχίλλειος. Τὴν δὲ νῆσον