ἐμελῴδουν, νικηθεῖσαι τῇ ἀθυμίᾳ κατέρριψαν ἑαυτὰς εἰς τὴν θάλασσαν, καὶ ἀποπνιγεῖσαι αλλη ἀλλαχοῦ ἐξεβράσθησαν. Ων ἡ Παρθενόπη πρὸς τῇ Νεαπόλει τέθαπται, πόλει Καμπανῶν εὐδαίμονι, καὶ ἐκεῖ τετίμηται. Ταύτην γὰρ πέτραν Σειρηνίδα καλεῖ καὶ Παρθενόπης ἁγνῆς μέλαθρον, σταχύων βεβριθὸς ἀμάλλαις· ην καὶ ἐπαναλαβών φησι· Παρθενόπης, ην πόντος ὑπεδέξατο κόλποις, ἀποπνιγεῖσαν δηλαδή. Λέγει δὲ καὶ οτι ἐνταῦθα πρὸς νότιον ὁ Σίλαρος ῥέει ποταμός. Τοῦτον ὁ Γεωγράφος Σίλαριν γράφων λέγει ιδιον τοῦ Σιλάριδος, οτι τοῦ υδατος οντος ποτίμου, τὸ καθιέμενον φυτὸν ἀπολιθοῦται, φυλάττον τὴν μορφήν. Μετὰ δὲ τὸ τοῦ ποταμοῦ τούτου στόμα, ὡς ὁ Γεωγράφος φησὶν, ἐν νʹ σταδίοις ἡ Ποσειδωνιὰς ακρα, οθεν ἐκπλέοντι νῆσος Λευκωσία ἐστὶν, ἠπείρου καὶ αὐτὴ ἀπόσπασμα, ἐπώνυμος μιᾶς τῶν Σειρήνων. Αλλοι δὲ περὶ Παρθενόπης ουτω λέγουσι· Παρθενόπη πολλοῖς ἀνδράσιν ἐπιβουλευθεῖσα, καὶ τὴν παρθενίαν φυλάξασα, ειτα Μητιόχου Φρυγὸς ἐρασθεῖσα, τάς τε τρίχας ετεμεν ἀκοσμίαν ἑαυτῆς καταψηφιζομένη, καὶ εἰς Καμπανοὺς ἐλθοῦσα ῳκησε· καὶ τάχα διὰ τὴν τοιαύτην σωφροσύνην ἁγνὴν ὁ ∆ιονύσιος τὴν Παρθενόπην ὠνόμασεν. ̓Ιστέον δὲ οτι εὐτελῶς εἰπεῖν δοκεῖ τὴν Νεάπολιν μέλαθρον Παρθενόπης· τοιοῦτον δὲ καὶ τὸ τὴν Κύπρον αστυ ̓Αφροδίτης ῥηθῆναι. Τὸ δὲ σταχύων βεβριθὸς ἀμάλλαις ἀντὶ τοῦ ευσταχυ καὶ πολυφόρον. Τίνες δὲ αἱ αμαλλαι, ἀλλαχοῦ ειρηται, οπου καὶ περὶ ἀμαλλοδετήρων. Τὸν δὲ Σίλαριν ὁ ∆ιονύ σιος Πευκεντῖνον ποταμὸν λέγει, τουτέστι περὶ τοὺς λεγομένους Πευκεντίνους ῥέοντα. Οθεν καὶ σημείωσαι, οτι εοικε Πευκέντιον δεῖν αὐτὸν λεχθῆναι, πλεονάσαι δὲ τὸ ν ἐν τῇ παραληγούσῃ διὰ μέτρου ἀνάγκην. 362 Οτι Λευκανοὶ καὶ Βρέντιοι, διὰ τοῦ ν, η Βρέττιοι, διὰ τῶν δύο ττ, εως ἐπὶ τὴν Λευκὴν Πέτραν διήκουσι, περὶ ης ηδη γέγραπται. Φασὶ δὲ οτι ἡ περὶ τοὺς Λευκανοὺς τούτους χώρα καὶ ἡ Σικελία Μεγάλη ποτὲ ̔Ελλὰς ὠνομάσθη, διὰ τὰς τῶν ̔Ελλήνων ἐκεῖ συχνὰς μετοικίας. ̔Η δὲ τῶν Λευκανῶν πόλις Λευκάνη βαρυτόνως ἐλέγετο ἀπὸ Λευκίου τινός. Βρέττιοι δὲ καλοῦνται ἀπὸ Βρέττου υἱοῦ ̔Ηρακλέος. ̔Ο δὲ Γεωγράφος φησὶν οτι Λευκανοὶ Βρεττίους τοὺς ἀποστάτας καλοῦσιν· ὁποῖοι, φησὶ, καὶ ουτοι οἱ τὰ πρῶτα ποιμαίνοντες υστερον ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες ἀπέστησαν. 364 Οτι ορος Ζεφύριον τετρασυλλάβως τμῆμά τί ἐστι βορειότερον τῆς Λευκοπέτρας πρὸς αὐγὰς τοῦ ̓Απεννίου. Τοῦτο δὲ Ζεφύρου ακραν φησὶ περιφραστικῶς ὁ ∆ιονύσιος, ὡς τοῦ τοιούτου ορους καὶ ζεφύρου τρισυλλάβως καλουμένου, ἀφ' ου οἱ ̓Επιζεφύριοι Λοκροὶ δοκοῦσι κληθῆναι, ὡς περὶ αὐτὸ κείμενοι. Αλλοι δὲ ουτω φασὶ καλεῖσθαι αὐτοὺς πρὸς διαστολὴν αλλων Λοκρῶν, διὰ τὸ ἐκείνους μὲν ἀλλαχοῦ κεῖσθαι, τούτους δὲ πρὸς ζέφυρον ανεμον, καθά που προγέγραπται. ̔Ο δὲ Γεωγράφος ουτω φησίν· « Ακρα Λοκρίδος τὸ Ζεφύριον, εχουσα ἑσπερίοις ἀνέμοις λιμένα, ἐξ ου καὶ τουνομα τῇ ακρᾳ. Πρῶτοι δὲ οἱ ἐκεῖ νόμοις γραπτοῖς πιστεύονται χρήσασθαι, καὶ πολὺν χρόνον εὐνομηθῆναι.» ̓Ιστέον δὲ οτι διαβολὴ τοῦ γένους τῶν τοιούτων ἐνταῦθα κεῖται Λοκρῶν εθνους ολου, ὡς ἐκ δούλων καταγομένου. ∆οῦλοι γὰρ, φησὶν, οντες προτέροις ετεσι, παρὰ τοῖς ̓Οζόλαις δηλαδὴ Λοκροῖς τοῖς πρὸς τῷ Κρισσαίῳ κόλπῳ τῷ κατὰ τὴν Ευβοιαν, ειτα τῶν δεσποτῶν ἀπιόντων εἰς πόλεμον ἐμίγησαν ταῖς σφετέραις ἀνάσσαις, ἐπανελθόντας δὲ τοὺς δεσπότας ὑποπτεύσαντες ἐπὶ κολάσει ταῖς δεσποίναις συνέφυγον, καὶ ῳκησαν ἐν Τυρρηνίᾳ, ων γένος εἰσὶν οἱ ̓Επιζεφύριοι Λοκροὶ, δοῦλοι οντες τὸ ἀνέκαθεν. Αλλοι δὲ γράφουσι· σφετέρῃ ἀνάσσῃ μιχθέντες, η πεισθέντες, ανασσαν τὴν ̔Ρώμην νοοῦντες, ὑφ' ην οἱ τοιοῦτοι Λοκροὶ, περὶ ους ποταμὸς ὁ Αληξ διορίζων τὴν ̔Ρηγίνην ἀπὸ τῆς Λοκρίδος. Ιδιον δὲ τοῦ τόπου τούτου, οτι οἱ μὲν ἐν τῇ τῶν Λοκρῶν τούτων περαίᾳ τέττιγες φθέγγονται, οἱ δὲ αλλοι αφωνοί εἰσιν. Αιτιον δὲ τοῦ συμπτώματος λέγεται, οτι ἐπὶ θάτερα μὲν ὁλόσκιον, φασὶ, τὸ χωρίον ἐστὶν, ωστε ψυχροὺς καὶ ἐνδρόσους οντας τοὺς τέττιγας μὴ εχειν διαστέλλειν τοὺς ὑμένας καὶ ηχον ποιεῖν, τοῖς δὲ ἐν τῇ περαίᾳ τέττιξι διὰ