Μήδου, καὶ ἀρχαιοτέραν τὴν πόλιν ταύτην τῆς Σεμιράμιδος λέγουσιν ετεσι χιλίοις ὀκτακοσίοις. ̓Ιστέον δὲ οτι συνετὴν μὲν γυναῖκα καὶ τὴν Σεμίραμιν ἡ ἱστορία εχει, συνετωτέραν δὲ αὐτῆς τὴν Νίτωκριν, Βαβυλῶνος καὶ αὐτὴν βασιλεύσασαν. Τοὺς δὲ Πέρσας, ων μητρόπολις ἡ Βαβυλὼν, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ ̓Αρριανός. Αλλοι δὲ καὶ τοιαῦτά τινα ἱστοροῦσιν, οτι Νίνου τοῦ Σύρων βασιλέως τὴν Νινευῒ κτίσαντος, ἡ τούτου γυνὴ τὸν ανδρα ὑπερβαλλομένη Βαβυλῶνα ἐν τῷ πεδίῳ κτίζει ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου καὶ λίθων λαξευτῶν τριπήχεων μὲν τὸ πλάτος, ἑξαπήχεων δὲ τὸ μῆκος, καὶ περίμετρον αὐτῇ διεγράψατο στάδια τπεʹ. Τὸ δὲ τεῖχος εἰς υψος ἀνέτεινε νʹ πήχεων, ου τὸ πάχος εἰς τριάκοντα πήχεις διέστησεν, ὡς καὶ τέθριππα ἐπ' αὐτοῦ ἐναντιοδρομεῖν ἀλλήλοις· καὶ πύργους ταῖς πύλαις ἐπέστησεν ὑψηλοὺς, χαλκᾶς τε τὰς πύλας ποιήσασα εἰς υψος τε ἀνατεινομένας πολὺ καὶ εἰς πλάτος ἀξιόλογον. Εκτισε δὲ καὶ δεξαμενὴν μεγάλην, ῃ κῆπον ἐπήγειρε θαυμαστὸν ἐπιλεγόμενον κρεμαστὸν, ος τετράπλευρος μὲν ην, ἑκάστην δὲ πλευρὰν ειχε τετράπλεθρον. Καὶ ην εν καὶ αὐτὸς τῶν ἑπτὰ κοσμικῶν θεαμάτων. Εστι δὲ καὶ αλλη Βαβυλὼν Λιβυκή. ̔Ηρόδοτος δὲ περὶ τῆς Περσικῆς Βαβυλῶνος καὶ ταῦτά φησιν, οτι τῆς ̓Ασσυρίας ὀνομαστότατον πόλισμα καὶ ἰσχυρότατον ἡ Βαβυλὼν, ενθα καὶ τὰ βασίλεια, ουσα δὲ τετράγωνος κεῖται ἐν μεγάλῳ πεδίῳ, καὶ μέτωπον εκαστον αὐτῆς εικοσι καὶ ἑκατὸν σταδίων· ωστε ειναι κατ' αὐτὸν τὴν περίοδον τῆς πόλεως στάδια τετρακόσια ὀγδοήκοντα. Πύλαι δὲ πέριξ τοῦ τείχους ἑκατὸν, χάλκεαι πᾶσαι, ωσπερ καὶ οἱ σταθμοὶ καὶ τὰ ὑπέρθυρα. Καὶ σημείωσαι οτι οὐ μόνον ἑκατόμπυλοι Θῆβαι, ἀλλ' ἰδοὺ τοιαύτη καὶ ἡ Βαβυλών. 1010 Οτι Βαβυλὼν ἡ Περσικὴ πολλοὺς ἀκροκόμους ἐπηρεφέας φέρει φοίνικας· ἰδιότης δέ ἐστι τοῦτο τοῦ φυτοῦ. Καὶ λέγονται ἐπηρεφεῖς μὲν, οια ἐπικλίνοντες τοὺς κλάδους εἰς οροφον, ἀκρόκομοι δὲ ὡς οὐ κάτωθεν ἀλλ' ἐν ακρῳ ανω κομῶντες· τοιοῦτον γὰρ τὸ δένδρον. Καὶ ορα οτι τῶν Καρῶν ἀκροκόμων λεχθέντων παρὰ τῷ Ποιητῇ, ουτος ἐπὶ φοίνικος τοῦ φυτοῦ τὴν λέξιν εθετο, παραξέσας αὐτὴν κατὰ λόγον δριμύτητος. Φέρει δὲ, φησὶν, ἡ Βαβυλὼν καὶ χρυσοῦ τι χαριέστερον αλλο. Ποῖον ἐκεῖνο; ὑγρᾶς βηρύλλου γλαυκὴν λίθον, φυομένην ἐκεῖ ἐν προβολαῖς ὀφιήτιδος ενδοθι πέτρης. Τόπος γάρ τις ἐκεῖ ὀφίτην ἐκβάλλων μάρμαρον λίθον, ῳ ἡ βήρυλλος ἐνθαλαμεύεται. Τὸ δὲ ὀφιήτης πλεονασμὸν εχει τοῦ η, καὶ εστιν ομοιον τῷ πολιήτης. 1012 Σημείωσαι δὲ οπως τὴν γλαυκὴν βήρυλλον ὑγρὰν εφη, ὡς τῶν γλαυκῶν σωμάτων ὑγρῶν ειναι δοκούντων διὰ τὸ διαφανὲς, οπουγε καὶ θαλάσσης ἐπίθετον τὸ γλαυκόν. 1016 Οτι ἐν τῷ «ἀλλ' ὁπότ' ̓Αρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς,» νοοῦμεν ἐκ τῆς συναλοιφῆς, ηγουν ἐκ τοῦ κουφισμοῦ, ψιλοῦσθαι τῆς ̓Αρμενίας τὴν αρχουσαν· εἰ καί τινες ἐφίενται δασύνειν αὐτήν. 1017 Οτι μετὰ τοὺς ̓Αρμενίους εἰς αὐγὰς τὰ Μηδικά εἰσι τέμπεα, ο εστιν ἀπὸ μέρους ἡ τῶν Μήδων χώρα, ουτω κληθεῖσα κατὰ τὸν Γεωγράφον η ἀπὸ Μήδου υἱοῦ Μηδείας, ητις λειπόπατρις δι' ερωτα γέγονεν, η ἀπὸ αὐτῆς δὴ τῆς φυγάδος Μηδείας τῆς Αἰήτου θυγατρὸς, ῃτινι ὁ ∆ιονύσιος ὁμώνυμον τὴν γῆν ταύτην φησί· δεῖ δὲ μᾶλλον εἰπεῖν παρώνυμον. ̓Αφεῖσα γὰρ τὴν ̓Αττικὴν ἡ Μήδεια ἐκεῖ παρὰ τοῖς Μήδοις εμεινεν, οὐχ ἑκὰς Κόλχων, ἀλλὰ δηλαδὴ ἐγγὺς κατὰ τὴν γειτνίασιν τὴν τοῦ ἀντικρύ· ῳ λόγῳ καὶ ὁ ̓Ισσικὸς, ὁμοίως δὲ καὶ ὁ ̔Υρκάνιος γείτονες τοῦ Εὐξείνου πόντου λέγονται. Κόλχων γε μὴν, φησὶν, εἰς γῆν οὐκ ην αὐτὴν ἐλθεῖν διὰ τὴν τοῦ πατρὸς μῆνιν, οτε καὶ τῇ χώρᾳ δέδωκε τὸ ἀπ' αὐτῆς κληθῆναι· αἰδοῖ, φησὶ, λιποῦσα τὸν Πανδιονίδην Αἰγέα καὶ τὰς ̓Αθήνας, οτε λυγρὰ φάρμακα τῷ τοῦ Αἰγέως υἱῷ τῷ Θησεῖ ἐβουλεύσατο. ∆ιὸ, φησὶν, ἀπ' ἐκείνης τῆς Μηδείας, οια σοφῆς φαρμακουργοῦ, ετι οἱ Μῆδοι πολυφάρμακοί εἰσι. Τὸ δὲ αἰδοῖ σεμνῶς ειπεν, οὐ θέλων ἐξυβρίσαι εἰς τὴν ἡρωΐδα. Τῷ οντι γὰρ οὐχ ἑκοῦσα ἐκείνη οὐδὲ δι' αἰδῶ, ἀλλὰ πρὸς βίαν ελιπε τὰς ̓Αθήνας, διωχθεῖσα ὑπὸ τοῦ Αἰγέως, διότι τῷ Αἰγείδῃ Θησεῖ ἐπεβούλευσε κερασαμένη θανάσιμα φάρμακα, ὁπηνίκα