ουτος κόλπος, καὶ προκείμενον εχων εγγιστα τὸν Ταῦρον τὸ ορος ἀποτελεῖ τὰ κατὰ τὸν ∆ιονύσιον λεγόμενα τῆς ̓Ασίας στενά. Ταῦτα δὲ λέγεται ἀνοῖξαι ̓Αλέξανδρος εἰς εὐρυχωρίαν τῷ στρατῷ παράγων ἐκεῖ, κάλλιόν τι καινοτομήσας αὐτὸς καὶ τῆς περὶ τὸν Αθω Ξερξικῆς ἀλαζονείας πάνυ τι χρησιμώτερον. ̓Αρριανὸς δὲ λέγει καὶ εὐτυχῆσαι τηνικαῦτα τὸν ̓Αλέξανδρον· αλλως γὰρ μὴ ουσης ὁδοῦ ἐν τῇ κατὰ Φασήλιδα θαλάσσῃ, οτι μὴ τῶν ἀπ' αρκτου ἀνέμων πνεόντων· εἰ γὰρ νότοι κατέχοιεν, απορόν ἐστι διὰ τοῦ αἰγιαλοῦ διελθεῖν· ̓Αλεξάνδρῳ σκληροὶ βορέαι ἐπιπνεύσαντες οὐκ ανευ τοῦ θείου εὐμαρῆ τὴν ὁδὸν παρέσχον. Λέγεται δὲ καὶ κατὰ τὴν Περσίδα πολλὰ ειναι στενὰ, α βίᾳ μὲν διῆλθε δ' ομως ὁ Μακεδὼν ̓Αλέξανδρος, αλλα τε σπεύδων καὶ τὰ γαζοφυλάκια δὲ κατασχεῖν, α πολλοῖς χρόνοις ἐξεπεπλήρωτο. Περὶ δὲ τῶν τῆς ̓Ασίας στενῶν ειρηταί τι καὶ ἐν τοῖς πρὸ μικροῦ ῥηθεῖσι περὶ Φασήλιδος. 867 Οτι ὁ Παμφύλιος, ὁ καὶ ̓Ισσικὸς, κόλπος τὴν Κιλίκων γῆν, ὡς ειρηται, περισύρεται, καὶ οτι εἰς αὐτὸν ὁ Πύραμός τε ποταμὸς εἰσβάλλει καὶ ὁ Πίναρος καὶ Κύδνος ὁ ἀπὸ τοῦ Ταύρου ορους τοῦ ὑπερκειμένου τῆς Ταρσοῦ ῥέων σκολιὸς καὶ μέσην τὴν Ταρσὸν διϊών· περὶ ου καὶ κατωτέρω ῥηθήσεται. Ψυχρὸν δέ φασι καὶ ταχὺ τὸ ῥεῦμα τοῦ Κύδνου, καὶ ἐπικουρεῖ παχυνευροῦσι κτήνεσι καὶ ἀνθρώποις. Εἰς τοῦτον, ὡς καὶ ̓Αρριανὸς ἱστορεῖ, ερριψεν ἑαυτὸν ἱδρῶν ̓Αλέξανδρος καὶ καύματι ἐχόμενος, ἐπιθυμήσας τοῦ υδατος, ὁπηνίκα καὶ σπασμῷ ἐσχέθη καὶ θέρμαις ἰσχυραῖς καὶ ἀγρυπνίᾳ συνεχεῖ· οτε καὶ ἐκάθηρεν αὐτὸν Φίλιππος ὁ ̓Ακαρνὰν ἰατρὸς, τῶν αλλων ἰατρῶν οὐκ οἰομένων ειναι βιώσιμα. ̔Ο δὲ Πύραμος σκολιός τε ῥέει, ὡς ειρηται, καὶ καταπίπτων εἰς βαθεῖαν φάραγγα ψόφον προβάλλει βροντῇ παραπλήσιον, καὶ χοῦν δὲ πάνυ πολὺν, ὡς ὁ Γεωγράφος ἱστορεῖ, κατάγει ἐπὶ τὴν θάλασσαν. ∆ιὸ καὶ χρησμὸς ἐξέπεσεν ἐν ὑπερβολῇ τοιοῦτος· Εσσεται ἐσσομένοις, οτε Πύραμος εὐρυδίνης ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ικηται. ̔Η δὲ Ταρσὸς ἐν πεδίῳ μὲν ιδρυται, ̓Αργείων δέ ἐστι κτίσμα, πλανηθέντων ἐκεῖ κατὰ ζήτησιν ̓Ιοῦς τῆς τοῦ ̓Ινάχου θυγατρός. ̔Ιστορεῖται δὲ ἐπιπολάσαι ποτὲ τῇ πόλει ταύτῃ πολλὴν εὐχέρειαν τοῦ ἀποσχεδιάζειν τοὺς ῥήτορας πρὸς τὴν δεδομένην ὑπόθεσιν, εὐπορῆσαι δὲ καὶ πολλῶν ἀνδρῶν ἐλλογίμων, καὶ αλλα πολλὰ σχεῖν ἀγαθά. ̔Ο δὲ ∆ιονύσιος ἐπαναλήψει καὶ ἐνταῦθα διὰ τὸ τοῦ τόπου ενδοξον χρησάμενος λέγει καὶ αἰτίαν δι' ην ἡ τῶν Κιλίκων αυτη πόλις ουτω καλεῖται, οτι δηλονότι ὁμώνυμός ἐστι τῷ τοῦ Πηγάσου ταρσῷ, ἐκεῖ καταρρυέντος ανωθεν καὶ τὸν ἀναβάτην Βελλεροφόντην συγκατενεγκόντος, μελαγχολήσαντα πρὸς τῷ γήρᾳ, ὡς καὶ ̓Αριστοτέλης ἱστορεῖ, καὶ πλανώμενον ἐκεῖ περὶ τὸ ̓Αλήϊον πεδίον. Οτε γὰρ ἐς ∆ιὸς ὁ Βελλεροφόντης ἀφικνεῖτο, ἐποχούμενος τῷ πτερῷ τῷ Πηγάσου, τότε καὶ ὁ Πήγασος κάτω ἠνέχθη χόλῳ ∆ιὸς, καὶ ὁ ἱππεὺς συγκατηνέχθη· καὶ ὁ ιππος αὐτοῦ ἐνταῦθα τὸν τοῦ ποδὸς ταρσὸν ἐπαφείς, ἐκεῖ γὰρ ωκλασε, τῷ τόπῳ ελιπε τὸ ονομα. Αλλοι μέντοι τὸ ονομα τῆς πόλεως ὑπόμνημα τῆς τοῦ Βελλεροφόντου χωλείας ειναί φασιν, ὡς τὸν τοῦ ποδὸς ταρσὸν ἐκεῖ χωλανθέντος, οτε τοῦ Πηγάσου κατέπεσεν. Οἱ δὲ Ταρσὸν κληθῆναί φασι τὴν πόλιν, διὰ τὸ μετὰ τὸν κατακλυσμὸν η μετὰ τὴν πρώτην τῶν ὑδάτων σύστασιν, προχωρούντων τῶν ῥευμάτων εἰς τὴν θάλασσαν, τὰ ἐκεῖ ἀναξηρανθῆναι πρῶτον Ταυρικὰ ορη· διὸ καὶ τὴν πόλιν Τερσίαν τότε κληθῆναι, ὡς ἀπὸ τοῦ τέρσω τὸ ξηραίνω, υστερον δὲ Ταρσόν. ̓Ερατοσθένης δέ φησι τὴν κλῆσιν τῇ πόλει ειναι ἀπὸ ∆ιὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Οἱ δέ φασι Τερσὸν ταπρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν, διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ο εστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. ̓Εκεῖ δέ πού φασιν ειναι καὶ τὸ ̓Αλήιον πεδίον, ου καὶ Ομηρος μέμνηται, ἐν ῳ μετὰ τὴν κατάπτωσιν, ὡς ἐρρέθη, ἐπλανᾶτο Βελλεροφόντης, τοῦ τε Πηγάσου καταπεσὼν καὶ τῶν φρενῶν ἐκπεσὼν, οθεν καὶ μονώτην ειλετο βίον, ἀνθρώπων ἀπάνευθε περὶ τὸ πεδίον ἀλώμενος, ηγουν πλανώμενος, οπερ ἐκ τῆς τοιαύτης αὐτοῦ αλης, ο εστι