Φασὶ γὰρ ἐν τῷ νοτίῳ τῆς Αἰγύπτου μέρει δύο ειναι ορη, ων ἐν τῷ δεξιῷ ἀνατολικὴν κεῖσθαι τὴν προειρημένην Συήνην· ουτω δὲ ἐγγὺς ἀλλήλων ειναι ταῦτα τὰ ορη, ὡς μηδὲ ἑπταστάδιον ειναι τὸ μέσον αὐτῶν· κἀκ τούτου τοῦ στενοῦ ἀρχομένην τὴν ἐκεῖσε γῆν πλατύνεσθαι πρὸς τὰ κατὰ θάλασσαν βόρεια ὡς δέλτα, ητοι τριγωνοειδῶς. Εστι δὲ τὸ ῥηθὲν ἐπταστάδιον τὸ ὀξὺ τοῦ ∆έλτα, ἐξ ου ὁ Νεῖλος καταρρήγνυται, ως φησι καὶ ̔Ηρόδοτος· φασὶ δὲ καὶ ἐν τῷ μέσῳ τῆς Αἰγύπτου ετερον τρίγωνον ἐξ αὐτοῦ τοῦ Νείλου ἀποτελεῖσθαι σχῆμα, ∆έλτα λεγόμενον καὶ αὐτό· ου ἡ μὲν βάσις μεταξὺ τοῦ Πηλουσίου καὶ τοῦ ̔Ηρακλείου στόματος τοῦ Νείλου, πλευραὶ δὲ ἡ δεξιὰ μὲν κατὰ Πηλούσιον, ἡ ἀριστερὰ δὲ κατὰ Κάνωβον καὶ ̔Ηράκλειον. Καλεῖται δὲ, φασὶ, ∆έλτα καί τι χωρίον καὶ κώμη τις ἐπὶ τῇ τοῦ ∆έλτα κορυφῇ. Σημείωσαι δὲ οτι εοικεν ἐκ τῶν ῥηθέντων τὸ δέλτα γράμμα τριγωνοειδῶς σχηματίζεσθαι παρὰ τοῖς παλαιοῖς, οθεν καὶ δέλτοι κυρίως μὲν οἱ τόμοι οσοι τριγωνοειδῶς ἐσχηματίζοντο ἐν τῷ πτύσσεσθαι, καθὰ καὶ νῦν ποιοῦσί τινες, υστερον δὲ ἁπλῶς αἱ βίβλοι δέλτοι λέγονται ἀπὸ τῆς παλαιᾶς χρήσεως· καθὰ καὶ πυξία, διὰ τὸ τοὺς παλαιοὺς ταῖς τῶν πύξων πινακίσι τὰ γράμματα ἐντυποῦν. ̓Ιστέον δὲ οτι ὁ Ξενοφῶν ἱστορεῖ καὶ τῆς Θρᾴκης τόπον ειναί τινα ∆έλτα καλούμενον. 243 Οτι τοῦ κατ' Αιγυπτον τριγώνου τὸ μὲν πλατὺ τὸ τῆς βάσεως πρὸς ἀκτὰς κεῖται βορεήτιδας, ὡς καὶ ἀνωτέρω γέγραπται, τὸ δὲ ὀξὺ ἐπὶ ἠῶ ελκεται μέχρι πολυκρήμνου Συήνης, ἐρυμνὸν ορεσιν ἀμφοτέροις, τοῖς καταρράκταις λεγομένοις, ων μέσα, ὡς προεγράφη, καλλιρρόου κατέρχεται υδατα Νείλου. Τὸ δὲ ἐπ' ἠῶ φασιν ἐνταῦθα οἱ παλαιοὶ μὴ δηλοῦν τὴν ἀνατολὴν, καλῶς λέγοντες. Νότιον γὰρ πάντως καὶ μεσημβρινὸν, οὐ μὴν ἀνατολικὸν τὸ τοῦ ∆έλτα ὀξύ. ∆ιὰ τοῦτο τοίνυν ἠῶ σωματικώτερον τὴν τοῦ Μέμνονος νοοῦσι μητέρα, τὴν ̔Ημέραν τὴν θεὰν τὴν πρὸς τοῖς Αἰθίοψιν, εἰς ους καὶ ἡ τοῦ ∆έλτα ὀξύτης ἀφορᾷ· ης ̔Ημέρας ἐν ταῖς νοτίαις Θήβαις ἀνέστηκεν αγαλμα, ὡς ῥηθήσεται. 248 Οτι τὰς Αἰγυπτίας Θήβας ἑνικῶς ἐκφέρει, καὶ ἐρικυδέα λέγει πόλιν τὴν τοιαύτην Θήβην, καὶ ὠγυγίην καὶ ἑκατόμπυλον· ενθα γεγωνὼς, φησὶν, ὁ Μέμνων ἀνατέλλουσαν τὴν ἑαυτοῦ ̓Ηῶ, τουτέστι τὴν μητέρα ̔Ημέραν, ἀσπάζεται· ἀνδριὰς μὲν ων, διά τινος δὲ μηχανῆς αμα καὶ ἡμέρᾳ λαμπούσῃ φωνῶν, καὶ ουτω πως ἐξ αὐτομάτου προσλαλῶν οιον καὶ ἀσπαζόμενος τὴν ̔Ημέραν, ης ἐλέγετο υἱὸς ειναι διὰ τὸ ἐν Αἰθίοψι τάχα κάλλιστος ειναι, καὶ μόνος ὑπερλελευκάνθαι τὴν χροιὰν, πατρὸς ων Τιθωνοῦ, ἀδελφοῦ Λαομέδοντος, ον πρὸς τῇ Κέρνῃ ἀφορίζει ὁ Λυκόφρων, περὶ ης ἀνωτέρω γέγραπται. Φασὶ δὲ τὰς Θήβας καὶ ∆ιὸς πόλιν ποτὲ κληθῆναι. ̓Εξαίρει δὲ αὐτὰς τῷ λόγῳ καὶ ὁ Ποιητὴς ἐν τῇ ̓Ιλιάδι. ̓Εννέα δὲ ἱστοροῦνται Θῆβαι, ων μία καὶ αυτη ἡ περὶ Αιγυπτον, μεγίστη μέν ποτε ουσα, ὡς καὶ εἰς ἑκατὸν πύλας ἀνοίγεσθαι, καὶ εἰς σταδίους εικοσι καὶ τετρακοσίους ἐκτείνεσθαι, νῦν δὲ ἐν ὀνόματι μόνον κειμένη, διὰ τὸ κατεσκάφθαι καὶ ἀνεστατῶσθαι τέλεον. Φασὶ γὰρ οτι Καμβύσης αὐτὰς ὁ Περσῶν βασιλεὺς εἰς εδαφος κατέστρεψεν. Οτι δὲ περὶ τοὺς τοιούτους τόπους ὑετὸς οὐ καταρρήγνυται, δηλοῖ ὁ θαυμάζων οτι ἐπὶ Ψαμμηνίτου τοῦ υἱοῦ ̓Αμάσιος υσθησαν αἱ Θῆβαι ψεκάδι. Οτι πολλοὶ καὶ ολβιοι ανδρες τὴν τῆς Αἰγύπτου εχουσι γῆν, οιον οἱ ῥηθέντες Θηβαῖοι καὶ οἱ ̓Αλεξανδρεῖς καὶ οἱ μεσήπειροι ̔Επταπολῖται καὶ οἱ περί που τὴν παραλίαν τὴν πρὸς τῇ Σερβωνίδι· λίμνη δὲ αυτη καὶ χώρα, περὶ ην φασι τὸν Τυφῶνα κεκρύφθαι, πλησίον ουσαν τοῦ πρὸς τῷ Πηλουσίῳ Κασίου ορους. Οἱ μέντοι Πηλουσιῶται ἐκτὸς τούτων εἰσὶ τῶν κατ' Αιγυπτον, τὸ γὰρ Πηλούσιον ηδη τῆς ̓Ασίας ἐστίν. 251 Οτι ἡ κατ' Αιγυπτον ̔Επτάπολις καὶ ̓Αρκαδία, ὡς ἀπὸ τοῦ βασιλέως ̓Αρκαδίου, υστερον ἐκλήθη, πρὸ δὲ τούτου καὶ ̔Επτάνομος η ̔Επτανομία ὠνομάσθη. Καὶ τοῦτο μὲν ἐκαλεῖτο διὰ τὸ ἑπτὰ εχειν νομοὺς, ὁποίους τοὺς Λιβυκοὺς ἡ συνήθης φράσις ειναι βούλεται, ὡς αν τις ειποι ἐνορίας. ̔Επτάπολις δὲ ἐλέγετο ἀπὸ πόλεων παρακειμένων τῷ Νείλῳ, εξ μὲν ἐξ ἀριστερῶν, ηγουν Μέμφεως, ∆ιὸς