ἀποστέργεις δὲ οὐδὲ τὴν ἡμετέραν λαλιάν, ἀμφοτέρως αν ειη σοι τὸ δῶρον φιλητόν, διά τε τὸν ∆ιονύσιον, διά τε τὸν Εὐστάθιον, ηδη δὲ καὶ οτι τὸ ἐπιταχθὲν πεποίηται. Καὶ τοιαῦτα μὲν ἡμῖν τὰ ἐν εργῳ. Πρὸ δέ γε τοῦ εργου ὀλίγα σοι προθετέον τινὰ, δι' ων τήν τε τοῦ ∆ιονυσίου διάθεσιν παραδείξομέν σοι, καὶ τὸ τῆς περιηγήσεως πρᾶγμα σεμνυνοῦμεν καὶ γνώριμον σαφηνιοῦμεν, καὶ τί μὲν αὐτὴ δύναται παραστησόμεθα, τίς δὲ ἡ τῆς γεωγραφίας πρόθεσις, τίς δὲ αυ ἡ τῆς χω ρογραφίας βούλησις, καὶ ει τι δὲ αλλο πρὸ τοῦ εργου καίριον. Σοφίσαιτο δ' αν τις τὰ σεμνὰ τῆς περιηγήσεως ὡς ἐν λόγῳ βραχεῖ ῥητορικώτερον ονυχι τὴν ὑπ' οὐρανὸν ἐμπεριγράφειν, [ο] τοῖς μὲν ἐν παροιμίαις λαλήσασιν ὡς ἀδύνατον καταπραχθῆναι πέπαικται, τοῖς δέ γε σοφιστευσαμένοις τὴν περιήγησιν εἰς πρᾶγμα τετόλμηται, καὶ ὡς οὐκ ἀδύνατον ἀπελήλεγκται, βιασαμένοις τὴν παροιμίαν, καὶ τεχνασαμένοις τῷ ἀδυνάτῳ δύναμιν. Η γὰρ ουτω μικροῦ πεποιήκασιν, οσοι τὴν τῆς οἰκουμένης πινακογραφίαν μεμελετήκασιν, ὀνυχιαίῳ που τάχα τινὶ διαστήματι τὴν ἀπείρονα περικλείσαντες, καὶ τὸ τοῦ κατὰ γῆν πληρώματος ἀπερίληπτον ἐπιπέδῳ βραχυτάτῳ καὶ ουτω μικροδιαστάτῳ ἐμπεριγράψαντες. Ου δὴ τολμήματος κατάρξαι μὲν ἱστόρηται ̓Αναξίμανδρος μαθητευσάμενος Θάλητι, ̔Εκαταῖος δὲ μετ' αὐτὸν τῇ αὐτῇ τόλμῃ ἐπιβαλεῖν, μετὰ δὲ ∆ημόκριτος, καὶ τέταρτος Ευδοξος. Εἰ δὲ Καρχηδόνα ὑπὸ βοῒ μετρηθεῖσαν διὰ θαύματος ὁ ∆ιονύσιος αγει, ὡς καινόν τι δήπουθεν ον, εἰ πόλεως τηλικαύτης διάστημα καταμετρηθείη περιγραφὲν ὑπὸ βύρσης τμήματι, τὸ τὴν ἀμέτρητον οἰκουμένην τομαρίῳ βραχυτάτῳ στενοχωρεῖν ἡλίκου αν εσω πίπτοι θαύματος; ουτως ἐν δέοντι τολμηρὸν ἡ φιλοσοφία, ουτω μικροῖς ἐμφαντάζει τὰ μέγιστα, ητις οὐ τῆς γῆς μόνον τὴν συναλοιφὴν κατανεανιεύεται ταύτην ειτε συναίρεσιν εἰς βραχὺ κομιδῆ συμπιέσασθαι, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν συναγαγοῦσα κατασμικρύνει, καὶ ὡς οιον εἰπεῖν κέγχρῳ παραβύει τὸν τηλικοῦτον. Αλλη τις αυτη παροιμία κατὰ τὴν ανω τεθεῖσαν, ἀδυναμίαν ἐμφαίνουσα πράγματος, προαχθεῖσα δ' ομως εἰς δύναμιν καὶ αὐτὴ τεχνικῶς. Καὶ τῷ οντι τοιοῦτόν τι ποιοῦσιν, οι τὸν τοσοῦτον οὐρανὸν, τὴν ἀπλανῆ σφαῖραν, τὴν εσω τὰ πάντα σφίγγουσαν, εἰς σμικρὸν σφαιρικὸν ογκον καὶ, ὡς αν ειποι τις, κεγχριαῖον συστρέφουσι, καὶ εἰς δίσκου στροφὴν γογγυλίσαντες καὶ συστείλαντες τοῖς βουλομένοις ἀνὰ χεῖρα τιθέασι· καὶ οπερ ὁ μῦθος τὰς Θετταλὰς γυναῖκάς φησι μαγγανεύειν, ἐπιβουλευούσας τῇ σελήνῃ καὶ ανωθεν κατασπώσας εἰς γῆν, ταὐτὸ κατεπιχειροῦσιν αὐτοὶ, οὐχ ἑνὸς η δευτέρου τῶν ανω πλανήτων, ἀλλ' αὐτοῦ ολου τοῦ κατ' οὐρανὸν ἀπειρίτου σφαιρώματος; αὐτοῖς αστροις, αὐταῖς ζώναις καὶ πᾶσι τοῖς οὐρανίοις κύκλοις καὶ τμήμασιν ἡμῖν ἐκεῖνον καθέλκοντες. Καὶ Ζεὺς μὲν ὁ παρ' ̔Ομήρῳ, τοῖς περὶ Ολυμπον θώκοις ἐμπρέπων αἰθέριος αὐτῇ γαίῃ, αὐτῇ τε θαλάσσῃ τὰ κάτω μεταστοιχειῶσαι βρενθύεται, αὐτὸς δὲ μὴ αν ἑλκυσθῆναι κάτω ἀλαζονεύεται· ὁ μέντοι φιλόσοφος βριαρώτερον ἀντιπαλαμᾶται, καὶ τὸ τοῦ ∆ιὸς ἐλέγχει σεμνὸν, καὶ αὐτῷ οὐρανῷ καθελκύσας ἐκεῖνον οὐχ ὑποταρτάριον τὸν αἰθέριον τίθησιν, ὡς ἐκεῖνος τὸν πατέρα, Κρόνον, κάτω βαλὼν, ἀλλ' ἐπὶ χεῖρα τίθησι τοῖς ἀστροθεάμοσι καὶ αλλως τὰ τοιαῦτα σοφοῖς, καὶ [τὸν] οὐρανὸν τοῦτον τεχνασάμενος ὡς εἰπεῖν ὑπουράνιον, ἐν αὐτῷ οιά τινι κατόπτρῳ φαντάζει τοῖς βουλομένοις τὰ τῶν ἀνωτάτω κινήσεων, καὶ ἐπὶ μὴ ἐξὸν ἐκ τῶν κάτω ανω πτερύσσεσθαι τὸν φιλοσοφεῖν τὰ οὐράνια θέλοντα, βιάζεταί πως τέχνῃ τὸν οὐρανὸν, καὶ κατασπάσας καὶ ταπεινώσας ουτω περαίνει τὰ τῆς προθέσεως, η καὶ αλλως μὴ εχων ἐν οὐρανῷ θέσθαι τὸν ανθρωπον, οὐράνιον μὲν φυτὸν οντα τε καὶ λεγόμενον, περὶ γῆν δὲ ομως εἱλούμενον, κατάγει τὸν οὐρανὸν καὶ περίγειον τίθησιν, ὡς αν ὁ περὶ γῆν ἐκεῖνος ουτω τὰ οὐράνια εχοι καλλιτεχνεῖν. Καὶ γίνεταί τις κἀνταῦθα οιον κάθοδος οὐρανοῦ πρὸς τοὺς κάτω προσφυέστερον ηπερ ὁ τοῦ ̔Ησιόδου μῦθος αὐτὸν κατάγει πρὸς φιλότητα γῆς, ναὶ μὴν καὶ σεμνότερον, τά τε