δὲ Σκύθαι καὶ Θρᾴκιον εθνος, οι καὶ Νομαῖοι ἐλέγοντο. 730 Οτι Ουννοι, η Θοῦννοι μετὰ τοῦ θ στοιχείου, Κάσπιον εθνος εἰσὶ Σκυθικόν. Μάλιστα δὲ προσθετέον τοῖς γράφουσιν Ουννοι δίχα τοῦ θ. Φέρεται γοῦν καὶ ἐν τῇ τοῦ Σιμοκάτου οἰκουμενικῇ ἱστορίᾳ Ουννους τοὺς πρὸς τῷ βορρᾷ τῆς εω, ους Τούρκους Πέρσαι καλοῦσιν, ουτω ποτὲ πολυχρύσους γενέσθαι, ὡς καὶ κλίνην χρυσῆν σφυρηλατεῖν καὶ τραπέζας καὶ θρόνους καὶ βήματα, εἰσπραττομένους ἐκ τῶν Μήδων ἠρεμίας προφάσει τεσσαράκοντα χιλιάδας χρυσῶν· υστερον μέντοι φορολογηθῆναι τοὺς τοιούτους Ουννους ὑπὸ Βαβυλωνίων ἱστοροῦσιν. Οὐ μόνον δὲ ὁ Σιμόκατος, ἀλλὰ καὶ πολλοὶ πίστεως αξιοι τοὺς Ουννους εθνος ἱστοροῦσι Σκυθικὸν ἀξιόλογον. Οτι ωσπερ οἱ ῥηθέντες Ουννοι Σκύθαι εἰσὶν, ουτω καὶ οἱ Κάσπιοι μετ' αὐτοὺς οντες εθνος λόγου αξιον· ἀφ' ων καὶ ἡ θάλασσα Κασπία καλεῖται, ὡς καὶ ἀπὸ τῶν ̔Υρκανίων ̔Υρκανία· παρ' οις καὶ τῶν φύλλων ἀπορρέειν μέλι ἡ ἱστορία φησὶ, καὶ ἡ αμπελος πολυφορεῖ, καὶ ἡ συκῆ δὲ ουτω λέγεται πλουτεῖν τῷ καρπῷ, ὡς ἐνίας καὶ εἰς μεδίμνους ἑξήκοντα πληθύνειν τὸν καρπόν. ̓Εκεῖ δὲ καὶ τὸ εθνος οἱ ̓Αλβανοὶ, ποιμενικοὶ καὶ μετρίως πολεμικοὶ, μεταξὺ ̓Ιβήρων καὶ Κασπίας· ων Κυκλώπειος, φασὶν, ὁ βίος, τούτεστιν εὐδαίμων καὶ απονος, οις ἡ γῆ πολλαχοῦ απαξ σπαρεῖσα τοῦ λοιποῦ δὶς καὶ τρὶς ασπαρτον φέρει καρπόν. ̔Απλοῖ δέ εἰσι καὶ οὐκ οιδασι νόμους, οὐδὲ ἀριθμοὺς οιδασι πλείω τῶν ἑκατόν. Γλῶσσαι δὲ αὐτῶν κατὰ τὸν Γεωγράφον εξ καὶ εικοσιν. ̓Εκεῖ δὲ καὶ οἱ Καδούσιοι κατὰ τὸν ∆ιονύσιον, ων τραχεῖα ἡ γῆ, ανδρες δεινοὶ πετροβατεῖν, καὶ ἀκοντισταὶ αριστοι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, καὶ οιοι ἐν τοῖς τραχέσι πεζοὶ ἀντὶ ἱππέων διαμάχεσθαι. Τούτοις δὲ ἀγχι γείτονες Μάρδοι καὶ ̔Υρκάνιοι καὶ Απυροι, ους Ταπύρους φησὶν ὁ Γεωγράφος, ἀρχομένους ἀπὸ τοῦ τ, οι ἐκ γυναικὸς δύο η τρία ἀνελόμενοι τέκνα ἐκδιδόασι τοῦ λοιποῦ τὰς γυναῖκας ἑτέροις. 734 Οτι Μάρδος ὁ ποταμὸς ∆ερκεβίων τε καὶ ἀφνειῶν Βάκτρων ἐστὶ πόμα, εἰς ̔Υρκανίαν μὲν βάλλων θάλασσαν, μέσος δὲ ἀμφοτέρων τούτων τῶν ἐθνῶν ἑλισσόμενος. 737 Οτι Παρνησοῦ τινος ορους Βακτρίου ἐνταῦθα ὁ ∆ιονύσιος μέμνηται· καὶ ζητητέον ειτε ουτω γραπτέον αὐτὸ, ὁμωνύμως τῷ Εὐρωπαίῳ Παρνασῷ, ειτε καὶ Παρπαμισὸν ὀνομαστέον αὐτό· ουτω γὰρ πολλὰ τῶν ἀντιγράφων εχουσι. Μεμνήσεται δέ που καὶ ὁ Περιηγητὴς ορους Παρπαμισοῦ. 739 Οτι πέραν ̓Αράξου πρὸς ἀνατολὰς οἱ Μασσαγέται τοξικώτατοι καὶ κακοξεινότατοι, εθνος μέγα καὶ αλκιμον, παρ' οις Κῦρος ἐτελεύτησε, βασιλευούσης Τομύριδος· ων ὑπογράφων τὴν ἀγριότητά φησιν, οτι αὐτοῖς οὐ σίτου ἐστὶ μελίφρονος ἐδωδὴ, οὐ μὴν οὐδὲ οινος μεταδήμιος, ητοι ἐνδήμιος, ἀλλ' ιππων αιματι μίσγοντες λευκὸν γάλα ζῶσι. ∆ιὸ καὶ ευχεται ὁ ∆ιονύσιος ἐνδιαθέτως, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη σαφέστερον, οτι μήτ' αὐτὸς ἐγὼ, μήθ' οστις ἐμοὶ ἑταῖρος ἐμπελάσαι αὐτοῖς. Μάλα γάρ τε κακοξεινότεροι αλλων. Καὶ ορα οτι τῶν αλλων μελίφρονα οινον λεγόντων, ουτος σῖτον εφη μελίφρονα. Σημείωσαι δὲ οτι καὶ ουτος τοῦ κακοξεινότερος τὴν προπαραλήγουσαν ἀντὶ μακρᾶς ἐδέξατο· καθὰ καὶ ὁ Ποιητὴς ἐν ̓Οδυσσείᾳ, ενθα καὶ ἐρρέθη τὰ εἰκότα. ̓Ιστέον δὲ οτι ἠδύνατο μὲν ἐκφυγεῖν τὴν κακομετρίαν ὁ ∆ιονύσιος, σχηματίσας ωσπερ καὶ πρὸ τούτου ἐκ τοῦ αἰδοῖος τὸ αἰδοιέστερος ̓Ιωνικῶς, ουτω καὶ ωδε ἐκ τοῦ κακόξεινος τὸ κακοξεινέστερος· ἀλλ' εοικε θελῆσαι μᾶλλον συγχωλᾶναι τῷ ̔Ομηρικῷ μέτρῳ, ηπερ αλλως ὀρθὸν προαγαγεῖν τὸ επος καὶ ασφαλτον. Φασὶ δὲ αριστον ειναι παρὰ τοῖς Μασσαγέταις θάνατον, οταν γηράσαντες συγκατακοπῶσι κρέασι προβάτων καὶ βρωθῶσιν. ̓Αμπέχονται δὲ φωκῶν δέρματα, καὶ ηλιον δεσπότην ἐπιγράφονται, καὶ ιππον αὐτῷ θύουσιν, ὡς ταχίστῳ, φασὶ, τὸ πάντων τῶν θνητῶν τάχιστον. Χρυσὸς δὲ αὐτοῖς καὶ χαλκὸς απλετος. Σιδήρῳ δὲ χρῶνται οὐδὲν, οτι μηδὲ εχουσιν. ̓Αράξης δὲ καλεῖται ὁ ῥηθεὶς ποταμὸς, ὡς ἀπαράξας τὴν συνέχειαν τῶν ἐκεῖ ὀρῶν καὶ διεκδὺς, καθάπερ καὶ ὁ Πηνειὸς ὁ νῦν Σαλαμβρίας καλούμενος τὴν Οσσαν τοῦ ̓Ολύμπου ἀπέρρηξε· διὸ καὶ