ὠνόμασται, ἀδελφῆς ̓Αντιόχου, ὡς μικρὸν κατωτέρω ῥηθήσεται· οἱ δὲ ἀπὸ Λαοδίκης φασὶ, μητρὸς η θυγατρὸς Σελεύκου τοῦ Νικάτορος. Εστι δὲ καὶ ἑτέρα Λαοδίκεια Λυδίας, ην ̓Αντίοχος εκτισε, παῖς ̓Αντιόχου τοῦ τῆς Στρατονίκης, χρησμοῦ δοθέντος ἐν ὀνείροις τῇ γυναικὶ αὐτοῦ ποιῆσαι τοῦτο. Τὴν δὲ ἐν Φοινίκῃ Λαοδίκειαν Λευκὴν ἀκτὴν φασί ποτε κληθῆναι καὶ ̔Ράμανθαν, διότι ποιμήν τις βληθεὶς κεραυνῷ ἀνεβόα ῥαμάνθας, τουτέστιν ἀφ' υψους ὁ θεός· ῥαμάν γὰρ ἐγχωρίοις τὸ υψος, ἀθάν δὲ ὁ θεός. ∆ιάφοροι δὲ Λαοδίκειαι, ων εὐοινοτάτη αυτη ἡ Συριακή. ∆ιφορεῖται δὲ ἡ πόλις αυτη· καὶ γὰρ τετρασυλλάβως Λαοδίκη λέγεται, καὶ κατὰ παραγωγὴν Λαοδίκεια, ὡς ̓Απάμη ̓Απάμεια, Εὐρώπη Εὐρώπεια, καὶ οσα τοιαῦτα. 916 Οτι ωσπερ παρὰ τῷ ̔Ομήρῳ ἐν ̓Οδυσσείᾳ τὸἐν τοῖς Φαίαξι Ποσιδήϊον διὰ τοῦ ι εχει τὴν τετάρτην ἀπὸ τοῦ τέλους, ηγουν τὴν σι συλλαβὴν, ουτω καὶ ἐνταῦθα παρὰ τῷ ∆ιονυσίῳ λέγοντι περιφραστικῶς οτι Ποσιδήϊα εργα, ηγουν Ποσιδήϊον, εστι περὶ τὰ ἐν ̓Αντιοχείᾳ ἱερὰ τέμπεα, ο ἐστι περὶ τὰ τῆς ∆άφνης ἀλσώδη δάση καὶ κοιλώματα, περὶ ης μετ' ὀλίγον εἰρήσεται. Ποσίδειον δὲ λέγεται τετρασυλλάβως κατὰ τὸ ἐντελὲς τὸ τοῦ Ποσειδῶνος τέμενος, τὴν μὲν παραλήγουσαν εχον διὰ διφθόγγου, τῷ λόγῳ τῆς περιοχῆς, τὴν δὲ προπαραλήγουσαν διὰ τοῦ ι, τῇ ἀπελεύσει τοῦ τῆς διφθόγγου ἑνὸς στοιχείου, ῳ λόγῳ καὶ ̓Οππιανὸς τοῦ ἀλγινόεις ἀπισχνάνας τὴν δίφθογγον εἰς μονόφθογγον διὰ τοῦ ι γράφει, ὡς προερρέθη, τὴν προπαραλήγουσαν. ∆ιαλυθὲν δὲ ἐκ τετρασυλλάβου τὸ τοιοῦτον ἐντελὲς Ποσίδειον εἰς πεντασυλλαβίαν γέγονε Ποσιδήϊον. ̔Η δὲ ῥηθεῖσα τῆς διφθόγγου συστολὴ, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, καὶ ἐν αλλοις γέγονεν, ἐν οις καὶ ὁ λιμὸς ἀπὸ τοῦ λέλειμμαι, καὶ ἡ ἰδέα ἐκ τοῦ ειδους, καὶ αἱ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες, καὶ τὰ χίμετλα τὰ ἐν τῷ χειμῶνι ὡς ἐπὶ τὸ πολὺ γινόμενα ἀποκαύματα. Οτι κατὰ τὴν ἱστορίαν ὑπέρκειται τῆς ̓Αντιοχείας μʹ σταδίους ἡ ᾀδομένη ∆άφνη, κατοικία μὲν μετρία, αλσος δὲ μέγα εχουσα συνηρεφὲς, ου κύκλος πʹ σταδίων, διαρρεόμενον πηγαίοις υδασιν, ενθα ἐπανηγύριζον οἱ ἐγχώριοι· οπου καὶ τέμενος ασυλον. ̓Αρριανὸς δὲ περὶ τούτων ουτω γράφει· « ̓Εν ∆άφνῃ τῇ πρὸς ̓Αντιοχείᾳ αλσος τι ἱερὸν ̓Απόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ην τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ ∆άφνῃ τοῦ Λάδωνος, η φεύγουσα τὸν ἐραστὴν ̓Απόλλωνα ηυξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν, καὶ ετυχε τῶν εὐχῶν.» Αλλοι δὲ περὶ αὐτῆς ουτω φασί· «∆άφνη ἐν ̓Αντιοχείᾳ, η ποτε πόλις ̔Ηρακλείας, εἰς ην πολλὰς κυπαρίττους ἐφύτευσε Σέλευκος ὁ Νικάτωρ, ης ἐγγὺς τὸ τοῦ ̓Επιφανοῦς ̓Αντιόχου βουλευτήριον. Ταύτην ουτω σεισμὸς ἐκάκωσεν ἐπὶ Τραϊανοῦ, ωστε τοὺς ̓Αντιοχέας κτίσαντας ἐπιγράψαι· «οἱ ζήσαντες ἀνέστησαν θεῷ σωτῆρι.» Σημείωσαι δὲ οτι αυτη μὲν ἡ ∆άφνη ἑνικῶς λέγεται, πρὸς δὲ τῷ Πηλουσιακῷ τοῦ Νείλου στόματι χωρίον τι πληθυντικῶς ∆άφναι λέγονται παρὰ τῷ ̔Ηροδότῳ. ̔Ο δὲ τὰ ἐθνικὰ γράψας προάστειον ἐπισημότατον τῆς ἑῴας ̓Αντιοχείας τὴν ∆άφνην ταύτην εἰπὼν λέγει καὶ αλλην ειναι ∆άφνην, χωρίον Λυκίας, καὶ λιμένα ∆άφνην ἐν τῷ στόματι τοῦ Πόντου, ἐν δεξιᾷ ἀναπλέοντι, καὶ προάστειον δὲ αὐτόθι που ἐν ἀριστερᾷ ἐπὶ τὸν ̓Ανάπλουν ἀνιοῦσιν. 918 Οτι ἐν μέσαις ταῖς περὶ Φοινίκην πόλεσίν ἐστι καὶ ἡ ̓Απάμεια, ποτὲ μὲν κώμη ουσα καὶ Φαρνάκη καλουμένη, πόλις δὲ υστερον γενομένη, ἐν μεσογαίῳ κειμένη, πρὸς νότον ̓Αντιοχεῦσιν, ητις καὶ Χερρόνησός ποτε ἀπὸ τῆς περιοχῆς τῶν ἐκεῖ ὑδάτων ἐκλήθη. Καὶ Πέλλα δὲ ὠνομάσθη παρὰ τῶν αὐτόθι Μακεδόνων διὰ τὴν ἐν Μακεδονίᾳ Πέλλαν, τὴν τοῦ Φιλίππου πατρίδα. ̓Εν ταύτῃ δὲ ἐλέφαντας πεντακοσίους ὁ Σέλευκος ετρεφε καὶ τὸ πλέον τῆς στρατιᾶς. Φασὶ δὲ καὶ ἐν Μήδοις Λαοδίκειαν ειναι καὶ ̓Απάμειαν καὶ αλλας Μακεδονικὰς πόλεις. Ωσπερ δὲ ἡ ̓Απάμεια, ην ὁ ἐπιφανὴς Νικομήδης εκτισεν, ὠνομάσθη ἀπό τινος γυναικὸς ̓Απάμας, ουτω καὶ ἡ παρὰ τῷ ∆ιονυσίῳ αυτη ̓Απάμεια. ̔Ιστοροῦσι γὰρ τοιαῦτα οἱ παλαιοί· « ̓Αντιόχεια ἡ ἐπὶ ∆άφνῃ καὶ ̓Απάμεια ἡ ἐν Συρίᾳ πρὸς νότον ̓Αντιοχείας ἐν μεσογαίῳ κειμένη, ετι δὲ Λαοδίκεια καὶ Σελεύκεια, κτίσματα