γεγόνασιν, αλλως μὴ πλουτοῦντες· οπουγε καὶ αἱ παρονομαζόμεναι αὐτοῖς Περσικαὶ ἐμβάδες, ως τινές φασιν, ὑπόδημα εὐτελὲς ην. ̓Ασκεῖν δὲ λέγονται καὶ μεγαλοφωνίαν οἱ Πέρσαι, καὶ καῦμα καὶ ψύχος φέρειν καὶ ομβρους καὶ χειμάρρων διαβάσεις, ωστε αβροχα φυλάσσειν τά τε οπλα καὶ τὴν ἐσθῆτα. Τιμῶσι δὲ τὸ πῦρ, καὶ δι' αὐτὸ καὶ τὸν χρυσὸν οια πυροειδῆ οντα. Λέγεται δὲ Περσική τις ειναι ᾠδὴ, ης τὰς ὠφελείας ξʹ διαριθμοῦνται. Τίμιοι δὲ παρὰ τοῖς Πέρσαις οἱ μάγοι, οι ουτε οὐροῦσιν εἰς ποταμὸν, ουτε νίπτονται, ουτε λούονται. ̔Ηρόδοτος δέ φησι καὶ οτι Πέρσαι παιδεύουσι τοὺς ἑαυτῶν παῖδας ἀπὸ πενταετοῦς εως ἐτῶν κʹ ἱππεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι. ̔Ιστορεῖ δὲ καὶ νομάδας τινὰς Πέρσας, καὶ συχνὰ ειναι γένη λέγει Περσῶν. Λέγεται δὲ καὶ σύμβολον ειναι ἀσπασμοῦ παρὰ Πέρσαις τὸ ἀφελέσθαι τὴν τιάραν τῆς κεφαλῆς. Μεγάλοις δὲ ορεσι περίδρομός ἐστιν ἡ Περσὶς, νοτιωτέρα τῶν Κασπίων ουσα πυλῶν, ἑλκομένη μέχρι τοῦ ὁμωνύμου Περσικοῦ κόλπου. Τὸ δὲ ἀρκτῶον αὐτῆς τοῖς τῶν Μήδων ορεσιν ὑποπέπτωκεν, απερ τέμπεα ὁ ∆ιονύσιος ἀνωτέρω εφη Μηδικά. 1069 Οτι Σάβαι ησαν μὲν καὶ ̓Αραβικοὶ, ὡς προεγράφη, ευρηνται δὲ καὶ ωδε Περσικοί. Μεθ' ους οἱ Πασαργάδαι, περὶ ων κατωτέρω ῥηθήσεται. ̓Εν δὲ τοῖς ἑξῆς καὶ ̓Ινδικὸν εθνος οἱ Σάβαι εὑρίσκονται. Ησαν δὲ καὶ εθνος Θρᾳκικὸν Σάβοι, οπερ τοὺς Βάκχους δηλοῖ Φρυγίᾳ διαλέκτῳ· ἐξ ου καὶ ὁ ∆ιόνυσος εοικε Σαβάζιος λέγεσθαι, διότι καὶ Βάκχος ὁ αὐτός. Οτι τὸ Τασκοὶ εθνους Περσικοῦ ονομα βαρυτόνως παρὰ πολλοῖς ἀναγινώσκεται· οις ἀγχιτέρμονες οἱ Πασαργάδαι, αριστοι Περσῶν κατὰ ̔Ηρόδοτον, παρ' οις Κύρου τάφος πολυτελὴς, πύργος οὐ μέγας ἐν παραδείσῳ, δάσει δένδρων ἀποκεκρυμμένος, κλίνην τε χρυσῆν εχων ποτὲ καὶ τράπεζαν καὶ πύελον υλης ὁμοίας καὶ κόσμον λιθοκόλλητον. Προσεκοσμήθη δὲ καὶ ὑπὸ ̓Αριστοβούλου, κελεύσει ̓Αλεξάνδρου, ἐσυλήθη δὲ οὐ πολλῷ υστερον. Ειχε δὲ, φασὶ, καὶ ἐπίγραμμα ̔Ελληνικὸν Περσικοῖς γράμμασιν, ̓Ενθάδ' ἐγὼ κεῖμαι, Κῦρος βασιλεὺς βασιλήων. Ην δὲ καὶ ετερον τοιοῦτον, «ω ανθρωπε, ἐγὼ Κῦρος εἰμὶ, ὁ τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς ̓Ασίας βασιλεύσας· μὴ ουν φθονήσῃς μοι τοῦ μνήματος.» Καὶ τοῦτο μὲν ἁπλοῦν καὶ γοργόν. Κάλλιον δὲ τὸ ἐπὶ ∆αρείῳ, «φίλος ην τοῖς φίλοις, ἱππεὺς καὶ τοξότης αριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην.» ̓Ιστέον δὲ οτι τὸ μὲν ἐθνικὸν οἱ Πασαργάδαι, ἡ δὲ πόλις θηλυκῶς, ὡς δηλοῖ τὸ «τὰς δὲ Πασαργάδας εκτισεν ὁ Κῦρος.» ∆ιερμηνεύεται δὲ ἡ πόλις κατὰ γλῶσσαν ̔Ελληνίδα Περσῶν στρατόπεδον. 1073 Οτι Κύρος ποταμὸς Περσικὸς, ετι δὲ καὶ Χοάσπης ̓Ινδὸν μὲν υδωρ ελκων, ὡς ἐκ τοῦ ̓Ινδοῦ σχιζόμενος ποταμοῦ, παραρρέων δὲ τὰ Σοῦσα, ἐξ ου καὶ μόνου επινεν ὁ τῶν Περσῶν βασιλεύς· καὶ ην βασιλικὸν υδωρ τὸ Χοάσπειον. Περὶ ου φησι καὶ ̔Ηρόδοτος, οτι τοῦ υδατος τοῦ Χοασπείου ἀφεψημένου πολλαὶ αμαξαι ἡμιόνειοι τετράκυκλοι επονται κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοις. Εστι δὲ κατὰ τὸν Γεωγράφον καὶ ετερος ποταμὸς μέγας, ἀπὸ ̓Αρμενίας εχων τὴν ἀρχὴν, Κόρος ποτὲ λεγόμενος, υστερον δὲ Κῦρος μετονομασθείς. Τὰ δὲ Σοῦσα ουτω καλοῦνται διὰ τὸ τόπου ἀνθηρόν· σοῦσα γὰρ ἐγχωρίως τὰ κρίνα. Τῆς δὲ Περσικῆς ταύτης τῶν Σούσων χώρας οἱ ἐγχώριοι οὐ μόνον Σούσιοι, ἀλλὰ καὶ Κίσσιοι λέγονται. Πάνυ δὲ, φασὶ, καυματηρὸς ὁ ἀὴρ τῇ Σουσίδι καὶ ουτως εκπυρος, ωστε οὐ φθάνουσιν αἱ σαῦραι καὶ οἱ οφεις ἐν τῷ διαβαίνειν τὰς ὁδοὺς, ἀλλὰ καταφλέγονται. Καὶ λουτρὰ δὲ, ηγουν υδατα τὰ εἰς τὸ λούσασθαι προτεθέντα ψυχρὰ, ἐκθερμαίνεται παραχρῆμα. ̓Εκαλεῖτο δὲ καὶ Μεμνόνειον αστυ τὰ Σοῦσα, διὰ τὸ ἐκεῖ ὡς εἰκὸς τιμᾶσθαι τὸν Μέμνονα. Λέγεται δὲ καὶ τοὺς τοῦ βασιλέως Περσῶν θησαυροὺς αὐτόθι κεῖσθαι. Καὶ ὁ τὴν πόλιν ταύτην ἑλὼν εδοξεν αν κατὰ τὸν τοῦ ̔Ηροδότου λόγον ἐρίσαι τῷ ∆ιὶ περὶ πλούτου. 1075 Οτι τὸν ̓Αχάτην ποταμὸν ἐπὶ πλευραῖς τε ειναι τοῦ Χοάσπου φησὶ, καὶ εὐωπὸν αὐτὸν καλεῖ, διὰ τὸ τάχα διειδὲς τοῦ υδατος καὶ ευθετον. Φησὶ γὰρ οτι οια κύλινδρος ἐπὶ χθονὸς κεῖται, τουτέστιν ὡς σχῆμα