Σημείωσαι δὲ οτι τὸ εζωσται καὶ ἐν αλλοις φθάσας ειπεν ἐπὶ ὁμοίας σημασίας· καὶ οτι ἐν τῷ ὀλβίστων ̓Αράβων φανερῶς δι' ἑνὸς ρ ἡ τοῦ Αραψ ἐστὶ γραφὴ, ὡς καὶ ἐν τῷ ἁβροβίων ̓Αράβων· εἰ καὶ ἐν αλλοις τόποις πολλὰ τῶν ἀντιγράφων πολὺν τὸν ῥοῖζον ἐκ τῆς τοῦ ἀμεταβόλου ἐξηχοῦσι διπλώσεως. Ειποι δ' αν τις τάχα διὰ τὸ μέτρον ἐκπεσεῖν αρτι τὸ εν ἀμετάβολον, οθεν καὶ συσταλῆναι τὴν αρχουσαν. Βούλονται γὰρ πολλοὶ ἀναδιπλοῦν τὸ ρ, ὡς ἀπὸ τῆς α στερήσεως καὶ τοῦ ῥάπτω ῥάψω, κἀντεῦθεν τὴν τῶν ̓Αράβων κλῆσιν οιον συρράπτουσιν, ὡς μὴ ῥαπτομένων ἱμάτια, περιτυλισσομένων δὲ ὑφάσματα· καὶ διὰ τοῦτο κατ' ἀνάγκην φασὶν ἐν τῷ Αραψ κεῖσθαι τὸν τοῦ ρ διπλασιασμὸν, ὡς καὶ ἐν τῷ αρρηκτος καὶ αρρητος καὶ ἀρραγής καὶ ἐν τοῖς ὁμοίοις. ̔Ησίοδος μέντοι ἐν τῷ κούρην ̓Αράβοιο, ἐξ ου καὶ ἡ ̓Αραβία κεκλῆσθαι δοκεῖ, δι' ἑνὸς ἀμεταβόλου καὶ συστολῆς τῆς ἀρχούσης καὶ αὐτὸς ἐμφαίνει δεῖν γράφειν τοὺς Αραβας. Καὶ ὁ τὰ ̓Εθνικὰ δὲ γράψας ἐν ἑνὶ ἀμεταβόλῳ γράφει αὐτούς. Τυχὸν δὲ ἀντιγράφων αὐθάδεια τὴν τοῦ ρ διπλόην ἐξ αὐτονομίας παρεισήνεγκεν, οπου καὶ τὴν αρχουσαν τῆς παρά προθέσεως παρὰ τούτῳ τῷ ποιητῇ πολλὰ τῶν παλαιῶν ἀντιγράφων διὰ δύο ἀμεταβόλων προήγαγον, ὡς καὶ ἐν τῷ παραλίην Εφεσον· ὡς ειπερ μὴ ειχε καὶ χωρὶς τῆς τοῦ ἀμεταβόλου διπλόης ἐκτεί νεσθαι ἡ τῆς παρά προθέσεως παραλήγουσα, καθάπερ καὶ παρ' ̔Ομήρῳ ἐν τῷ «αισιμα παρειπών». 929 Οτι καὶ ἐνταῦθα τὸ ἑκάστη ἀντὶ τοῦ ἑκατέρα τέθεικεν, εἰπὼν περὶ τῆς Περσίδος καὶ ̓Αραβίας θαλάσσης «ανεμον δὲ ελαχεν ἑκάστη, ̓Αραβία ζέφυρον, Περσὶς ευρον.» Τὸ δὲ ὀρθὸν ην ἑκατέρα εἰπεῖν, εἰ μὴ τὸ μέτρον ἐκώλυσεν. 933 Οτι πολὺ καταχέει τῆς εὐδαίμονος ̓Αραβίας ἐγκώμιον, ἐνδιατρίβων αὐτῇ, καὶ τούς τε Αραβας ἁβροβίους καλεῖ, ὡς καὶ πρὸ ὀλίγου ὀλβίστους, καὶ αὐτὴν μεγίστην λέγει, καὶ ἀγλαά φησι καὶ πολύολβα φῦλα νέμεσθαι αὐτήν. Αλλο δὲ, φησὶ, μέγα θαῦμα εξοχον ελαχεν. Ποῖον ἐκεῖνο; ἀεὶ ὑπὸ θύοις λαρὸν οδωδεν η σμύρνης η εὐώδους καλάμου η θεσπεσίου πεπαινομένου λιβάνου η κασίας η θύου, οπερ ἐστὶ, φασὶν, ειδος δένδρου εὐώδους. Καὶ μὴν αλλως θῦον γενικῶς απαν αρωμα λέγεται. ∆ιὸ καὶ αὐτὸς φθάσας εφη, κηώεσσα θύοις υπο, τουτέστι τοῖς ἀποτελοῦσιν εὐωδίαν θυμιάμασιν. ̓Ιστέον δὲ οτι ὁ τοῦ λιβάνου δένδρου καρπὸς λιβανωτὸς λέγεται παρὰ τοῖς παλαιοῖς, καὶ οτι ουτω πολὺς αὐτόθι λιβανωτὸς, ωστε χίλια τάλαντα λιβανωτοῦ οἱ ̓Αράβιοι ηγον τῷ βασιλεῖ ἑκόντες· οὐ γὰρ κατήκουσαν τοῖς Πέρσαις, ως φησιν ̔Ηρόδοτος, ἐπὶ δουλοσύνῃ, ἀλλὰ ξένοι ἐγένοντο. Λέγει δὲ ὁ αὐτὸς καὶ ἐν μόνῃ τῇ ̓Αραβίᾳ φύεσθαι λιβανωτὸν καὶ σμύρνην καὶ κασίαν καὶ κιννάμωμον καὶ λήδανον, οπερ, φησὶν, ̓Αράβιοι καλοῦσι λάδανον. 936 Ορα δὲ οπως γενικῇ συντάσσει τὸ οζει, εἰπὼν οδωδε θύου η σμύρνης καὶ τὰ ἑξῆς. Σκοπητέον δὲ ειτε ὁ ἐνταῦθα εὐώδης κάλαμος ὁ αὐτός ἐστι ταῖς παρὰ τῷ Γεωγράφῳ ̓Ινδικαῖς καλάμοις, ας μελιτοποιεῖν ἐκεῖνός φησιν, ειτε καὶ διαφέρει μάλιστα ἐκείνων ουτος ὡς εὐώδης μὴ τοιούτων. ̓Ιστέον δὲ οτι κατὰ τὴν παλαιὰν ἱστορίαν, ̓Αλέξανδρος διενοεῖτο μετὰ τὴν ἐξ ̓Ινδῶν ἐπάνοδον βασίλειον ἑαυτοῦ τὴν ̓Αραβίαν ποιῆσαι, καὶ οτι εἰσὶ καὶ Σκηνῖται Αραβες περὶ τὰ πέραν Εὐφράτου εως Κοίλης Συρίας. 939 Οτι ὁ ∆ιονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν ̓Αραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, οτι οντως ἐκεῖ Ζεὺς τὸν ∆ιόνυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφ' ου καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη κατά τινας. Τοῦτο δὲ ̓Αρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων οτι πρὸς ταῖς οχθαις τοῦ Σαγγαρίου ερρηξε τοὺς δεσμοὺς τοῦ ∆ιὸς ὁ ∆ιόνυσος ηδη τρόφιμος ων. ̔Ο δὲ ∆ιονύσιος οις ειπεν ἀκολούθως ἐπάγει γενεθλιακὴν διασκευὴν, λέγων, ὡς ἐν ἐκφράσει, οια εἰκὸς ην τότε τῷ τοιούτῳ τόκῳ ἐπισυμβῆναι. Πάντα γὰρ, φησὶν, ησαν εὐώδη τηνικαῦτα, μῆλα δὲ λασίοις ἐβαρύνετο μαλλοῖς, αὐτομάτῳ δὲ κατέρρεον υδατι λίμναι, ορνιθες δὲ ἀοικήτων ἀπὸ νήσων, τῶν περὶ τὸ ̓Ερυθραῖον τάχα πέλαγος, ηλθον φύλλα φέρουσαι ἀκηρασίων κιναμώμων· καὶ πολὺς ολβος ἐπεχέθη τοῖς ἐκεῖ· διόπερ εἰσέτι νῦν λιβάνῳ μὲν