ἐστι καὶ τὴν συμπλήρωσιν καὶ τὴν ἐπανάληψιν, συχνὰ καὶ τοῖς τοιούτοις διὰ σαφήνειαν ἐναγλαϊζόμενος σχήμασι. Καὶ δριμείαις δὲ, ὡς φανήσεται, πολλαχοῦ χρῆται λέξεσι, ναὶ μὴν καὶ ἀναπτύξεσιν ἐτυμολογικαῖς. Εστι δὲ ου καὶ ἐνδιάθετα λαλεῖ, ο δὴ ποιεῖν δυσχερὲς ἐν περιηγήσει. Παρεν σπείρει δέ που καὶ βασιλικὰ εὐφυῶς ἐγκώμια. Καὶ γνωμολογικῇ δὲ φιλοσοφίᾳ σπανίως μὲν, διὰ τὴν τῆς περιηγήσεως ἀνάγκην, εὑρίσκεται δ' ουν ομως χρώμενος, καὶ ολως διὰ πάντων ηκει καλῶν, πρὸς μέτρον τε ᾳδων καὶ διαλέκτοις ποικιλλόμενος, καὶ μύθῳ χρῆσθαι συμμέτρως οὐ κατοκνῶν, καὶ πλασμάτων χρώμενος πιθανότητι, οπη τε παρείκει ἐμπλατυνόμενος καὶ ἐκφράσεσιν, ἐπιπλέκων δέ γε καὶ ἱστορίας, καὶ, ὡς προγέγραπται, χειραγωγῶν ουτω νόμῳ γεωγραφικῷ πρὸς ἀλήθειαν, φιλοσοφῶν δὲ καὶ πρὸς μάθημα, ἐν οις περὶ τοῦ Κρονίου ὠκεανοῦ διαλαμβάνει, καὶ τῆς ὑμνουμένης νήσου τῆς Θούλης, καὶ τοῦ ὑπὸ τὸν καρκίνον κλίματος, καί που καὶ εἰς φύσιν προκύπτων, ὡς οτε τῆς τῶν Τρωγλοδυτῶν γῆς τὸ λυπρόχωρον αἰτιολογεῖ, ηδη δέ που καὶ εἰς θεολογίαν ἀναβαίνων πρὸς αὐτῷ τῷ τέλει τοῦ βιβλίου, ὁπηνίκα τὰς τῶν περὶ γῆν διαφορὰς θεωρεῖ. Μούσας δὲ καλεῖ μὲν, ὡς ποιηταῖς εθος, οια δὲ φιλόσοφον σύγγραμμα μετιὼν, τάχα δὲ καὶ διὰ τὸ καινοπρεπέστερον, οὐ πρώταις αὐταῖς ̔Ομηρικῶς ἐντυγχάνει, οὐδ' εἰς αὐτὰς αὐτίκα τρέχει, ἀναρρήξας τὴν βαλβῖδα τοῦ λόγου, ἀλλ' οτε πρὸς ταῖς ἀκμαῖς τῆς περιηγήσεως γίνεται, τότε δὴ αὐτὰς προσφωνεῖ. ̓Επαινετέος δὲ καὶ τῆς ἐν καταρχῇ εὐκρινείας ἐστί. Τὸν γὰρ σκοπὸν ἐξ αὐτῆς ἀρχῆς ἐκτίθεται τοῦ συγγράμματος ἐν ὀλίγοις επεσι· μετ' οὐ πολὺ δὲ καὶ τὸ χρήσιμον τῆς περιηγήσεως ἐκτίθεται, γνῶσιν αὐτὸ ειναι λέγων τοῦ ἀκροατοῦ, καὶ διδασκαλίαν αυθις ἐκ τοῦ μαθόντος εἰς αλλους οὐκ εἰδότας, καὶ τιμὴν ητις ἐντεῦθεν τῷ διδάσκοντι περιγίνεται. Οτι δὲ καὶ εἰς αλλα πλείω καὶ ἀναγκαιότατα χρήσιμα τὰ τῶν περιηγήσεων, δηλοῦσιν οἱ παλαιοὶ, λέγοντες οτι τε βιωφελὴς ἡ περιήγησις, καὶ οτι νοῦν συνάγει τῷ ταύτης ἐμπείρῳ, καὶ οτι στρατηγοῖς μάλιστα καὶ βασιλεῦσι σύμφορός ἐστι, καὶ αλλα τοιαῦτα. ̔Ιστοροῦσι δὲ καὶ οτι διὰ τὸ ταύτης χρήσιμον ̔Ηρακλῆς τε καὶ ∆ιόνυσος ἐξετόπιζον ἑαυτοὺς, τὴν τῶν κλιμάτων γνῶσιν σπουδάζοντες. Καὶ οτι καὶ ̓Αλέξανδρος διὰ τοῦτο ἐφιλοτιμήσατο τὸν ἠῷον ἱστορῆσαι ὠκεανόν. Καὶ Σέσωστρις δὲ, φασὶν, ὁ Αἰγύπτιος πολλὴν περιεληλυθὼς γῆν πίναξί τε δέδωκε τὴν περίοδον, καὶ τῆς τῶν πινάκων ἀναγραφῆς οὐκ Αἰγυπτίοις μόνον, ἀλλὰ καὶ Σκύθαις εἰς θαῦμα μεταδοῦναι ἠξίωσε. Καὶ Πλάτων δὲ, φασὶ, τοῦ πράγματος ἐρῶν, οὐ μόνον ἐπὶ Σικελίαν, ἀλλὰ καὶ ἐπ' Αιγυπτον ἀπεδήμησε. Σεμνύνει δὲ καὶ τὸν ̔Ομηρικὸν ̓Οδυσσέα οὐχ ηττον τῶν αλλων τὸ πολλῶν ἀνθρώπων ἰδεῖν αστεα καὶ νόον γνῶναι. Καὶ ουτω συνάγουσιν οἱ παλαιοὶ ἐκ πολλῶν τὴν περιήγησιν φιλόσοφον ειναί τι χρῆμα καὶ βασιλικόν. Καὶ ταῦτα μὲν τὰ χρηστὰ τῆς περιηγήσεως. ̔Ο δὲ ∆ιονύσιος Λίβυς μὲν ἱστορεῖται τὸ γένος· συγγράψαι δὲ καὶ αλλα βιβλία λέγεται, Λιθιακά τε καὶ ̓Ορνιθιακὰ καὶ Βασσαρικὰ, ων τὰ μὲν Λιθιακὰ ἐνεκρίθησαν καὶ αὐτὰ, διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα, τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ αξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνηνέχθησαν ∆ιονύσιον, τὰ δὲ ̓Ορνιθιακὰ εἰς αλλον τινὰ Φιλαδελφέα ∆ιονύσιον, ον διὰ λέξεως ἀκυρολογίαν ἀπεκάλουν ὑπόκενον. Τὸ δὲ παρὸν ποίημα ἱστορικὸν καλοῦσιν οἱ παλαιοὶ, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς α διαιρεῖσθαι τὴν ἱστορίαν φασίν· ἐκ μὲν τοπικοῦ, οτι καὶ ὁ πᾶς ἐνταῦθα τοῦ βιβλίου σκοπὸς τόπων γῆς ἐστι περιήγησις· πραγματικοῦ δὲ, ἐν οις αλλα τέ τινα ἱστορεῖ καὶ ἐθνῶν εθη ἐκτίθεται· χρονικοῦ δὲ, ὡς οτε καιροῦ μέμνηται, καθ' ον αὐτὸς περιῆν, οτι δηλαδὴ οὐκ ἐπὶ τῶν ὑπάτων, ἀλλ' ἐπὶ τῶν ἀνάκτων· γενεαλογικοῦ δὲ, οιον οτε τοὺς Σαυρομάτας ἐξ ̓Αμαζόνων ειπε κατάγεσθαι, καὶ ἐκ δούλων τοὺς ̓Επιζεφυρίους Λοκρούς. Οἱ δ' αὐτοὶ παλαιοὶ ἐπαινοῦσι καὶ τὸ προοίμιον τοῦ παρόντος βιβλίου, ὡς τὰς ἐπιβαλλούσας εχον ἀρετάς. Φασὶ γὰρ οτι ἀρεταὶ