ἐναντιολογίας ἱστοριῶν αἰτιῶνται ἐνταῦθα. Οἱ μὲν γὰρ τοὺς καθ' ἡμᾶς Φοίνικάς τε καὶ Σιδωνίους ἀποίκους φασὶ τῶν πρὸς τῶν ὠκεανῷ Σιδωνίων τε καὶ Φοινίκων, προστιθέντες καὶ διὰ τί Φοίνικες λέγονται· διότι, φασὶ, καὶ ἡ θάλασσα ἐρυθρὰ, ὡς ταὐτὸν ον Φοίνικας εἰπεῖν καὶ ἐρυθρούς. Οἱ δὲ ἀνάπαλιν ἀποίκους ἐκείνους τούτων τῶν καθ' ἡμᾶς ἱστόρησαν. Περὶ δὲ τῆς Σιδῶνος ταύτης τῆς περὶ τὴν Συριακὴν Φοινίκην φέρεται ἱστορία, οτι θυγάτηρ ̓Ιοῦς ἡ Λιβύη, ταύτης δὲ καὶ Ποσειδῶνος ̓Αγήνωρ καὶ Βῆλος καὶ ̓Ενυάλιος, Βήλου δὲ Σίδη καὶ Αιγυπτος καὶ ∆αναὸς, ων τῆς Σίδης μὲν παρώνυμος ἡ Σιδὼν, τοῦ Αἰγύπτου δὲ ὁμώνυμος ἡ χώρα, ἐκ ∆αναοῦ δὲ οἱ Ελληνες ∆αναοί. Προείρηται δέ που καὶ οτι ὁ ∆ιονύσιος ̔Ομήρῳ ἀκολουθῶν τῆς Σιδῶνος τὴν μὲν αρχουσαν ἐκτείνει, τὸ δὲ ο τῶν πλαγίων συστέλλει, καν οἱ υστερον αὐτὸ διφοροῦντες ἐκτείνωσιν. Οτι δὲ καὶ σοφοὶ τὰ εἰς ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναυκληρικοὶ, ἀνωτέρω ειρηται· λέγεται δὲ καὶ ψάμμος ὑαλῖτις ειναι τοῖς Σιδωνίοις ἐπιτηδεία εἰς χύσιν. ̔Η δὲ Βηρυτὸς κτίσμα ἐστὶ Κρόνου, ἐκ μικρᾶς μεγάλη γενομένη καὶ ἰσχυρά· διὸ καὶ ουτως ἐκλήθη· Βηρουτί γὰρ τὴν ἰσχὺν οἱ Φοίνικες λέγουσιν. Οἱ δέ φασι διὰ τὸ ευϋδρον ουτω κληθῆναι αὐτὴν, βήρ γὰρ παρὰ τοῖς ἐκεῖ τὸ φρέαρ καλεῖται· φασὶ δὲ αὐτὴν ὑπὸ τοῦ τυράννου Τρύφωνος κατασπασθεῖσαν ἀναληφθῆναι ὑπὸ ̔Ρωμαίων, ητοι ἀναστῆναι καὶ καινισθῆναι. ̓Οξύνεται δὲ τὸ Βηρυτός ὡς τρισύλλαβον, καθὰ καὶ τὸ κωκυτός καὶ γωρυτός, καὶ μακρὸν εχει τὸ υ παρὰ ∆ιονυσίῳ. ̔Η δὲ Βύβλος κτίσμα καὶ αὐτὴ Κρόνου, ̓Αδώνιδος ἱερὰ, Κινύρου βασίλειον ἀρχαιότατον, ἀπὸ Βύβλου τινὸς στρατηγοῦ η ἀπὸ Βύβλης γυναικὸς ουτω κληθεῖσα, η διὰ τὸ πάσης ἀρχαίας βίβλου κατὰ τοὺς παλαιοὺς τὴν φυλακὴν ἀσινέα ἐν αὐτῇ γενέσθαι, η καὶ διότι Ισις τὸν Οσιριν κλαίουσα ἐκεῖ τὸ τῆς κεφαλῆς ἀπέθετο διάδημα ἐκ βύβλου ον Αἰγυπτίας. Φυτὸν δὲ ἡ βύβλος κατὰ τοὺς παλαιοὺς φυόμενον ἐν τοῖς Αἰγυπτιακοῖς ελεσι, ῥάβδος ψιλὴ, ως φασιν ἐκεῖνοι, ἐπ' ακρῳ χαίτην εχουσα, φυομένη πολλὴ καὶ ἐν τοῖς κάτω μέρεσι τοῦ ∆έλτα, ης κρείττων, φασὶν, ἡ λεγομένη ἱερατική. Τῆς δὲ βύβλου τὸ κάτω οσον ἐπὶ πῆχυν τρώγεται, ως φησιν ̔Ηρόδοτος, πνιγὲν μάλιστα ἐν κλιβάνῳ διαφανεῖ. Ζητητέον δὲ μή ποτε ἀπὸ τῆς τοιαύτης βύβλου, ὡς πεφυκυίας ὑφαίνεσθαι η πλέκεσθαι η αλλως πως συντίθεσθαι, καὶ αἱ τῶν γραμμάτων φύλακες πτύχες βύβλοι ἐλέγοντο, διὰ τὸ τυχὸν ἐκ τοῦ τοιούτου φυτοῦ τὰς τοιαύτας τότε κατασκευάζεσθαι, καὶ ἡ κλῆσις παρέμεινε καὶ εἰς ἡμᾶς, ἐναλλαγέντος τοῦ υ εἰς τὸ συγγενὲς δίχρονον. ̓Εγίνετο δὲ καὶ πέδιλα ἐκ τοῦ φυτοῦ τῆς βύβλου· οἱ γοῦν Αἰγύπτιοι ἱερεῖς βύβλινα λέγονταί ποτε φορεῖν ὑποδήματα, καὶ πλοίων δὲ ναυπηγουμένων αἱ ἁρμονίαι βύβλῳ παρεβύοντο, καὶ ἱστία δὲ πλοίοις ἐγίνοντο βύβλινα, καὶ τὴν ἐν ̓Αβύδῳ δὲ τοῦ Ξέρξου γέφυραν, ὡς ̔Ηρόδοτός φησιν, Φοίνικες μὲν λευκολίνῳ ἐγεφύρουν, Αἰγύπτιοι δὲ βύβλῳ. Αιλιος δὲ ∆ιονύσιος ἐν τοῖς περὶ ̓Αττικῶν λέξεων ὑπογράφει σαφέστερον τὴν τοῦ φυτοῦ φύσιν τῆς βύβλου, ενθα περὶ φιλύρας φησὶν, οτι φυτὸν ἡ φιλύρα φλοιὸν εχον βύβλου, παπύρῳ ομοιον, ἐξ ου τοὺς στεφάνους πλέκουσι. Καὶ ταῦτα μὲν περὶ Βύβλου. 914 ̔Η δὲ Τρίπολις, ῃτινι συνεχὲς κεῖσθαι ἱστόρηται τὸ τοῦ Θεοῦ λεγόμενον πρόσωπον, ουτω καλεῖται διὰ τὸ εχειν ἀποικίαν ἐκ τριῶν πόλεων, Τύρου καὶ Σιδῶνος καὶ ̓Αράδου, περὶ ης ἐν τοῖς περὶ νήσων ειρηται. Εἰσὶ δὲ καὶ αλλαι Τριπόλεις διάφοροι. Οτι πόλεις Φοινίκων καὶ ἡ ̓Ορθωσὶς καὶ ἡ Μάραθος. ̓Ιστέον δὲ οτι τὴν ̓Ορθωσίδα ̓Ορθωσίαν ουτως αλλοι φασὶ, καὶ ισως χαίρων τῷ τοιούτῳ τύπῳ ὁ ∆ιονύσιος ωσπερ τὸν πορθμὸν ειπε πορθμίδα, καὶ τὰς ̓Αμαζόνας ̓Αμαζονίδας, καὶ τὴν ̓Ασίαν ̓Ασίδα, καὶ τοὺς τῶν ὀρῶνκνημοὺς κνημῖδας, καὶ τὴν Κασπίαν Κασπίδα, ουτω καὶ τὴν ̓Ορθωσίαν ̓Ορθωσίδα φησί. Μάραθος δὲ οὐ μόνον ἡ περὶ Φοινίκην αυτη πόλις, περὶ ην καὶ ποταμὸς ῥέει Μαραθίας λεγόμενος, ἀλλὰ καὶ Εὐρωπαία ἑτέρα ἐν τῇ τῶν ̓Ακαρνάνων γῇ, ἐξ ης ὁ μουσικὸς ∆ιόδωρος. 915 Οτι Λαοδίκεια ἡ τῆς Φοινίκης ἀπὸ Λαοδίκης