Λακεδαιμονίων ἀποικίαν· διὸ καὶ λέγει ὁ ∆ιονύσιος, οτι ̓Αμυκλαίων αὐτὴν ἐπολίσατο καρτερὸς Αρης, τουτέστι Λακώνων, ων μέρος αἱ ̓Αμύκλαι. Λακεδαιμόνιοι γὰρ συνεχῶς ἀφισταμένοις τοῖς ὑπ' αὐτοὺς Μεσσηνίοις ἐπιστρατεύσαντες ὡρκωμότησαν μὴ μὴν ὑποστρέψειν πρὶν αν ἐκείνους κατὰ κράτος δουλώσωνται· οτε καὶ οἱ μὴ μετασχόντες τῆς στρατείας δοῦλοι ἐκρίθησαν, καὶ ἐκλήθησαν καὶ αὐτοὶ Ειλωτες. ̓Επεκτεινομένου δὲ πολλοῦ καιροῦ τῷ πολέμῳ, πέμπουσιν αἱ πρεσβύτιδες διδάσκουσαι ὡς ατεκνοι τελευτῶσιν αἱ γυναῖκες, καὶ κίνδυνός ἐστι λειπανδρῆσαι τὴν πατρίδα, εἰ μὴ ποιήσονται πρόνοιαν τῆς τῶν γυναικῶν ἐπιγονῆς. Οἱ δὲ ἐπιλεξάμενοι πεντήκοντα εὐρωστοτάτους καὶ νεωτάτους καὶ οιους παιδοποιεῖν, οσοι δηλαδὴ παῖδες συνεξελθόντες τοῖς ἐν ἡλικίᾳ, ηγουν τοῖς τελείοις ἀνδράσιν, οὐ μετέσχον ἐκείνων τῶν ορκων, ἐπέταξαν συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις απαντας, ὡς αν ουτω πολυτεκνήσωσι. Καὶ ἀπ' αὐτῶν ἐκεῖναι συλλαβοῦσαι ἀπέτεκον. Οἱ δὲ τεχθέντες, οια μὴ τραφέντες γνησίως καὶ εὐγενῶς κατὰ τοὺς νόμους τοῦ Λυκούργου, αλλως καὶ οὐχ ὡς εδει ἐπολιτεύοντο, εως ου μετὰ ἐννεακαίδεκα ετη Μεσσήνης ἁλούσης ἐπανελθόντες οἱ ἐκ τοῦ πολέμου καὶ μοχθηρὰν εὑρόντες τὴν πολιτείαν ἐξήλασαν αὐτούς. Ους Φάλανθός τις ἀνὴρ ἐγχώριος λαβὼν καὶ εἰς ἀποικίαν σταλεὶς ῳκισε τὸν Τάραντα. ̓Εκαλοῦντο δὲ Παρθενίαι οἱ ἐκ τῶν παρθένων ἐκείνων γενόμενοι. Ετεροι δέ φασι τοὺς τοιούτους παῖδας ὡς νόθους ὑπὸ τῶν Λακώνων ὀνειδιζομένους μελετᾶν ἐπαναστῆναι αὐτοῖς, τὴν υβριν μὴ φέροντας, διὸ καὶ ἐκπεμφθῆναι εἰς ἀποικίαν. Αλλοι δὲ ἱστοροῦσιν οτι ατιμοι κριθέντες οἱ Παρθενίαι, ὡς ἀπὸ πορνείας φύντες, καὶ μὴ ἀνασχόμενοι τῆς ἀτιμίας ἐπεβούλευσαν ὁμόφρονες οντες πάντες, ὡς αν ἀλλήλων ἀδελφοὶ νομιζόμενοι· υστερον δὲ συμπεισθέντες ἐξῆλθον εἰς τὴν ῥηθεῖσαν ἀποικίαν. Ισχυσαν δέ ποτε καθ' ὑπερβολὴν οἱ Ταραντῖνοι. ̓Επέτριψε δὲ καὶ αὐτοὺς ἡ τρυφὴ, παρ' οις πανδήμους ἑορτὰς κατ' ετος πλείους η τὰς αλλας ἡμέρας συνέβαινεν αγεσθαι, ὡς ἡ ἱστορία φησὶ, σοφισαμένοις διὰ τρυφὴν καὶ ἀργίαν τὰς συνεχεῖς ἑορτὰς, ὡς καὶ ἡ παροιμία φησίν, «ἀργοῖς αἰὲν ἑορτή.» Τάχα δὲ καὶ τὸ λεπτὸν γυναικεῖον περίβλημα τὸ Ταραντινίδιον παρ' αὐτοῖς διὰ τρυφὴν πρώτοις ευρηται. Κεῖται δὲ, φασὶν, ὁ Τάρας, η κατὰ ∆ιονύσιον θηλυκῶς ἡ Τάρας, ἐπὶ χερρονήσῳ, ὡς καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν, ταπεινοῦ οντος τοῦ αὐχένος τῆς χερρονήσου. 378 Οτι Καλαβροὶ καὶ ̓Ιάπυγες αρχονται μὲν ἀπὸ Τάραντος, καὶ τοῦ τῶν Μαρσῶν εθνους, τέτανται δὲ μέχρι τῆς παραλίου ̔Υρίου, οπου σύρεται, φησὶν, ἡ ̓Αδριὰς αλμη εἰς τὸν ̓Ακυλήϊον κόλπον, ητοι τὸν περὶ ̓Ενετίαν, τὸν τῆς ̓Αδριάδος μυχὸν, ος λέγεται καὶ ̓Ακυλεήσιος, κατὰ σχηματισμὸν τύπου ̓Ιταλικοῦ ἀπὸ ̓Ακυληΐας. Πόλις δὲ ἡ ̓Ακυληΐα μεγίστη, λεγομένη καὶ ̓Ακυλία τετρασυλλάβως, παρονομαζομένη ἀπὸ ἀετοῦ, ος ἀκύλας πρὸς τῶν ἐκεῖ ἐλέγετο, πλησιάζουσα μὲν μάλιστα τῷ ἐνδοτάτῳ μυχῷ τοῦ ̓Αδρίου κόλπου, εξωθεν δὲ ουσα τῶν ̓Ενετικῶν ορων, καὶ, ως τινές φασι, ἀπὸ θαλάσσης ρνʹ μίλια κειμένη, ̔Ρωμαίων κτίσμα. ̓Αναπλέεται δὲ ὁλκάσι κατά τινα ποταμὸν, καὶ ἀνεῖται εἰς ἐμπόριον τοῖς περὶ τὸν Ιστρον ̓Ιλλυριοῖς. ̓Ιστέον δὲ οτι ουτος μὲν τὴν Υριον ειπε θηλυκῶς, ην καὶ ἐπανέλαβε συνήθως, οια λόγου ἀξίαν. Οἱ δὲ αλλοι οὐδετέρως τὸ Υριον λέγουσι. Κρητῶν δὲ κτίσμα ἡ πόλις ἡ ̔Υρία κατὰ ̔Ηρόδοτον, κτισθεῖσα οτε οἱ Κρῆτες εἰς Σικελίαν ἀφικόμενοι ἐπὶ πολιορκίᾳ καὶ μηδὲν ἰσχύσαντες ἐξεβλήθησαν εἰς τὴν γῆν χειμῶνι μεγάλῳ. ̓Ιστέον δὲ οτι κατὰ τὸν Γεωγράφον οἱ ̓Ιάπυγες καὶ Μεσάπιοι λέγονται· καὶ οτι ἀπό τινος ̓Ιάπυγος ουτως ὀνομάζονται, ος ἐκ γυναικὸς Κρήσσης τῷ ∆αιδάλῳ ἐγένετο. Τὴν δὲ ῥηθεῖσαν ̓Ενετίαν, εἰ χρή τι παρεκβατικώτερον εἰπεῖν, νῦν μὲν Βενετίαν φαμὲν, καθότι καὶ ̓Αρριανός φησιν, οτι « ̓Ενετοὶ πονήσαντες ἐν μάχῃ κατὰ ̓Ασσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώπην ᾠκίσθησαν πρὸς Πάδῳ τῷ ποταμῷ, καὶ τῇ ἐπιχωρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο ετι ἀντὶ ̓Ενετῶν κληΐζονται, καὶ Βενετία ἡ γῆ ηντινα