Καὶ Ευδοξος δὲ ἐν Γῆς Περιόδῳ φησίν· « ̓Αρμένιοι τὸ γένος ἐκ Φρυγίας, καὶ τῇ φωνῇ πολλὰ φρυγίζουσι. Παρέχονται δὲ καὶ λίθον τὴν γλύφουσαν καὶ τρυπῶσαν τὰς σφραγῖδας.» Κἀκεῖνο δὲ ἰστέον, οτι τὴν ̓Αρμενίαν χώραν εἰς τέσσαρα διελεῖν λέγεται ̓Ιουστῖνος ὁ βασιλεὺς, καὶ πρώτην μὲν, φησὶν, εθετο τὴν ἐνδοξοτάτην ̔Επτάπολιν, ης μητρόπολις Βαζανὶς, ἡ πρὶν Λεοντόπολις· ταύτης δέ ἐστι καὶ ἡ Θεοδοσίου πόλις, καὶ ἡ Κολώνεια καὶ ἡ Τραπεζοῦς δὲ καὶ ἡ Κερασοῦς ἐκ τοῦ Πολεμωνιακοῦ κόλπου. ∆ευτέραν δὲ ὁ αὐτὸς εταξεν ̓Αρμενίαν ἐν πέντε πόλεσιν, ων καὶ ἡ Σεβάστεια. Τρίτην δὲ ̓Αρμενίαν κατέστησεν ̔Εξάπολιν, τήν ποτε καλουμένην δευτέραν ̓Αρμενίαν, ης ἡγεῖται ἡ Μελιτηνή. Περὶ ταύτην τὴν ̓Αρμενίαν καὶ ἡ Κόμανα ἡ καὶ Χρυσῆ ὀνομαζομένη, καὶ ἡ Κουκουσσός. ̓Επέστησε δὲ καὶ τετάρτην ̓Αρμενίαν ὑπὸ σατράπαις ουσαν, συγκειμένην ἐκ διαφόρων, καὶ λεγομένην Τζοφανὴν καὶ Βαλβιτηνὴν καὶ τοιαῦτά τινα βάρβαρα ὀνόματα. 695 Οτι πρὸς ἀνατολὴν καὶ βορέαν τοῦ ̓Αρμενίου ορους ὁ ἰσθμός ἐστιν ὁ μεταξὺ Κασπίας καὶ Εὐξείνου θαλάσσης, περὶ ον οἱ ἑωθινοί εἰσιν Ιβηρες, ̔Υρκανίοις ὡς εἰκὸς πολέμιοι, ἐκ τῶν κατὰ Πυρήνην μετοικισθέντες ἑσπερίων ̓Ιβήρων· ην δὴ Πυρήνην καὶ Πυρηναῖον οιδαμεν ορος λέγεσθαι. ̓Επαναλαμβάνει δὲ καὶ τὸν τοιοῦτον ἰσθμὸν διὰ τὸ πολὺ τοῦ χάσματος καὶ ἀξιόλογον. Ουτος γάρ ἐστιν ον καὶ ορον ̓Ασίας καὶ Εὐρώπης ἐνόμισάν τινες, ὡς προγέγραπται. Τοὺς δὲ Ιβηρας τούτους ̓Αρμενιστὶ καὶ Μηδιστὶ ὁ Γεωγράφος ἐσκευάσθαι φησί. Λέγει δὲ καὶ οτι τούτων οἱ ὀρεινοὶ μαχιμώτεροι. 696 Σημείωσαι δὲ οτι ἡ τοῦ ἰσθμοῦ ἐνταῦθα ἐπανάληψις ὁμοῦ καὶ ἐπανάληψίς ἐστι καὶ ἐπαναστροφή. Φησὶ γάρ· «ἐπικέκλιται ἰσθμὸς, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο.» Τοῦτο μὲν γὰρ, καθὸ μὲν τοῦ πρώτου νοήματος λήγοντος εἰς τὸ ἰσθμός ὁ δεύτερος στίχος ἀπὸ τῆς αὐτῆς αρχεται λέξεως, ἐπαναστροφὴν ποιεῖ, σχῆμα ῥητορικόν· διότι δὲ χάριν σαφηνείας ἀναγκαίως ὁ ἰσθμὸς ἐδισσεύθη, ἐπανάληψις γέγονεν. 700 Οτι περὶ τὸν ῥηθέντα ἰσθμὸν κεῖται καὶ τὸ μέγα φῦλον τῶν Καμαριτῶν, οι ουτω λέγονται ἀπὸ πλοίων στρογγύλων ληστρικῶν, οις ἐχρῶντο, α ἐκαλοῦντο καμάραι παρ' Ελλησιν. Ησαν δὲ ἀκάτια λεπτὰ, στενὰ καὶ κοῦφα, ἀνθρώπους εἰς κεʹ δεχόμενα, σπάνια δὲ καὶ εἰς λʹ. Ουτοι οἱ Καμαρῖται τὸν Βάκχον ̓Ινδῶν ἐκ πολέμου, φησὶ, δεξάμενοι ἐξένισαν, καὶ ταῖς Λήναις, ο εστι ταῖς Βάκχαις, συνεχόρευσαν, τὰ ἐκείνων φορήματα, ζώματα δηλαδὴ καὶ νεβρῖδας, ἐπὶ στήθεσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες. ̔Υμνητικὸν δὲ ην τοῦτο τὸ λόγιον τῷ ∆ιονύσῳ ἐπιφωνούμενον, ωσπερ καὶ τὸ εὐάν· οθεν καὶ τὸ εὐόζειν παράγεται, καὶ ὁ ∆ιόνυσος Ευϊος λέγεται. Ταῦτα δὲ οἱ μὲν ἐδάσυνον, ὡς ἐνθουσιαστικὰ πρωτόθετα ἐπιρρήματα, οἱ δὲ ἐψίλουν, ἀντὶ τοῦ ευ οἱ, τουτέστιν αὐτῷ, ἐκλαμβανόμενοι τὴν τοῦ Περιηγητοῦ ταύτην φωνὴν, καὶ ἐξ αὐτῆς τὸ εὐάν προάγοντες, τάχα μὲν ἐν μιᾷ λέξει, τάχα δὲ καὶ ὡς ἐκ δύο σύνθετον, τοῦ ευ καὶ τοῦ αν. ̓Ιστέον δὲ οτι αἱ Βάκχαι αἱ τοῦ ∆ιονύσου ὀπαδοὶ εἰς ἀμπέλους ἀλληγοροῦνται· τροφοὶ γὰρ αυται τοῦ εἰς οινον ἐκλαμβανομένου ∆ιονύσου. Αἱ δὲ ∆ιονυσιακαὶ νεβρῖδες τὴν τῶν σταφυλῶν ἐν χρόᾳ αἰνίττονται πολυείδειαν· πολύχροοι γὰρ καὶ αἱ νεβρῖδες καὶ ποικίλαι τοῖς στίγμασιν· η καὶ τὸ τῶν μεθυόντων ὑπεμφαίνουσιν ἀγενές· δειλὸν γὰρ ὁ νεβρὸς, τὸ τῆς φυζακινῆς ἐλάφου νεογνὸν, ου δορὰ ἡ νεβρίς· η καὶ διότι ποικίλοι τὰ εἰς νοῦν διὰ τὸ εὐμετάβολον οἱ μεθύοντες, ποικίλον δὲ καὶ ἡ νεβρὶς διὰ τὸ πολύστικτον. 707 Οτι ωσπερ ̔Ησίοδος ἐν τοῖς περὶ τοῦ πλέειν λέγει, οτι «λέξω ουτε τι ναυτιλίης σεσοφισμένος, ουτε τι νηῶν· οὐ γάρ ποτε νηῒ επλευσα,» καὶ τὰ ἑξῆς, διδοὺς νοεῖν οτι ὡς Μουσῶν ὑποφήτης οιδε πάντα· ουτω καὶ ουτός φησιν, οτι «ῥᾷόν σοι καταγράψομαι καὶ τὴν Κασπίαν θάλασσαν, ουτε ἰδὼν αὐτὴν, ουτε νηῒ περάσας. Ειτα πλατύνων θεατρικῶς τὸ νόημά φησιν, «οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἡ ἐμπορία πατρώιος, οὐδ' ἐπὶ Γάγγην ερχομαι, οὐδὲ τὰ καὶ τὰ ποιῶ, οιάπερ αλλοι ψυχῆς, φησὶν, οὐκ ἀλέγοντες, ινα